1 Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραῒμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου. 2 Ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου, ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυμα· ταῖς χερσὶ, 3 καὶ τοῖς ποσὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφραΐμ. 4 Καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόζῆς, ἐπʼ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτό, πρὶν εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν αὐτό, θελήσει αὐτὸ καταπιεῖν. 5 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλεκεὶς τῆς δόξης, τῷ καταλειφθέντι τοῦ λαοῦ. 6 Καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων ἀνελεῖν. 7 Οὗτοι γὰρ οἴνῳ πεπλημμελημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸ σίκερα, κατεπόθησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης, ἐπλανήθησαν· τοῦτέστι φάσμα. 8 Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν, αὕτη γὰρ ἡ βουλὴ ἕνεκα πλεονεξίας. 9 Τίνι ἀνηγγείλαμεν κακά, καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ. 10 Θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα ἐπʼ ἐλπίδι, ἐτι μικρὸν ἔτι μικρόν, 11 διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας, ὅτι λαλήσουσι τῷ λαῷ τούτῳ, 12 λέγοντες αὐτοῖς, τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι, καὶ τοῦτο τὸ σύντριμμα· καὶ οὐκ ἠθέλησαν ἀκούειν. 13 Καὶ ἔσται αὐτοῖς τὸ λόγιον τοῦ Θεοῦ, θλίψις ἐπὶ θλίψιν, ἐλπὶς ἐπʼ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν, ἵνα πορεύσωσι καὶ πέσωσιν ὀπίσω· καὶ συντριβήσονται, καὶ κινδυνεύσουσι, καὶ ἁλώσονται. 14 Διατοῦτο ἀκούσατε λόγον Κυρίου ἄνδρες τεθλιμμένοι, καὶ οἱ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἰερουσαλήμ· 15 Ὅτι εἴπατε, ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφʼ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. 16 Διατοῦτο οὕτω λέγει κύριος Κύριος, Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων οὐ μὴ καταισχυνθῇ. 17 Καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς, 18 μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. 19 Ὅταν παρέλθῃ, λήμψεται ὑμᾶς, πρωῒ πρωῒ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. 20 Μάθετε ἀκούειν στενοχωρούμενοι· Οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ὑμᾶς συναχθῆναι. 21 Ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαὼν, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ σαπρία αὐτοῦ ἀλλοτρία. 22 Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου σαβαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. 23 Ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου. 24 Μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ὁ ἀροτριῶν; ἢ σπόρον προετοιμάσει, πρὶν ἐργάσασθαι τὴν γῆν; 25 Οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆς, τότε σπείρει μικρὸν μελάνθιον ἢ κύμινον, καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν, καὶ κέγχρον καὶ ζέαν ἐν τοῖς ὁρίοις σου; 26 Καὶ παιδευθήσῃ κρίματι Θεοῦ σου, καὶ εὐφρανθήσῃ. 27 Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ ῥάβδῳ τινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον 28 μετὰ ἄρτου βρωθήσεται· οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγώ εἰμι ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. 29 Καὶ ταῦτα παρὰ Κυρίου σαβαὼθ ἐξῆλθε τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.
Isaías · Septuaginta griega de Brenton
Isaías 28 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (29)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Oseas 7:5; Isaías 28:7; Isaías 28:3–4; 2 Reyes 14:25–27; Isaías 5:22
- 2 Isaías 30:30; Ezequiel 13:11; Nahúm 1:8; Isaías 27:1; Isaías 29:6
- 3 Isaías 26:6; Hebreos 10:29; Isaías 28:1; Daniel 8:13; Apocalipsis 11:2
- 4 Nahúm 3:12; Miqueas 7:1; Oseas 6:4; Isaías 28:1; Salmo 73:19–20
- 5 1 Pedro 5:4; Isaías 62:3; Isaías 60:19; Romanos 11:5–6; Salmo 90:16–17
- 6 Salmo 18:32–34; Juan 5:30; Números 11:16–17; Josué 1:9; Isaías 11:2–4
- 7 Isaías 56:10–12; Lucas 21:34; Miqueas 2:11; Isaías 19:14; Eclesiastés 10:17
- 8 Jeremías 48:26; Proverbios 26:11; Habacuc 2:15–16
- 9 Salmo 131:2; Jeremías 6:10; Juan 12:38; Mateo 11:25; Mateo 21:15–16
- 10 Isaías 28:13; 2 Timoteo 3:7; Jeremías 11:7; Jeremías 25:3–7; Nehemías 9:29–30
- 11 1 Corintios 14:21; Deuteronomio 28:49; Jeremías 5:15; Isaías 33:19
- 12 Mateo 11:28–29; Isaías 30:15; Jeremías 6:16; Isaías 11:10; Jeremías 44:16
- 13 Mateo 13:14; Isaías 6:9–10; 2 Pedro 3:16; Isaías 28:10; Isaías 8:14–15
- 14 Isaías 28:22; Isaías 1:10; Isaías 29:20; Hechos 13:41; Oseas 7:5
- 15 Isaías 8:7–8; Oseas 2:18; Daniel 11:22; Eclesiastés 8:8; Jeremías 5:31
- 16 Salmo 118:22; Hechos 4:11–12; 1 Pedro 2:6–8; Lucas 20:17–18; Romanos 9:33
- 17 2 Reyes 21:13; Apocalipsis 16:21; Amós 7:7–9; Romanos 2:5; Romanos 2:2
- 18 Isaías 7:7; Isaías 8:10; Isaías 28:15; Malaquías 4:1–3; Isaías 28:3
- 19 Habacuc 3:16; Jeremías 19:3; Isaías 33:7; Daniel 8:27; 2 Reyes 24:2
- 20 1 Corintios 1:18–31; Isaías 64:6; Romanos 9:30–32; Jeremías 7:8–10; Isaías 59:5–6
- 21 1 Crónicas 14:11; Josué 10:12; 2 Samuel 5:20; Josué 10:10; 2 Samuel 5:25
- 22 Isaías 10:22–23; Isaías 24:1–23; Lucas 21:24; Lamentaciones 1:14; Jeremías 15:17
- 23 Isaías 1:2; Jeremías 22:29; Deuteronomio 32:1; Apocalipsis 2:14; Apocalipsis 2:11
- 24 Oseas 10:11–12; Jeremías 4:3
- 25 Ezequiel 4:9; Mateo 23:23; Éxodo 9:31–32
- 26 Éxodo 36:2; Éxodo 31:3–6; Santiago 1:17; Job 35:11; Salmo 144:1
- 27 Isaías 41:15; Isaías 27:7–8; Jeremías 10:24; Jeremías 46:28; 2 Reyes 13:7
- 28 Amós 9:9; Isaías 21:10; Mateo 13:37–43; Mateo 3:12; 1 Corintios 3:9
- 29 Romanos 11:33; Job 5:9; Jeremías 32:19; Isaías 9:6; Salmo 92:5
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
Wherefore also Isaiah says: "Thus saith the Lord, Behold, I deposit in the foundations of Zion a stone, precious, elect, the chief, the corner-one, to be had in honour." So, then, we understand that His advent in human nature was not by the will of a man, but by the will of God.
… slavery, and through that astonishment was going on to a desire of trying it, and from it to the trial itself, and thence, perchance, to fall into that bondage whereat he was so astonished, seeing he was ready to enter into "a covenant with death;" and he that loves danger shall fall into it.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
He is called a Stone, not a lifeless stone, cut out by men's hands, but a chief corner-stone, on whom whosoever believeth shall not be put to shame.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
Since then these things are so, and we have broken up for ourselves the fallows of Divinity, so as not to sow upon thorns, and have made plain the face of the ground, being moulded and moulding others by Holy Scripture...let us now enter upon Theological questions, setting at the head thereof the Father, the Son, and the Holy Ghost, …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
"Behold, I lay in Zion a stone, elect, precious: and he that believeth on Him shall not be confounded." Why anointed?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)