1 Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαυὶδ εἰς Χεβρὼν, καὶ εἶπαν αὐτῷ, ἰδοὺ ὀστᾶ σου, καὶ σάρκες σου ἡμεῖς. 2 Καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφʼ ἡμῖν, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ· καὶ εἶπε Κύριος πρὸς σὲ, σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ. 3 Καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρὼν, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου· καὶ χρίουσι τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ. 4 Υἱὸς τριάκοντα ἐτῶν Δαυὶδ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν. 5 Ἑπτὰ ἔτη καὶ μῆνας ἓξ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ἰούδαν, καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν ἐν Ἱερουσαλήμ. 6 Καὶ ἀπῆλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἰερουσαλὴμ πρὸς τὸν Ἱεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν· καὶ ἐῤῥέθη τῷ Δαυὶδ, οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ, λέγοντες, ὅτι οὐκ εἰσελεύσεται Δαυὶδ ὧδε. 7 Καὶ προκατελάβετο Δαυὶδ τὴν περιοχὴν Σιών· αὕτη ἡ πόλις τοῦ Δαυίδ. 8 Καὶ εἶπε Δαυὶδ τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τύπτων Ἰεβουσαῖον, ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυίδ. Διὰ τοῦτο ἐροῦσι, τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσοντάι εἰς οἶκον Κυρίου. 9 Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυίδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας, καὶ τὸν οἶκον αὐτοῦ. 10 Καὶ διεπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετʼ αὐτοῦ. 11 Καὶ ἀπέστειλε Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ, καὶ ξύλα κέδρινα, καὶ τέκτονας ξύλων, καὶ τέκτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυίδ. 12 Καὶ ἔγνω Δαυὶδ, ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ ὅτι ἐπῄρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ. 13 Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ἰερουσαλὴμ, μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρών· καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. 14 Καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμμοὺς, καὶ Σωβὰβ, καὶ Νάθαν, καὶ Σαλωμὼν, 15 καὶ Ἐβεὰρ, καὶ Ἐλισουὲ, καὶ Ναφὲκ, καὶ Ἰεφιὲς, 16 καὶ Ἐλισαμὰ, καὶ Ἐλιδαὲ, καὶ Ἐλιφαλὰθ, 16a Σαμαὲ, Ἰεσσιβὰθ, Νάθαν, Γαλαμαὰν, Ἰεβαὰρ, Θεησοῦς, Ἐλιφαλὰτ, Ναγὲδ, Ναφὲκ, Ἰανάθαν, Λεασαμὺς, Βααλιμὰθ, Ἐλιφαάθ. 17 Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι κέχρισται Δαυὶδ βασιλεὺς ἐπὶ Ἰσραὴλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ, καὶ κατέβη εἰς τὴν περιοχήν. 18 Καὶ οἱ ἀλλόφυλοι παραγίνονται, καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων. 19 Καὶ ἠρώτησε Δαυὶδ διὰ Κυρίου, λέγων, εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους, καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπε Κύριος πρὸς Δαυὶδ, ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου. 20 Καὶ ἦλθε Δαυὶδ ἐκ τῶν ἐπάνω διακοπῶν, καὶ ἔκοψε τοὺς ἀλλοφύλους ἐκεῖ· καὶ εἶπε Δαυὶδ, διέκοψε Κύριος τοὺς ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ, ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐπάνω διακοπῶν. 21 Καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ. 22 Καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι, καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων. 23 Καὶ ἐπηρώτησε Δαυὶδ διὰ Κυρίου· καὶ εἶπε Κύριος, οὐκ ἀναβήσῃ εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπʼ αὐτῶν, καὶ παρέσῃ αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος. 24 Καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ κλαυθμῶνος, τότε καταβήσῃ πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων. 25 Καὶ ἐποιήσε Δαυὶδ καθὼς ἐνετείλατο αὐτῷ Κύριος, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἀπὸ Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.
2 Samuel · Septuaginta griega de Brenton
2 Samuel 5 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
David
The shepherd who became Israel's greatest king and a man after God's own heart.
Citado en la guía: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6
Eliada
Listed tenth among the children born to David in Jerusalem. 1 Chronicles 14:7 calls him Beeliada.
Citado en la guía: 2 Samuel 5:16; 1 Chronicles 3:8; 1 Chronicles 14:7
Eliphelet
Listed eleventh among the children born to David in Jerusalem.
Citado en la guía: 2 Samuel 5:16; 1 Chronicles 3:8; 1 Chronicles 14:7
Elishama
Listed ninth among the children born to David in Jerusalem.
Citado en la guía: 2 Samuel 5:16; 1 Chronicles 3:8; 1 Chronicles 14:7
Elishua
Listed sixth among the children born to David in Jerusalem.
Citado en la guía: 2 Samuel 5:15; 1 Chronicles 3:6; 1 Chronicles 14:5
Hiram
King of Tyre, who sent David envoys, cedar logs, carpenters and stonemasons to build his palace.
Citado en la guía: 2 Samuel 5:11; 1 Kings 5:1; 1 Kings 5:7
Ibhar
Listed fifth among the children born to David in Jerusalem.
Citado en la guía: 2 Samuel 5:15; 1 Chronicles 3:6; 1 Chronicles 14:5
Japhia
Listed eighth among the children born to David in Jerusalem.
Citado en la guía: 2 Samuel 5:15; 1 Chronicles 3:7; 1 Chronicles 14:6
Nathan
Listed third among the children born to David in Jerusalem.
Citado en la guía: 2 Samuel 5:14; 1 Chronicles 3:5; 1 Chronicles 14:4
Nepheg
Listed seventh among the children born to David in Jerusalem.
Citado en la guía: 2 Samuel 5:15; 1 Chronicles 3:7; 1 Chronicles 14:6
Shammua
Listed first among the children born to David in Jerusalem.
Citado en la guía: 2 Samuel 5:14; 1 Chronicles 3:5; 1 Chronicles 14:4
Shobab
Listed second among the children born to David in Jerusalem.
Citado en la guía: 2 Samuel 5:14; 1 Chronicles 3:5; 1 Chronicles 14:4
Lugares
Hebron
One of the region's oldest cities, holding the patriarchs' burial cave (Machpelah). It was David's first royal capital, over Judah.
Citado en la guía: Genesis 23:19; Genesis 13:18; 2 Samuel 5:3
Jerusalem
Set high in the Judean hills (~2,500 ft), Jerusalem was David's royal city, the site of the First and Second Temples, and the stage for Jesus' passion and the church's birth at Pentecost.
Citado en la guía: 2 Samuel 5:6-9; Luke 19:41; Acts 1:8
Referencias cruzadas (26)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 1 Crónicas 11:1–3; Génesis 29:14; 2 Samuel 19:13; Efesios 5:30; 1 Crónicas 12:23–40
- 2 Mateo 2:6; Miqueas 5:4; Ezequiel 34:23; Ezequiel 37:24–25; Juan 10:11
- 3 2 Samuel 2:4; 1 Samuel 16:13; 1 Samuel 23:18; 2 Reyes 11:17; Jueces 11:11
- 4 1 Crónicas 29:27; Lucas 3:23; 1 Crónicas 26:31; 1 Reyes 2:11; 1 Crónicas 3:4
- 5 2 Samuel 2:11; 1 Crónicas 3:4; 1 Reyes 2:11
- 6 Jueces 1:8; Josué 18:28; Josué 15:63; Jueces 1:21; Jeremías 37:10
- 7 1 Reyes 2:10; 2 Samuel 6:12; 2 Samuel 6:16; 2 Crónicas 24:16; 2 Crónicas 5:2
- 8 Josué 15:16–17; 1 Crónicas 11:6–9; 1 Samuel 17:25
- 9 1 Reyes 9:15; 1 Reyes 9:24; 2 Samuel 5:7; 2 Crónicas 32:5; 1 Reyes 11:27
- 10 2 Samuel 3:1; Romanos 8:31; Salmo 46:11; Daniel 2:44–45; Isaías 9:7
- 11 1 Crónicas 14:1; 1 Reyes 5:1–2; 1 Reyes 5:18; 1 Reyes 5:8–10; 2 Samuel 7:2
- 12 2 Samuel 7:16; 1 Reyes 10:9; 1 Crónicas 14:2; Isaías 1:25–27; Daniel 2:30
- 13 1 Crónicas 3:9; Deuteronomio 17:17; 2 Crónicas 11:18–21; 2 Crónicas 13:21; Génesis 25:5–6
- 14 1 Crónicas 3:5–9; 2 Samuel 12:24–25; Lucas 2:31; Mateo 1:6; 1 Crónicas 14:4
- 15 1 Crónicas 14:5; 1 Crónicas 3:6
- 16 1 Crónicas 14:7; 1 Crónicas 3:8
- 17 2 Samuel 23:14; 1 Crónicas 14:8–9; 1 Crónicas 11:16; Salmo 2:1–5; Apocalipsis 11:15–18
- 18 Josué 15:8; Génesis 14:5; Josué 17:15; 2 Samuel 23:13; Isaías 17:5
- 19 2 Samuel 2:1; 1 Samuel 23:2; 2 Samuel 5:23; Proverbios 3:6; Jueces 20:28
- 20 Isaías 28:21
- 21 1 Crónicas 14:11–12; Deuteronomio 7:5; Jeremías 43:12; Deuteronomio 7:25; 1 Samuel 5:2–6
- 22 2 Samuel 5:18; 1 Reyes 20:22; 1 Crónicas 14:13
- 23 1 Crónicas 14:14; Juan 9:6–7; Mateo 8:23–25; Mateo 9:29–30; Josué 8:2
- 24 2 Reyes 7:6; Jueces 4:14; Jueces 7:15; 1 Samuel 14:9–12; 1 Crónicas 14:15
- 25 1 Crónicas 14:16; Isaías 28:21; Josué 16:10
- 16a 1 Crónicas 14:7; 1 Crónicas 3:8
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias