Saltar al texto

Apocalipsis · Texto Patriarcal (Antoniades 1904/1912)

Apocalipsis 1 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 αποκαλυψις ιησου χριστου, ην εδωκεν αυτω ο θεος, δειξαι τοις δουλοις αυτου α δει γενεσθαι εν ταχει, και εσημανεν αποστειλας δια του αγγελου αυτου τω δουλω αυτου ιωαννη,
1 Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεός, δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,
2 ος εμαρτυρησεν τον λογον του θεου και την μαρτυριαν ιησου χριστου, οσα ειδεν.
2 ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδε.
3 μακαριος ο αναγινωσκων και οι ακουοντες τους λογους της προφητειας και τηρουντες τα εν αυτη γεγραμμενα· ο γαρ καιρος εγγυς.
3 μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.
4 ιωαννης ταις επτα εκκλησιαις ταις εν τη ασια· χαρις υμιν και ειρηνη απο [θεου,] ο ων και ο ην και ο ερχομενος, και απο των επτα πνευματων, α ενωπιον του θρονου αυτου,
4 Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ [Θεοῦ], ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων, ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ,
5 και απο ιησου χριστου, ο μαρτυς ο πιστος, ο πρωτοτοκος των νεκρων και ο αρχων των βασιλεων της γης. τω αγαπωντι ημας και λουσαντι ημας απο των αμαρτιων ημων εν τω αιματι αυτου,
5 καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. τῷ ἀγαπῶντι ἡμᾶς καὶ λούσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ,
6 και εποιησεν ημας βασιλειαν, ιερεις τω θεω και πατρι αυτου, αυτω η δοξα και το κρατος εις τους αιωνας των αιωνων· αμην.
6 καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ Θεῷ καὶ πατρὶ αὐτοῦ, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
7 ιδου ερχεται μετα των νεφελων, και οψεται αυτον πας οφθαλμος και οιτινες αυτον εξεκεντησαν, και κοψονται επ αυτον πασαι αι φυλαι της γης. ναι, αμην.
7 Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ᾽ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν.
8 εγω ειμι το α και το ω, λεγει κυριος ο θεος, ο ων και ο ην και ο ερχομενος, ο παντοκρατωρ.
8 Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, λέγει Κύριος ὁ Θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
9 εγω ιωαννης, ο αδελφος υμων και συγκοινωνος εν τη θλιψει και βασιλεια και υπομονη εν ιησου [χριστω], εγενομην εν τη νησω τη καλουμενη πατμω δια τον λογον του θεου και δια την μαρτυριαν ιησου χριστου.
9 Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ [Χριστῷ], ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ.
10 εγενομην εν πνευματι εν τη κυριακη ημερα, και ηκουσα φωνην οπισω μου μεγαλην ως σαλπιγγος
10 ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα φωνὴν ὀπίσω μου μεγάλην ὡς σάλπιγγος
11 λεγουσης· ο βλεπεις γραψον εις βιβλιον και πεμψον ταις επτα εκκλησιαις, εις εφεσον και εις σμυρναν και εις περγαμον και εις θυατειρα και εις σαρδεις και εις φιλαδελφειαν και εις λαοδικειαν.
11 λεγούσης· ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν.
12 και [εκει] επεστρεψα βλεπειν την φωνην ητις ελαλει μετ εμου· και επιστρεψας ειδον επτα λυχνιας χρυσας,
12 Καὶ [ἐκεῖ] ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετ᾽ ἐμοῦ· καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς,
13 και εν μεσω των επτα λυχνιων ομοιον υιω ανθρωπου, ενδεδυμενον ποδηρη και περιεζωσμενον προς τοις μαστοις ζωνην χρυσην·
13 καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον υἱῷ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν·
14 η δε κεφαλη αυτου και αι τριχες λευκαι ως εριον λευκον, ως χιων, και οι οφθαλμοι αυτου ως φλοξ πυρος,
14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός,
15 και οι ποδες αυτου ομοιοι χαλκολιβανω, ως εν καμινω πεπυρωμενοι, και η φωνη αυτου ως φωνη υδατων πολλων,
15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν,
16 και εχων εν τη δεξια χειρι αυτου αστερας επτα, και εκ του στοματος αυτου ρομφαια διστομος οξεια εκπορευομενη, και η οψις αυτου ως ο ηλιος φαινει εν τη δυναμει αυτου.
16 καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
17 και οτε ειδον αυτον, επεσα προς τους ποδας αυτου ως νεκρος, και εθηκεν την δεξιαν αυτου [χειρα] επ εμε λεγων· μη φοβου· εγω ειμι ο πρωτος και ο εσχατος
17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός, καὶ ἔθηκε τὴν δεξιὰν αὐτοῦ [χεῖρα] ἐπ᾽ ἐμὲ λέγων· μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος
18 και ο ζων, και εγενομην νεκρος, και ιδου ζων ειμι εις τους αιωνας των αιωνων, και εχω τας κλεις του θανατου και του αδου.
18 καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου.
19 γραψον ουν α ειδες, και α εισιν και α μελλει γινεσθαι μετα ταυτα·
19 γράψον οὖν ἃ εἶδες, καὶ ἅ εἰσι καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα·
20 το μυστηριον των επτα αστερων ων ειδες επι της δεξιας μου, και τας επτα λυχνιας τας χρυσας. οι επτα αστερες αγγελοι των επτα εκκλησιων εισιν, και αι λυχνιαι αι επτα επτα εκκλησιαι εισιν.
20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσι, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • John

    Seer of Revelation

    The servant of Jesus Christ who received the revelation, writing from the island of Patmos to the seven churches of Asia. The text names him only as John; the Orthodox Church,…

    Citado en la guía: Revelation 1:1; Revelation 1:4; Revelation 1:9

Lugares

  • Patmos

    Hoy: Aegean Sea (Dodecanese, Greece)

    A place of Roman banishment. The exiled apostle John recorded the visions of Revelation here, addressed to seven churches on the nearby mainland.

    Citado en la guía: Revelation 1:9

Referencias cruzadas (20)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Apocalipsis 22:6; Apocalipsis 22:16; Amós 3:7; Gálatas 1:12; Daniel 2:28–29
  2. 2 Juan 19:35; 1 Corintios 1:6; 1 Juan 1:1; Apocalipsis 1:19; Juan 21:24
  3. 3 Lucas 11:28; Apocalipsis 22:10; Romanos 13:11; Proverbios 8:34; 1 Pedro 4:7
  4. 4 Isaías 11:2; Juan 1:1; Hebreos 13:8; Salmo 90:2; Apocalipsis 5:6
  5. 5 Salmo 89:27; Hebreos 9:14; 1 Juan 1:7; Apocalipsis 17:14; Colosenses 1:18
  6. 6 Apocalipsis 5:10; Apocalipsis 20:6; Éxodo 19:6; 1 Pedro 2:5–9; Isaías 61:6
  7. 7 Mateo 24:30; Zacarías 12:10; Daniel 7:13; Juan 19:37; Marcos 14:62
  8. 8 Isaías 44:6; Apocalipsis 22:13; Isaías 43:10; Isaías 48:12; Apocalipsis 21:6
  9. 9 Hechos 14:22; Apocalipsis 3:10; Juan 16:33; Apocalipsis 1:2; Apocalipsis 13:10
  10. 10 Apocalipsis 21:10; 2 Corintios 12:2–4; Apocalipsis 4:1–2; Apocalipsis 17:3; Apocalipsis 10:3–8
  11. 11 Apocalipsis 3:1; Jeremías 30:2; Colosenses 4:15–16; Habacuc 2:2; Apocalipsis 2:12
  12. 12 Zacarías 4:2; Éxodo 25:37; Apocalipsis 1:20–2:1; Apocalipsis 1:13; Ezequiel 43:5–6
  13. 13 Daniel 7:13; Daniel 10:5–6; Daniel 10:16; Éxodo 28:6–8; Apocalipsis 15:6
  14. 14 Daniel 10:6; Daniel 7:9; Apocalipsis 2:18; Apocalipsis 19:12; Mateo 28:3
  15. 15 Ezequiel 43:2; Daniel 10:6; Apocalipsis 14:2; Apocalipsis 19:6; Salmo 93:4
  16. 16 Hebreos 4:12; Apocalipsis 2:12; Apocalipsis 19:15; Apocalipsis 2:16; Efesios 6:17
  17. 17 Isaías 44:6; Daniel 10:8–10; Apocalipsis 22:13; Daniel 8:17–18; Isaías 48:12
  18. 18 Romanos 6:9; Hebreos 7:25; Romanos 14:8–9; Salmo 68:20; Apocalipsis 3:7
  19. 19 Apocalipsis 4:1–11; Apocalipsis 1:11–2:3
  20. 20 Apocalipsis 2:1; Apocalipsis 3:1; Apocalipsis 1:16; Zacarías 4:2; Apocalipsis 3:7

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 1:5 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XXII)

    And the prophet, too, indicates the same, saying, "instead of fathers, children have been born unto thee." For the Lord, having been born "the First-begotten of the dead," and receiving into His bosom the ancient fathers, has regenerated them into the life of God, He having been made Himself the beginning of those that live, as Adam became the beginning …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 1:4 Augustine of Hippo, The City of God (Book XVII, Chapter 4)

    For which reason also the Apostle John writes to the seven churches, showing in that way that he writes to the totality of the one Church; and in the Proverbs of Solomon it is said aforetime, prefiguring this, "Wisdom hath builded her house, she hath strengthened her seven pillars." For the city of God was barren in all nations before …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Cita 1:8 Gregory of Nazianzus, Theological Orations (The Third Theological Oration)

    "The Lord rained down fire from the Lord;" and "A sceptre of righteousness is the sceptre of Thy Kingdom;" and "Which is and was and is to come, the Almighty" --all which are clearly spoken of the Son, with all the other passages of the same force, none of which is an afterthought, or added later to the Son or …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  4. Cita 1:15 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter IX)

    On this account also does John declare in the Apocalypse, "And His voice as the sound of many waters." For the Spirit [of God] is truly [like] many waters, since the Father is both rich and great.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 1:4 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLV)

    The Apocalypse is a book of St. John the Evangelist; and he writes "to seven Churches." Be ye hungered; own ye these baskets.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)