1 Καὶ ἦσαν Δεββῶρα καὶ Βαρὰκ υἱὸς Ἀβινεὲμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγοντες, 2 Ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ἰσραὴλ ἐν τῷ ἑκουσιασθῆναι λαὸν, εὐλογεῖτε Κύριον. 3 Ἀκούσατε βασιλεῖς, καὶ ἐνωτίσασθε σατράπαι· ᾄσομαι ἐγώ εἰμι τῷ Κυρίῳ ἐγώ εἰμι, ψαλῶ τῷ Κυρίῳ τῷ Θεῷ Ἰσραήλ. 4 Κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηεὶρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Ἐδὼμ, γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἔσταξε δρόσους, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ. 5 Ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου Ἐλωῒ, τοῦτο Σινὰ ἀπὸ προσώπου Κυρίου Θεοῦ Ἰσραήλ. 6 Ἐν ἡμέραις Σαμεγὰρ υἱοῦ Ἀνὰθ, ἐν ἡμέραις Ἰαὴλ, ἐξέλιπον ὁδοὺς, καὶ ἐπορεύθησαν ἀτραποὺς, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας. 7 Ἐξέλιπον δυνατοὶ ἐν Ἰσραὴλ, ἐξέλιπον ἕως οὗ ἀνέστη Δεββῶρα, ἕως οὗ ἀνέστη μήτηρ ἐν Ἰσραήλ. 8 Ἐξελέξαντο θεοὺς καινοὺς, τότε ἐπολέμησαν πόλεις ἀρχόντων· θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ἰσραήλ. 9 Ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ἰσραήλ· οἱ ἑκούσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε Κύριον. 10 Ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας, καθήμενοι ἐπὶ κριτηρίου, καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφʼ ὁδῷ, 11 διηγεῖσθε, ἀπὸ φωνῆς ἀνακρουομένων ἀναμέσον ὑδρευομένων· ἐκεῖ δώσουσι δικαιοσύνας· Κύριε δικαιοσύνας αὔξησον ἐν Ἰσραήλ· τότε κατέβη εἰς τὰς πόλεις λαὸς Κυρίου. 12 Ἐξεγείρου, ἐξεγείρου, Δεββῶρα· ἐξεγείρου, ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα Βαρὰκ, καὶ αἰχμαλώτισον αἰχμάλωσίαν σου υἱὸς Ἀβινεέμ. 13 Τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς· λαὸς Κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς ἐξ ἐμοῦ. 14 Ἐφραῒμ ἐξεῤῥίζωσεν αὐτοὺς ἐν τῷ Ἀμαλὴκ, ὀπίσω σου Βενιαμὶν ἐν τοῖς λαοῖς σου· ἐν ἐμοὶ Μαχὶρ κατέβησαν ἐξερευνῶντες· καὶ ἀπὸ Ζαβουλὼν ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως. 15 Καὶ ἀρχηγοι ἐν Ἰσσάχαρ μετὰ Δεββώρας καὶ Βαράκ· οὕτω Βαρὰκ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ, εἰς τὰς μερίδας Ῥουβὴν, μεγάλοι ἐξικνούμενοι καρδίαν. 16 Εἰς τί ἐκάθισαν ἀναμέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγελῶν εἰς διαιρέσεις Ῥουβήν; μεγάλοι ἐξετασμοὶ καρδίας. 17 Γαλαάδ ἐν τῷ πέραν τοῦ Ἰορδάνου οὗ ἐσκήνωσε· καὶ Δὰν εἰς τί παροικεῖ πλοίοις; Ἀσὴρ ἐκάθισε παραλίαν θαλασσῶν, καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει. 18 Ζαβουλὼν λαὸς ὠνείδισε ψυχὴν αὐτοῦ εἰς θάνατον, καὶ Νεφθαλὶ ἐπὶ ὕψη ἀγροῦ 19 ἦλθον αὐτῶν. Βασιλεῖς παρετάξαντο, τότε ἐπολέμησαν βασιλεῖς Χαναὰν ἐν Θαναὰχ ἐπὶ ὕδατι Μαγεδδὼ, δῶρον ἀργυρίου οὐκ ἔλαβον. 20 Ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες, ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισάρα. 21 Χειμάῤῥους Κισῶν ἐξέσυρεν αὐτοὺς, χειμάῤῥους ἀρχαίων, χειμάῤῥους Κισῶν· καταπατήσει αὐτὸν ψυχή μου δυνατή. 22 Ὅτε ἐνεποδίσθησαν πτέρναι ἵππου, σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ 23 καταρᾶσθαι Μηρὼζ, εἶπεν ἄγγελος Κυρίου, καταρᾶσθε· ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτὴν, ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν Κυρίου, εἰς βοήθειαν ἐν δυνατοῖς. 24 Εὐλογηθείη ἐν γυναιξὶν Ἰαὴλ γυνὴ Χαβὲρ τοῦ Κιναίου, ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη. 25 Ὕδωρ ᾔτησε, γάλα ἔδωκεν ἐν λεκάνῃ· ὑπερεχόντων προσήνεγκε βούτυρον. 26 Χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινε, καὶ δεξιὰν αὐτῆς εἰς σφύραν κοπίωντων, καὶ ἐσφυροκόπησε Σισάρα, διήλωσε κεφαλὴν αὐτοῦ καὶ ἐπάταξε, διήλωσε κρόταφον αὐτοῦ. 27 Ἀναμέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη· ἔπεσε καὶ ἐκοιμήθη ἀναμέσον τῶν ποδῶν αὐτῆς, κατακλιθεὶς ἔπεσε· καθὼς κατεκλίθη ἐκεῖ ἔπεσεν ἐξοδευθείς. 28 Διὰ τῆς θυρίδος παρέκυψε μήτηρ Σισάρα ἐκτὸς τοῦ τοξικοῦ, διότι ᾐσχύνθη ἅρμα αὐτοῦ; διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ; 29 Αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτὴν, καὶ αὐτὴ ἀπέστρεψε λόγους αὐτῆς ἑαυτῇ, 30 οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; οἰκτίρμων οἰκτειρήσει εἰς κεφαλὴν ἀνδρός· σκῦλα βαμμάτων τῷ Σισάρᾳ, σκῦλα βαμμάτων ποικιλίας, βάμματα ποικιλτῶν αὐτὰ τῷ τραχήλῳ αὐτοῦ σκῦλα. 31 Οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, Κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν, ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.
Jueces · Septuaginta griega de Brenton
Jueces 5 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Abinoam
Named as the father of Barak of Kedesh in Naphtali.
Citado en la guía: Judges 4:6; Judges 4:12; Judges 5:1
Anath
Named only as the father of the judge Shamgar.
Citado en la guía: Judges 3:31; Judges 5:6
Barak
Son of Abinoam from Kedesh in Naphtali whom Deborah summoned to lead ten thousand men from Naphtali and Zebulun against Sisera, and who sang Deborah's song with her.
Citado en la guía: Judges 4:6; Judges 4:14; Judges 5:1
Deborah
Prophetess and wife of Lappidoth who judged Israel from under the Palm of Deborah in the hill country of Ephraim, summoned Barak to fight Sisera, and sang the victory song with…
Citado en la guía: Judges 4:4; Judges 4:9; Judges 5:1
Heber
Kenite who had separated from the descendants of Hobab, pitched his tent near Kedesh, and was at peace with Jabin king of Hazor, and whose wife Jael killed Sisera.
Citado en la guía: Judges 4:11; Judges 4:17; Judges 5:24
Jael
Wife of Heber the Kenite who gave the fleeing Sisera shelter and killed him with a tent peg, and whom Deborah's song calls most blessed among tent-dwelling women.
Citado en la guía: Judges 4:17; Judges 4:21; Judges 5:6
Shamgar
Son of Anath who saved Israel by striking down six hundred Philistines with an oxgoad, and whose days are recalled in Deborah's song.
Citado en la guía: Judges 3:31; Judges 5:6
Referencias cruzadas (30)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Éxodo 15:1; Apocalipsis 15:3–4; Isaías 12:1–6; Salmo 18:1; Apocalipsis 19:1–3
- 2 Jueces 5:9; Salmo 110:3; 2 Crónicas 17:16; Filipenses 2:13; Salmo 136:19–20
- 3 Salmo 138:4–5; Salmo 119:46; Salmo 2:10–12; Salmo 49:1–2; Esdras 7:21
- 4 Deuteronomio 33:2; Salmo 77:17; Salmo 68:7–8; Salmo 18:7–15; Job 9:6
- 5 Éxodo 19:18; Salmo 97:5; Nahúm 1:5; Isaías 64:1–3; Hebreos 12:18
- 6 Isaías 33:8; Jueces 3:31; Lamentaciones 1:4; Levítico 26:22; Salmo 125:5
- 7 2 Samuel 20:19; Isaías 49:23; Romanos 16:13; Ester 9:19; Jueces 4:4–6
- 8 Deuteronomio 32:16–17; Jueces 2:17; Jueces 2:12; Jueces 4:3; 1 Samuel 13:19–22
- 9 Jueces 5:2; 2 Corintios 8:3–4; 1 Crónicas 29:9; 2 Corintios 9:5; 2 Corintios 8:17
- 10 Jueces 12:14; Jueces 10:4; Salmo 105:2; Salmo 145:11; Isaías 28:6
- 11 Miqueas 6:5; Jueces 5:8; 1 Samuel 12:7; Deuteronomio 22:24; Lamentaciones 5:9
- 12 Efesios 4:8; Salmo 68:18; Salmo 57:8; 2 Timoteo 2:26; Efesios 5:14
- 13 Apocalipsis 2:26–27; Salmo 75:7; Isaías 41:15–16; Romanos 8:37; Apocalipsis 3:9
- 14 Números 32:39–40; Jueces 3:13; Jueces 12:15; Jueces 3:27; Jueces 4:10
- 15 Jueces 4:14; Jueces 4:10; Proverbios 22:13; Jueces 4:6; 1 Crónicas 12:32
- 16 Números 32:24; Números 32:1–5; Lamentaciones 3:40–41; Salmo 4:4; Salmo 77:6
- 17 Josué 13:25; Josué 19:24–31; Josué 13:31
- 18 Jueces 4:10; Jueces 4:6; Jueces 4:14; Hechos 20:24; Ester 4:16
- 19 Jueces 5:30; Jueces 1:27; 1 Reyes 4:12; Josué 10:22–27; Apocalipsis 19:19
- 20 Josué 10:11; Jueces 4:15; Salmo 77:17–18; 1 Samuel 7:10
- 21 Jueces 4:7; Salmo 44:5; Miqueas 7:10; 1 Reyes 18:40; Jueces 4:13
- 22 Jeremías 47:4; Salmo 33:17; Salmo 147:10–11; Miqueas 4:13; Salmo 20:7
- 23 1 Corintios 16:22; 1 Samuel 18:17; Jueces 21:9–10; Jeremías 48:10; 1 Corintios 3:9
- 24 Lucas 1:42; Lucas 1:28; Génesis 14:19; Jueces 4:17; Proverbios 31:31
- 25 Jueces 4:19–21
- 26 1 Samuel 17:49–51; Jueces 4:21; 2 Samuel 20:22
- 27 Salmo 52:7; Santiago 2:13; Mateo 7:2
- 28 Jueces 4:15; Cantar de los Cantares 2:9; 2 Reyes 1:2; Santiago 5:7; Proverbios 7:6
- 30 Éxodo 15:9; Salmo 45:14; Job 20:5; Génesis 37:3; 2 Samuel 13:18
- 31 Salmo 37:6; 2 Samuel 23:4; Salmo 19:4–5; Salmo 91:14; Santiago 1:12
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias