1 Καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, καὶ γῇ τοῦ Γαλαὰδ, πρὸς Κύριον εἰς Μασσηφά. 2 Καὶ ἐστάθησαν κατὰ πρόσωπον Κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ Ἰσραὴλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ Θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ῥομφαίαν. 3 Καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμεὶν, ὅτι ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ εἰς Μασσηφά· Καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ Ἰσραὴλ, λαλήσατε, ποῦ ἐγένετο ἡ πονηρία αὕτη; 4 Καὶ ἀπεκριθη ὁ ἀνὴρ ὁ Λευίτης, ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης, καὶ εἶπεν, εἰς Γαβαὰ τῆς Βενιαμὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι, 5 καὶ ἀνέστησαν ἐπʼ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαὰ, καὶ ἐκύκλωσαν ἐπʼ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός· ἐμὲ ἠθέλησαν φονεῦσαι, καὶ τὴν παλλακήν μου ἐταπείνωσαν, καὶ ἀπέθανε. 6 Καὶ ἐκράτησα τὴν παλλακήν μου, καὶ ἐμέλισα αὐτὴν, καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν Ἰσραήλ· ὅτι ἐποίησαν ζέμα καὶ ἀπόπτωμα ἐν Ἰσραήλ. 7 Ἰδοὺ πάντες ὑμεῖς υἱοὶ Ἰσραὴλ, δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ. 8 Καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, λέγοντες, οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ, καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ. 9 Καὶ νῦν τοῦτο τὸ ῥῆμα, ὃ ποιηθήσεται τῇ Γαβαᾷ· ἀναβησόμεθα ἐπʼ αὐτὴν ἐν κλήρῳ. 10 Πλὴν ληψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς Ἰσραὴλ, καὶ ἑκατὸν τοῖς χιλίοις, καὶ χιλίους τοῖς μυρίοις, λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γαβαὰ Βενιαμὶν, ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα, ὃ ἐποίησεν ἐν Ἰσραήλ. 11 Καὶ συνήχθη πᾶς ἀνὴρ Ἰσραὴλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς. 12 Καὶ ἀπέστειλαν αἱ φυλαὶ Ἰσραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμεὶν, λέγοντες, τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν; 13 Καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαὰ, καὶ θανατώσομεν αὐτοὺς, καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ Ἰσραήλ· καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμὶν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν Ἰσραήλ. 14 Καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Ἰσραήλ. 15 Καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἰκοσιτρεῖς χιλιάδες ἀνὴρ ἕλκων ῥομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαά, οἱ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες 16 ἐκλεκτοὶ ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα, καὶ οὐκ ἐξαμαρτάνοντες. 17 Καὶ ἀνὴρ Ἰσραὴλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμὶν τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως. 18 Καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθὴλ, καὶ ἠρώτησαν ἐν τῷ Θεῷ· καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ, τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμίν; καὶ εἶπε Κύριος, Ἰούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος. 19 Καὶ ἀνέστησαν οἱ υἱοὶ Ἰσραὴλ τοπρωῒ, καὶ παρενέβαλον ἐπὶ Γαβαά. 20 Καὶ ἐξῆλθον πᾶς ἀνὴρ Ἰσραὴλ εἰς παράταξιν πρὸς Βενιαμὶν, καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαά. 21 Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῆς Γαβαὰ, καὶ διέφθειραν ἐν Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν. 22 Καὶ ἐνίσχυσαν ἀνῆρ Ἰσραὴλ, καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ. 23 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἔκλαυσαν ἐνώπιον Κυρίου ἕως ἑσπέρας, καὶ ἠρώτησαν ἐν Κυρίῳ, λέγοντες, εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος, ἀνάβητε πρὸς αὐτούς. 24 Καὶ προσῆλθον οἱ υἱοὶ Ἰσραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ. 25 Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν αὐτοὶς ἀπὸ τῆς Γαβαὰ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ διέφθειραν ἀπὸ υἱῶν Ἰσραὴλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν· πάντες οὗτοι ἕλκοντες ῥομφαίαν. 26 Καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ καὶ πᾶς ὁ λαὸς, καὶ ἦλθον εἰς Βαιθήλ· καὶ ἔκλαυσαν, καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου· καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου, 27 ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ Θεοῦ ἐν ταῖς ἡμέραις ἐκείναις, 28 καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Κυρίῳ, λέγοντες, εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος, ἀνάβητε, αὔριον δώσω αὐτοὺς εἰς χεῖρας ὑμῶν. 29 Καὶ ἔθηκαν οἱ υἱοῖ Ἰσραὴλ ἔνεδρα τῇ Γαβαὰ κύκλῳ. 30 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ συνῆψαν πρὸς τὴν Γαβαὰ ὡς ἅπαξ καὶ ἅπαξ. 31 Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν τοῦ λαοῦ, καὶ ἐξεκενώθησαν ἐκ τῆς πόλεως, καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστι μία ἀναβαίνουσα εἰς Βαιθὴλ, καὶ μία εἰς Γαβαὰ ἐν ἀγρῷ, ὡς τριάκοντα ἄνδρας ἐν Ἰσραήλ. 32 Καὶ εἶπαν οἱ υἱοὶ Βενιαμὶν, πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον. καὶ οἱ υἱοὶ Ἰσραὴλ εἶπαν, Φύγωμεν, καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς· καὶ ἐποίησαν οὕτω. 33 Καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτῶν, καὶ συνῆψαν ἐν Βάαλ Θαμάρ· καὶ τὸ ἔνεδρον Ἰσραὴλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μαρααγαβέ. 34 Καὶ ἦλθον ἐξεναντίας Γαβαὰ δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ἰσραήλ· καὶ παράταξις βαρεῖα· καὶ αὐτοὶ οὐκ ἔγνωσαν, ὅτι φθάνει ἀπʼ αὐτοὺς ἡ κακία. 35 Καὶ ἐπάταξε Κύριος τὸν Βενιαμὶν ἐνώπιον υἱῶν Ἰσραήλ· καὶ διέφθειραν οἱ υἱοὶ Ἰσραὴλ ἐκ τοῦ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι εἷλκον ῥομφαίαν. 36 Καὶ εἶδον οἱ υἱοὶ Βενιαμὶν ὅτι ἐπλήγησαν· καὶ ἔδωκεν ἀνὴρ Ἰσραὴλ τῷ Βενιαμὶν τόπον, ὅτι ἤλπισαν πρὸς τὸ ἔνεδρον ὃ ἔθηκαν ἐπὶ τῇ Γαβαᾷ. 37 Καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι, καὶ τὸ ἔνεδρον ἐκινήθη· καὶ ἐξέτειναν ἐπὶ τὴν Γαβαὰ, καὶ ἐξεχύθη τὸ ἔνεδρον, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας. 38 Καὶ σημεῖον ἦν τοῖς υἱοῖς Ἰσραὴλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως. 39 Καὶ εἶδον οἱ υἱοὶ Ἰσραὴλ, ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαὰ, καὶ ἔστησαν ἐν τῇ παρατάξει· καὶ Βενιαμὶν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν Ἰσραὴλ ὡς τριάκοντα ἄνδρας· ὅτι εἶπαν, πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη. 40 Καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στύλος καπνοῦ· καὶ ἐπέβλεψε Βενιαμὶν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ. 41 Καὶ ἀνὴρ Ἰσραὴλ ἐπέστρεψε· καὶ ἔσπευσαν ἄνδρες Βενιαμὶν, ὅτι εἶδον ὅτι συνήντησεν ἐπʼ αὐτοὺς ἡ πονηρία. 42 Καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν Ἰσραὴλ εἰς τὴς ὁδὸν τῆς ἐρήμου, καὶ ἔφυγον· καὶ ἡ παράταξις ἔφθασεν ἐπʼ αὐτοὺς, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν. 43 Καὶ κατέκοπτον τὸν Βενιαμὶν, καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουὰ κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι Γαβαὰ πρὸς ἀνατολὰς ἡλίου. 44 Καὶ ἔπεσον ἀπὸ Βενιαμὶν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως. 45 Καὶ ἐπέβλεψαν οἱ λοιποὶ, καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ῥέμμών· καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ Ἰσραὴλ πεντακισχιλίους ἄνδρας· καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ Ἰσραὴλ ἕως Γεδᾶν, καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας. 46 Καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἀπὸ Βενιαμὶν, εἰκοσιπέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως. 47 Καὶ ἐπέβλεψαν οἱ λοιποὶ, καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ῥεμμὼν ἑξακόσιοι ἄνδρες, καὶ ἐκάθισαν ἐν πέτρᾳ Ῥεμμὼν τέσσαρας μῆνας. 48 Καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμὶν, καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Μεθλὰ καὶ ἕως κτήνους, καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί.
Jueces · Septuaginta griega de Brenton
Jueces 20 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (42)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Jueces 11:11; 1 Samuel 10:17; Josué 22:12; 1 Samuel 3:20; 2 Samuel 3:10
- 2 Jueces 8:10; 2 Reyes 3:26; Jueces 20:17; Jueces 20:15; 2 Samuel 24:9
- 3 Jueces 19:22–27; Lucas 12:58–59; Mateo 5:25; Lucas 14:31–32; Proverbios 22:3
- 4 Jueces 19:15–28
- 5 Jueces 19:22; Jueces 19:25–26; Génesis 19:4–8; Deuteronomio 22:24; Ezequiel 22:10–11
- 6 Jueces 19:29; Josué 7:15; Jueces 19:23; Génesis 34:7; Jueces 20:10
- 7 Jueces 19:30; 1 Corintios 5:10–12; Éxodo 19:5–6; Santiago 1:5; Proverbios 20:18
- 8 Eclesiastés 9:10; Proverbios 21:3; Jueces 20:1; Jueces 21:1; Jueces 21:5
- 9 Hechos 1:26; 1 Crónicas 24:5; Nehemías 11:1; Proverbios 16:33; Josué 14:2
- 12 Josué 22:13–16; Deuteronomio 13:14; Romanos 12:18; Deuteronomio 20:10; Mateo 18:15–18
- 13 Deuteronomio 17:12; Jueces 19:22; Deuteronomio 13:13; Deuteronomio 22:24; Apocalipsis 18:4–5
- 14 Números 20:20; Números 21:23; 2 Crónicas 13:13; Job 15:25–26
- 15 Números 26:41; Números 1:37; Jueces 20:35; Jueces 20:46–47; Jueces 20:25
- 16 Jueces 3:15; 1 Crónicas 12:2; 1 Samuel 25:29; 1 Samuel 17:40; 1 Samuel 17:49–50
- 17 Números 26:51; 1 Samuel 11:8; 1 Samuel 15:4; 1 Crónicas 21:5; Números 1:46
- 18 Jueces 20:26–27; Números 27:21; Jueces 20:23; Génesis 49:8–10; Números 27:5
- 19 Josué 7:16; Josué 6:12; Josué 3:1
- 21 Oseas 10:9; Jeremías 12:1; Jueces 20:25; Salmo 77:19; Salmo 73:18–19
- 22 2 Samuel 11:25; 1 Samuel 30:6; Salmo 64:5; Jueces 20:15; Jueces 20:17
- 23 Jueces 20:26–27; Oseas 5:15; Salmo 78:34–36; Josué 7:6; Jueces 20:18
- 25 Jueces 20:21; Romanos 11:33; Salmo 97:2; Romanos 2:5; Job 9:12–13
- 26 Jueces 20:23; Joel 2:12–18; Jueces 20:18; Esdras 8:21; Esdras 9:4–5
- 27 Josué 18:1; 1 Samuel 4:3–4; Jueces 20:18; Jueces 20:23; Jeremías 7:12
- 28 Jueces 7:9; Deuteronomio 18:5; Josué 24:33; Deuteronomio 10:8; 1 Samuel 23:4–12
- 29 Josué 8:4; 2 Samuel 5:23; Jueces 20:34
- 31 Josué 8:14–16; Josué 7:5; Jueces 19:13–14; Isaías 10:29
- 32 Josué 8:15–16
- 33 Josué 8:18–22
- 34 Isaías 47:11; Josué 8:14; Job 21:13; Isaías 3:10–11; Eclesiastés 8:11–12
- 35 Job 20:5; Jueces 20:15; Jueces 20:44–46
- 36 Josué 8:15–29
- 37 Josué 8:19; Josué 6:5; Éxodo 19:13
- 38 Génesis 17:21; 2 Reyes 4:16; Josué 8:20
- 39 Jueces 20:32
- 40 Josué 8:20; Joel 2:30; Apocalipsis 19:3; Génesis 19:28; Cantar de los Cantares 3:6
- 41 Lucas 21:26; 1 Tesalonicenses 5:3; Lucas 17:27–28; 2 Pedro 2:12; Apocalipsis 6:15–17
- 42 Josué 8:24; Lamentaciones 1:3; Oseas 9:9; Oseas 10:9; Josué 8:15
- 43 Josué 8:20–22
- 45 Josué 15:32; Jueces 21:13; 1 Crónicas 6:77; Zacarías 14:10
- 46 Jueces 20:35; Jueces 20:15
- 47 Jeremías 14:7; Isaías 1:9; Lamentaciones 3:32; Jueces 21:13; Salmo 103:9–10
- 48 Deuteronomio 13:15–17; Proverbios 18:19; 2 Crónicas 28:6–9; 2 Crónicas 25:13
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias