Saltar al texto

Judas · Texto Patriarcal (Antoniades 1904/1912)

Judas 1 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ιουδας, ιησου χριστου δουλος, αδελφος δε ιακωβου, τοις εν θεω πατρι ηγιασμενοις και ιησου χριστω τετηρημενοις κλητοις·
1 Ἰούδας, Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφός δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ ἡγιασμένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·
2 ελεος υμιν και ειρηνη και αγαπη πληθυνθειη.
2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
3 αγαπητοι, πασαν σπουδην ποιουμενος γραφειν υμιν περι της κοινης σωτηριας, αναγκην εσχον γραψαι υμιν παρακαλων επαγωνιζεσθαι τη απαξ παραδοθειση τοις αγιοις πιστει.
3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
4 παρεισεδυσαν γαρ τινες ανθρωποι, οι παλαι προγεγραμμενοι εις τουτο το κριμα, ασεβεις, την του θεου ημων χαριν μετατιθεντες εις ασελγειαν και τον μονον δεσποτην και κυριον ημων ιησουν χριστον αρνουμενοι.
4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
5 υπομνησαι δε υμας βουλομαι, ειδοτας υμας απαξ τουτο, οτι ο κυριος λαον εκ γης αιγυπτου σωσας, το δευτερον τους μη πιστευσαντας απωλεσεν,
5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,
6 αγγελους τε τους μη τηρησαντας την εαυτων αρχην, αλλα απολιποντας το ιδιον οικητηριον εις κρισιν μεγαλης ημερας δεσμοις αιδιοις υπο ζοφον τετηρηκεν·
6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·
7 ως σοδομα και γομορρα και αι περι αυτας πολεις τον ομοιον τουτοις τροπον εκπορνευσασαι και απελθουσαι οπισω σαρκος ετερας προκεινται δειγμα, πυρος αιωνιου δικην υπεχουσαι.
7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
8 ομοιως μεντοι και ουτοι ενυπνιαζομενοι σαρκα μεν μιαινουσιν, κυριοτητα δε αθετουσιν, δοξας δε βλασφημουσιν.
8 ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν.
9 ο δε μιχαηλ ο αρχαγγελος, οτε τω διαβολω διακρινομενος διελεγετο περι του μωσεως σωματος, ουκ ετολμησεν κρισιν επενεγκειν βλασφημιας, αλλ ειπεν· επιτιμησαι σοι κυριος.
9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾽ εἶπεν· ἐπιτιμήσαι σοι Κύριος.
10 ουτοι δε οσα μεν ουκ οιδασιν βλασφημουσιν, οσα δε φυσικως ως τα αλογα ζωα επιστανται, εν τουτοις φθειρονται.
10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
11 ουαι αυτοις, οτι τη οδω του καιν επορευθησαν, και τη πλανη του βαλααμ μισθου εξεχυθησαν, και τη αντιλογια του κορε απωλοντο.
11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.
12 ουτοι εισιν εν ταις αγαπαις υμων σπιλαδες, συνευωχουμενοι αφοβως, εαυτους ποιμαινοντες, νεφελαι ανυδροι υπο ανεμων παραφερομεναι, δενδρα φθινοπωρινα, ακαρπα, δις αποθανοντα, εκριζωθεντα,
12 Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινά, ἄκαρπα, δίς ἀποθανόντα, ἐκριζωθέντα,
13 κυματα αγρια θαλασσης επαφριζοντα τας εαυτων αισχυνας, αστερες πλανηται, οις ο ζοφος του σκοτους εις τον αιωνα τετηρηται.
13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται.
14 προεφητευσεν δε και τουτοις εβδομος απο αδαμ ενωχ λεγων· ιδου ηλθεν κυριος εν αγιαις μυριασιν αυτου,
14 προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνὼχ λέγων· ἰδοὺ ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ,
15 ποιησαι κρισιν κατα παντων και ελεγξαι παντας τους ασεβεις αυτων περι παντων των εργων ασεβειας αυτων ων ησεβησαν και περι παντων των σκληρων ων ελαλησαν κατ αυτου αμαρτωλοι ασεβεις.
15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
16 ουτοι εισιν γογγυσται, μεμψιμοιροι, κατα τας επιθυμιας αυτων πορευομενοι, και το στομα αυτων λαλει υπερογκα, θαυμαζοντες προσωπα ωφελειας χαριν.
16 Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
17 υμεις δε, αγαπητοι, μνησθητε των ρηματων των προειρημενων υπο των αποστολων του κυριου ημων ιησου χριστου,
17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
18 οτι ελεγον υμιν οτι εν εσχατω χρονω εσονται εμπαικται κατα τας εαυτων επιθυμιας πορευομενοι των ασεβειων.
18 ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
19 ουτοι εισιν οι αποδιοριζοντες, ψυχικοι, πνευμα μη εχοντες.
19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ ἔχοντες.
20 υμεις δε, αγαπητοι, τη αγιωτατη υμων πιστει εποικοδομουντες εαυτους, εν πνευματι αγιω προσευχομενοι,
20 Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι,
21 εαυτους εν αγαπη θεου τηρησατε, προσδεχομενοι το ελεος του κυριου ημων ιησου χριστου, εις ζωην αιωνιον.
21 ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον.
22 και ους μεν ελεειτε διακρινομενοι,
22 καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι,
23 ους δε εν φοβω σωζετε, εκ [του] πυρος αρπαζοντες, μισουντες και τον απο της σαρκος εσπιλωμενον χιτωνα.
23 οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ [τοῦ] πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
24 τω δε δυναμενω φυλαξαι αυτους απταιστους και στησαι κατενωπιον της δοξης αυτου αμωμους εν αγαλλιασει,
24 Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
25 μονω σοφω θεω σωτηρι ημων, δοξα και μεγαλωσυνη, κρατος και εξουσια και νυν και εις παντας τους αιωνας· αμην.
25 μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Jude

    Brother of Jesus; letter-writer

    Named in the Gospels among Jesus' brothers as Judas (Matthew 13:55; Mark 6:3), and honored as the author of the epistle of Jude, who calls himself 'a brother of James' (Jude 1).…

    Citado en la guía: Matthew 13:55; Jude 1:1

Referencias cruzadas (25)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Pedro 1:5; 1 Tesalonicenses 5:23; 1 Pedro 2:9; Romanos 1:1; 2 Timoteo 1:9
  2. 2 2 Pedro 1:2; 1 Pedro 1:2; Apocalipsis 1:4–6; Romanos 1:7
  3. 3 1 Timoteo 6:12; Filipenses 1:27; Judas 20; Tito 1:4; 2 Timoteo 1:13
  4. 4 2 Pedro 2:1–3; Gálatas 2:4; 2 Pedro 2:10; Tito 1:15–16; 1 Pedro 2:16
  5. 5 Números 26:64–65; Hebreos 3:16–4:2; 1 Corintios 10:1–12; Salmo 106:26; Números 14:22–37
  6. 6 2 Pedro 2:4; Mateo 25:41; Efesios 6:12; Mateo 8:29; 2 Pedro 2:9
  7. 7 Deuteronomio 29:23; Romanos 1:26–27; 2 Pedro 2:6; Génesis 18:20; Génesis 19:24–26
  8. 8 Hebreos 13:17; 2 Pedro 2:10–12; Éxodo 22:28; 1 Timoteo 1:10; 1 Pedro 2:17
  9. 9 Zacarías 3:2; 2 Pedro 2:11; Deuteronomio 34:6; Apocalipsis 12:7; Daniel 12:1
  10. 10 2 Pedro 2:12; Romanos 1:21–22
  11. 11 2 Pedro 2:15; 1 Juan 3:12; Apocalipsis 2:14; Génesis 4:3–14; Hebreos 11:4
  12. 12 2 Pedro 2:17–20; Mateo 15:13; Ezequiel 34:8; Proverbios 25:14; Filipenses 3:19
  13. 13 2 Pedro 2:17; Filipenses 3:19; Isaías 57:20; Salmo 65:7; Apocalipsis 20:10
  14. 14 Deuteronomio 33:2; Salmo 50:3–5; Hebreos 11:5–6; 2 Tesalonicenses 1:7–8; 1 Tesalonicenses 3:13
  15. 15 1 Corintios 4:5; 1 Timoteo 1:9; Eclesiastés 11:9; Apocalipsis 22:12–15; Romanos 14:10
  16. 16 2 Pedro 2:18; Filipenses 2:14; 2 Pedro 2:10; 1 Timoteo 6:5; Judas 18
  17. 17 2 Pedro 3:2; 1 Juan 4:6; Efesios 4:11; Hechos 20:35; Malaquías 4:4
  18. 18 2 Pedro 3:3; 2 Timoteo 4:3; 2 Timoteo 3:13; 2 Timoteo 3:1–5; 1 Timoteo 4:1–2
  19. 19 1 Corintios 2:14; Proverbios 18:1; Romanos 8:9; Santiago 3:15; Oseas 9:10
  20. 20 Efesios 6:18; Romanos 8:26–27; 1 Corintios 14:15; Colosenses 2:7; 1 Tesalonicenses 5:11
  21. 21 1 Juan 4:16; Lamentaciones 3:25–26; Hebreos 9:28; Juan 15:9–10; 2 Pedro 3:12
  22. 22 Santiago 5:19–20; Gálatas 6:1; 1 Juan 5:16–18; Judas 4–13; Hebreos 6:4–8
  23. 23 1 Timoteo 4:16; 1 Corintios 15:33; Apocalipsis 3:4; 2 Corintios 7:10–12; 2 Tesalonicenses 3:14
  24. 24 2 Timoteo 4:18; Efesios 3:20; Colosenses 1:22; Juan 10:29–30; Hebreos 13:20–21
  25. 25 1 Timoteo 1:17; Apocalipsis 5:13–14; Juan 5:44; 1 Pedro 5:10–11; Apocalipsis 4:9–11

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias