Saltar al texto

Juan · Nuevo Testamento griego de Nestle (1904)

Juan 4 Nuevo Testamento griego de Nestle (1904)

Read in English
Sobre Nestle 1904
  • Edición académica
  • NT: Texto crítico
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1904
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)

1 Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάνης, 2 —καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ,— 3 ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν. 4 Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρίας. 5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρίας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· 6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη. 7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρίας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς Δός μοι πεῖν. 8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. 9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις Πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης; οὐ γὰρ συνχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11 λέγει αὐτῷ Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· 14 ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 15 λέγει πρὸς αὐτὸν ἡ γυνή Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν. 16 λέγει αὐτῇ Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. 17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς Καλῶς εἶπες ὅτι Ἄνδρα οὐκ ἔχω· 18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. 19 λέγει αὐτῷ ἡ γυνή Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ. 21 λέγει αὐτῇ ὁ Ἰησοῦς Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. 22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν· 23 ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν· 24 Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 25 λέγει αὐτῷ ἡ γυνή Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα. 26 λέγει αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι, ὁ λαλῶν σοι. 27 Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν Τί ζητεῖς ἢ τί λαλεῖς μετ’ αὐτῆς; 28 ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις 29 Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ἃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; 30 ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. 31 Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες Ῥαββεί, φάγε. 32 ὁ δὲ εἶπεν αὐτοῖς Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. 33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 34 λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35 οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμόν. ἤδη 36 ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. 37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. 38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. 39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ἃ ἐποίησα. 40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 42 τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου. 43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν. 44 αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. 45 ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. 46 Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ· 47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλεν γὰρ ἀποθνήσκειν. 48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. 50 λέγει αὐτῷ ὁ Ἰησοῦς Πορεύου· ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. 51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι ὑπήντησαν αὐτῷ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ. 52 ἐπύθετο οὖν τὴν ὥραν παρ’ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· εἶπαν οὖν αὐτῷ ὅτι Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. 53 ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς Ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54 Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Lugares

  • Cana

    Hoy: Northern Israel (Galilee)

    Cana's exact site is debated — Kafr Kanna and Khirbet Qana near Nazareth are the leading candidates (approximate location). It is remembered as the place of Jesus' first miracle.

    Citado en la guía: John 2:1-11; John 4:46

  • Shechem

    Hoy: West Bank (near Nablus)

    Shechem lay between Mount Gerizim and Mount Ebal. Abram built an altar here, Joshua gathered Israel for covenant renewal, and Jacob's well stands nearby.

    Citado en la guía: Genesis 12:6; Joshua 24:1; John 4:5

Referencias cruzadas (52)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Juan 3:26; Juan 3:22; 2 Corintios 4:5; Lucas 1:76; 1 Corintios 15:47
  2. 2 1 Corintios 1:13–17; Hechos 10:48
  3. 3 Mateo 10:23; Juan 11:54; Juan 3:22; Juan 10:40; Juan 2:11
  4. 4 Lucas 17:11; Lucas 9:51–52; Mateo 10:5–6; Lucas 2:49
  5. 5 Josué 24:32; Génesis 33:19; Génesis 48:22; Juan 4:12
  6. 6 Hebreos 4:15; Hebreos 2:17; Mateo 8:24; Mateo 4:2; Mateo 27:45
  7. 7 Mateo 10:42; 1 Reyes 17:10; Juan 19:28; Génesis 24:43; 2 Samuel 23:15–17
  8. 8 Juan 6:5–7; Lucas 9:13; Juan 4:39; Juan 4:5
  9. 9 Hechos 10:28; 2 Reyes 17:24–41; Mateo 10:5; Juan 8:48; Lucas 17:16–19
  10. 10 Juan 4:14; Apocalipsis 7:17; Juan 7:37–39; Isaías 44:3; Apocalipsis 21:6
  11. 11 1 Corintios 2:14; Juan 3:4
  12. 12 Juan 8:53; Mateo 12:42; Hebreos 3:3; Isaías 53:2–3; Juan 4:6
  13. 13 Juan 6:27; Isaías 65:13–14; Lucas 16:24
  14. 14 Juan 7:38–39; Juan 6:35; Isaías 49:10; Apocalipsis 7:16; Efesios 1:13–14
  15. 15 Juan 6:34; Romanos 8:5; Salmo 4:6; Santiago 4:3; Juan 6:26
  16. 16 Hebreos 4:13; Apocalipsis 2:23; Juan 21:17; Juan 2:24–25; Juan 4:18
  17. 18 Jeremías 3:20; Romanos 7:3; 1 Corintios 7:10–11; Marcos 10:12; Génesis 34:7–8
  18. 19 Juan 6:14; Lucas 7:39; Juan 9:17; Lucas 7:16; Juan 7:40
  19. 20 Deuteronomio 12:5–11; Génesis 33:18–20; 2 Crónicas 7:12; Génesis 12:6–7; Deuteronomio 11:29
  20. 21 1 Timoteo 2:8; Efesios 2:18; Malaquías 1:11; Mateo 18:20; Juan 4:23
  21. 22 Hechos 17:23; Romanos 9:4–5; Isaías 2:3; Lucas 24:47; Hechos 17:30
  22. 23 Filipenses 3:3; Mateo 15:7–9; Juan 5:25; Gálatas 4:6; Romanos 8:26
  23. 24 2 Corintios 3:17; Mateo 15:8–9; Filipenses 3:3; Salmo 51:17; Isaías 57:15
  24. 25 Juan 1:49; Daniel 9:24–26; Juan 4:29; Juan 4:42; Mateo 1:16
  25. 26 Juan 8:24; Marcos 14:61–62; Juan 9:35–37; Romanos 10:20–21; Mateo 26:63–64
  26. 27 Lucas 7:39; Juan 4:8–9
  27. 28 Juan 4:7; Lucas 24:33; Mateo 28:8; Lucas 24:9; Marcos 16:8–10
  28. 29 Apocalipsis 22:17; 1 Corintios 14:24–25; Juan 1:41–49; Juan 4:25; Juan 4:17–18
  29. 30 Hechos 10:33; Hechos 13:42; Mateo 11:20–24; Mateo 2:1–3; Lucas 17:16–18
  30. 31 Juan 1:38; Génesis 24:33
  31. 32 Job 23:12; Salmo 119:103; Juan 4:34; Proverbios 18:20; Jeremías 15:16
  32. 33 Lucas 9:45; Mateo 16:6–11
  33. 34 Juan 6:38; Juan 5:30; Job 23:12; Juan 17:4; Juan 19:30
  34. 35 Lucas 10:2–3; Mateo 9:37–38
  35. 36 Santiago 5:19–20; 1 Corintios 3:5–9; Romanos 1:13; Proverbios 11:30; 2 Timoteo 4:7–8
  36. 37 Miqueas 6:15; Job 31:8; Jueces 6:3; Lucas 19:21
  37. 38 Juan 1:7; Hechos 10:42–43; 2 Crónicas 36:15; 1 Pedro 1:11–12; Hechos 8:14–17
  38. 39 Juan 4:29; Juan 4:5; Juan 10:41–42; Juan 11:45; Juan 4:42
  39. 40 Apocalipsis 3:20; Lucas 24:29; 2 Corintios 6:1–2; Hechos 16:15; Lucas 8:38
  40. 41 Hechos 1:8; 1 Corintios 2:4–5; Hechos 8:25; Hechos 8:12; Mateo 7:28–29
  41. 42 1 Juan 4:14; Juan 1:29; 1 Timoteo 4:10; 1 Juan 5:20; 2 Corintios 5:19
  42. 43 Marcos 7:27–28; Mateo 15:21–24; Mateo 4:13; Juan 4:40; Romanos 15:8
  43. 44 Mateo 13:57; Lucas 4:24; Marcos 6:4
  44. 45 Juan 2:23; Juan 2:13–16; Deuteronomio 16:16; Lucas 9:53; Juan 3:2
  45. 46 Juan 2:1–11; Salmo 50:15; Oseas 5:15; Mateo 9:18; Lucas 8:42
  46. 47 Hechos 9:38; Juan 11:32; Lucas 7:6–8; Marcos 10:47; Lucas 8:41
  47. 48 Juan 20:29; 1 Corintios 1:22; Hebreos 2:4; Daniel 4:2; Juan 12:37
  48. 49 Marcos 5:23; Marcos 5:35–36; Salmo 88:10–12; Salmo 40:17
  49. 50 Mateo 8:13; Romanos 4:20–21; Marcos 7:29–30; Lucas 17:14; Hechos 14:9–10
  50. 51 1 Reyes 17:23
  51. 53 Salmo 107:20; Lucas 19:9; Salmo 33:9; Hechos 16:34; Hechos 11:14
  52. 54 Juan 2:1–11; Juan 4:45

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 4:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter IV — 1-42)

    It is nothing new to your ears, beloved, that the Evangelist John, like an eagle, takes a loftier flight, and soars above the dark mist of earth, to gaze with steadier eyes upon the light of truth.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Comentario 4:13 John Chrysostom, Homilies on the Gospel of John (Homily XXXII)

    Scripture calls the grace of the Spirit sometimes "Fire," sometimes "Water," showing that these names are not descriptive of its essence, but of its operation; for the Spirit, being Invisible and Simple, cannot be made up of different substances. Now the one John declares, speaking thus, "He shall baptize you with the Holy Ghost, and with Fire" ( Matt. iii.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  3. Cita 4:50 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XXI)

    Then, again, withdrawing Himself [from Judæa], He is found in Samaria; on which occasion, too, He conversed with the Samaritan woman, and while at a distance, cured the son of the centurion by a word, saying, "Go thy way, thy son liveth." Afterwards He went up, the second time, to observe the festival day of the passover in Jerusalem; on …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 4:14 Augustine of Hippo, Confessions (Book VI)

    … out more frequent prayers and tears, that Thou wouldest hasten Thy aid, and enlighten my darkness; and she hurried all the more assiduously to the church, and hung upon the words of Ambrose, praying for the fountain of water that springeth up into everlasting life. For she loved that man as an angel of God, because she knew that it …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Cita 4:49 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXVI)

    He, for example, who is set down in John, is for dragging Him unto his house, and saith, "Come down, for my child is ready to die." But not so this man; rather he is far superior both to him, and to those who let down the bed through the roof.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)