1 Καὶ ὤρθρισεν Ἱεροβάαλ, αὐτός ἐστι Γεδεὼν, καὶ πᾶς ὁ λαὸς μετʼ αὐτοῦ, καὶ παρενέβαλον ἐπὶ πηγὴν Ἀράδ· καὶ παρεμβολὴ Μαδιὰμ ἦν αὐτῷ ἀπὸ Βοῤῥᾶ ἀπὸ Γαβααθαμωραὶ ἐν κοιλάδι. 2 Καὶ εἶπε Κύριος πρὸς Γεδεὼν, πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ, ὥστε μὴ παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μὴ ποτε καυχήσηται Ἰσραὴλ ἐπʼ ἐμὲ, λέγων, ἡ χείρ μου ἔσωσέ με. 3 Καὶ νῦν λάλησον δὴ ἐν ὠσὶ τοῦ λαοῦ, λέγων, τίς ὁ φοβούμενος καὶ δειλός; ἐπιστραφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλαάδ· καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες, καὶ δέκα χιλιάδες ὑπελείφθησαν. 4 Καὶ εἶπε Κύριος πρὸς Γεδεὼν, ἔτι ὁ λαὸς πολύς ἐστι· κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ, καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ· καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σὲ, οὗτος πορεύσεται σὺν σοὶ, αὐτὸς πορεύσεται σὺν σοί· καὶ πᾶς ὃν ἂν εἴπω πρὸς σὲ, οὗτος οὐ πορεύσεται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ. 5 Καὶ κατήνεγκε τὸν λαὸν πρὸς τὸ ὕδωρ· καὶ εἶπε Κύριος πρὸς Γεδεὼν, πᾶς ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν. 6 Καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν, τριακόσιοι ἄνδρες· καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ. 7 Καὶ εἶπε Κύριος πρὸς Γεδεὼν, ἐν τοῖς τριακοσίοις ἀνδράσι τοῖς λάψασι σώσω ὑμᾶς, καὶ δώσω τὴν Μαδιὰμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ. 8 Καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν, καὶ τὰς κερατίνας αὐτῶν· καὶ τὸν πάντα ἄνδρα Ἰσραὴλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ· καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσε· καὶ ἡ παρεμβολὴ Μαδιὰμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι. 9 Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπε πρὸς αὐτὸν Κύριος, ἀνάστα, κατάβηθι ἐν τῇ παρεμβολῇ, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου. 10 Καὶ εἰ φοβῇ σὺ καταβῆναι, κατάβηθι σὺ καὶ Φαρὰ τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν, 11 καὶ ἀκούσῃ τί λαλήσουσι, καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ· καὶ κατέβη αὐτὸς καὶ Φαρὰ τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα, οἳ ἦσαν ἐν τῇ παρεμβολῇ. 12 Καὶ Μαδιὰμ καὶ Ἀμαλὴκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡς ἀκρὶς εἰς πλῆθος, καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμὸς, ἀλλʼ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος. 13 Καὶ ἦλθε Γεδεὼν, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον, καὶ εἶπεν, ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιὰμ, καὶ ἦλθεν ἕως τῆς σκηνῆς, καὶ ἐπάταξεν αὐτὴν, καὶ ἔπεσε, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή. 14 Καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ, καὶ εἶπεν, οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεὼν υἱοῦ Ἰωὰς ἀνδρὸς Ἰσραήλ· παρέδωκεν ὁ Θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιὰμ καὶ πᾶσαν τὴν παρεμβολήν. 15 Καὶ ἐγένετο ὡς ἤκουσε Γεδεὼν τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ, καὶ προσεκύνησε Κυρίῳ, καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ, καὶ εἶπεν, ἀνάστητε, ὅτι παρέδωκε Κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιάμ. 16 Καὶ διεῖλε τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς, καὶ ἔδωκε κερατίνας ἐν χειρὶ πάντων, καὶ ὑδρίας κενὰς, καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις, 17 καὶ εἶπε πρὸς αὐτοὺς, ἀπʼ ἐμοῦ ὄψεσθε, καὶ οὕτω ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς, καὶ ἔσται καθὼς ἂν ποιήσω, οὕτω ποιήσετε. 18 Καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγὼ, καὶ πάντες μετʼ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς, καὶ ἐρεῖτε, τῷ Κυρίῳ καὶ τῷ Γεδεών. 19 Καὶ εἰσῆλθε Γεδεὼν καὶ οἱ ἐκατὸν ἄνδρες οἱ μετʼ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης· καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας, καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις, καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν. 20 Καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις, καὶ συνέτριψαν τὰς ὑδρίας, καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας, καὶ ἐν χερσὶ δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν· καὶ ἀνέκραξαν, ῥομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεών. 21 Καὶ ἔστησεν ἀνὴρ ἐφʼ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς· καὶ ἔδραμε πᾶσα ἡ παρεμβολὴ, καὶ ἐσήμαναν, καὶ ἔφυγον. 22 Καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις· καὶ ἔθηκε Κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ. 23 Καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεὲδ Ταγαραγαθὰ Ἀβελμεουλὰ ἐπὶ Ταβάθ· καὶ ἐβόησαν ἀνὴρ Ἰσραὴλ ἀπὸ Νεφθαλὶ καὶ ἀπὸ Ἀσὴρ, καὶ ἀπὸ παντὸς Μανασσῆ, καὶ ἐδίωξαν ὀπίσω Μαδιάμ. 24 Καὶ ἀγγέλους ἀπέστειλε Γεδεὼν ἐν παντὶ ὄρει Ἐφραὶμ, λέγων, κατάβητε εἰς συνάντησιν Μαδιὰμ, καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν Ἰορδάνην· καὶ ἐβόησε πᾶς ἀνὴρ Ἐφραὶμ, καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν Ἰορδάνην. 25 Καὶ συνελάβοντο τοὺς ἄρχοντας Μαδιὰμ, καὶ τὸν Ὠρὴβ καὶ τὸν Ζήβ· καὶ ἀπέκτειναν τὸν Ὠρὴβ ἐν Σοὺρ Ὠρὴβ, καὶ τὸν Ζὴβ ἀπέκτειναν ἐν Ἱακεφζήφ· καὶ κατεδίωξαν τὴν Μαδιάμ· καὶ τὴν κεφαλὴν Ὠρὴβ καὶ Ζὴβ ἤνεγκαν πρὸς Γεδεὼν ἀπὸ πέραν τοῦ Ἰορδάνου.
Jueces · Septuaginta griega de Brenton
Jueces 7 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Gideon
Youngest son of Joash the Abiezrite, called by the angel of the LORD while threshing wheat at Ophrah, who tore down his father's Baal altar and so was named Jerubbaal, routed…
Citado en la guía: Judges 6:11; Judges 6:32; Judges 7:7
Oreb
One of the two princes of Midian captured by the Ephraimites at the Jordan, who was killed at the rock of Oreb and whose head was brought to Gideon.
Citado en la guía: Judges 7:25; Judges 8:3
Purah
Gideon's servant who went down with him to the outposts of the Midianite camp to hear the dream of the barley loaf.
Citado en la guía: Judges 7:10; Judges 7:11
Zeeb
One of the two princes of Midian captured by the Ephraimites at the Jordan, who was killed at the winepress of Zeeb and whose head was brought to Gideon.
Citado en la guía: Judges 7:25; Judges 8:3
Referencias cruzadas (23)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Jueces 6:32; Génesis 12:6; Eclesiastés 9:10; Deuteronomio 11:30; Génesis 22:3
- 2 Deuteronomio 8:17; 1 Corintios 1:27–29; 2 Corintios 4:7; Romanos 11:18; Zacarías 12:7
- 3 Deuteronomio 20:8; Apocalipsis 17:14; Mateo 20:16; Apocalipsis 21:8; Lucas 14:25–33
- 4 Salmo 33:16; 1 Samuel 16:7; Salmo 7:9; Malaquías 3:2–3; Job 23:10
- 7 1 Samuel 14:6; Isaías 41:14–16
- 8 Isaías 27:13; Jueces 3:27; Josué 6:4; Levítico 23:24; 1 Corintios 15:52
- 9 Hechos 18:9–10; Jueces 3:28; Génesis 46:2–3; 2 Crónicas 16:8–9; Hechos 27:23
- 10 Éxodo 4:10–14; Jueces 4:8–9
- 11 2 Corintios 12:9–10; Efesios 6:10; Filipenses 4:13; Éxodo 13:18; Jueces 7:13–15
- 12 Jueces 6:5; Jueces 8:10; Jueces 6:3; Isaías 8:9–10; Josué 11:4
- 13 1 Corintios 1:27; Jueces 3:31; Jueces 3:15; Jueces 6:15; Isaías 41:14–15
- 14 Josué 2:9; 2 Reyes 7:6–7; Números 23:5; Job 1:10; Números 23:20
- 15 2 Corintios 10:4–6; Génesis 24:48; Génesis 40:8; Génesis 24:26–27; 2 Crónicas 20:18–19
- 16 2 Corintios 4:7
- 17 Mateo 16:24; 1 Corintios 11:1; Hebreos 13:7; 1 Pedro 5:3; Jueces 9:48
- 18 2 Crónicas 20:15–17; 1 Samuel 17:47
- 19 Salmo 2:9; Éxodo 14:24; Apocalipsis 16:15; Jeremías 13:13–14; Jueces 7:16
- 20 Josué 6:16; 1 Corintios 15:52; Isaías 27:13; Josué 6:20; 2 Corintios 4:7
- 21 Proverbios 28:1; Éxodo 14:25; 2 Crónicas 20:17; 2 Reyes 7:6–7; Éxodo 14:13–14
- 22 1 Reyes 4:12; Isaías 19:2; Josué 6:16; 2 Crónicas 20:23; 1 Reyes 19:16
- 23 Jueces 6:35; 1 Samuel 14:21–22
- 24 Jueces 12:5; Romanos 15:30; Filipenses 1:27; Juan 1:28; Jueces 3:27–28
- 25 Isaías 10:26; Jueces 8:3–4; Salmo 83:11–12; Josué 7:26
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias