Saltar al texto

Hechos · Texto Patriarcal (Antoniades 1904/1912)

Hechos 28 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και διασωθεντες τοτε επεγνωσαν οτι μελιτη η νησος καλειται.
1 Καὶ διασωθέντες τότε ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται.
2 οι δε βαρβαροι παρειχον ου την τυχουσαν φιλανθρωπιαν ημιν· αναψαντες γαρ πυραν προσελαβοντο παντας ημας δια τον υετον τον εφεστωτα και δια το ψυχος.
2 οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἀνάψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.
3 συστρεψαντος δε του παυλου φρυγανων πληθος και επιθεντος επι την πυραν, εχιδνα απο της θερμης διεξελθουσα καθηψεν της χειρος αυτου.
3 συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης διεξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ.
4 ως δε ειδον οι βαρβαροι κρεμαμενον το θηριον εκ της χειρος αυτου, ελεγον προς αλληλους· παντως φονευς εστιν ο ανθρωπος ουτος, ον διασωθεντα εκ της θαλασσης η δικη ζην ουκ ειασεν.
4 ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους· πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῆν οὐκ εἴασεν.
5 ο μεν ουν αποτιναξας το θηριον εις το πυρ επαθεν ουδεν κακον·
5 ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν·
6 οι δε προσεδοκων αυτον μελλειν πιμπρασθαι η καταπιπτειν αφνω νεκρον. επι πολυ δε αυτων προσδοκωντων και θεωρουντων μηδεν ατοπον εις αυτον γινομενον, μεταβαλλομενοι ελεγον θεον αυτον ειναι.
6 οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸν εἶναι.
7 εν δε τοις περι τον τοπον εκεινον υπηρχεν χωρια τω πρωτω της νησου ονοματι ποπλιω, ος αναδεξαμενος ημας τρεις ημερας φιλοφρονως εξενισεν.
7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
8 εγενετο δε τον πατερα του ποπλιου πυρετοις και δυσεντεριω συνεχομενον κατακεισθαι· προς ον ο παυλος εισελθων και προσευξαμενος και επιθεις τας χειρας αυτω ιασατο αυτον.
8 ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
9 τουτου ουν γενομενου και οι λοιποι οι εχοντες ασθενειας εν τη νησω προσηρχοντο και εθεραπευοντο·
9 τούτου οὖν γενομένου καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο·
10 οι και πολλαις τιμαις ετιμησαν ημας και αναγομενοις επεθεντο τα προς την χρειαν.
10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν.
11 μετα δε τρεις μηνας ανηχθημεν εν πλοιω παρακεχειμακοτι εν τη νησω, αλεξανδρινω, παρασημω διοσκουροις,
11 Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις,
12 και καταχθεντες εις συρακουσας επεμειναμεν ημερας τρεις·
12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς·
13 οθεν περιελθοντες κατηντησαμεν εις ρηγιον, και μετα μιαν ημεραν επιγενομενου νοτου δευτεραιοι ηλθομεν εις ποτιολους·
13 ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους·
14 ου ευροντες αδελφους παρεκληθημεν επ αυτοις επιμειναι ημερας επτα, και ουτως εις την ρωμην ηλθομεν.
14 οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ἐπ᾽ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά, καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν.
15 κακειθεν οι αδελφοι ακουσαντες τα περι ημων εξηλθον εις απαντησιν ημιν αχρι αππιου φορου και τριων ταβερνων, ους ιδων ο παυλος ευχαριστησας τω θεω ελαβεν θαρσος.
15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου φόρου καὶ Τριῶν ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ Θεῷ ἔλαβε θάρσος.
16 οτε δε ηλθομεν εις ρωμην, ο εκατονταρχης παρεδωκεν τους δεσμιους τω στρατοπεδαρχη· τω δε παυλω επετραπη μενειν καθ εαυτον συν τω φυλασσοντι αυτον στρατιωτη.
16 Ὅτε δὲ ἤλθομεν εἰς Ῥώμην, ὁ ἑκατοντάρχης παρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾽ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
17 εγενετο δε μετα ημερας τρεις συγκαλεσασθαι τον παυλον τους οντας των ιουδαιων πρωτους· συνελθοντων δε αυτων ελεγεν προς αυτους· ανδρες αδελφοι, εγω ουδεν εναντιον ποιησας τω λαω η τοις εθεσιν τοις πατρωοις δεσμιος εξ ιεροσολυμων παρεδοθην εις τας χειρας των ρωμαιων·
17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγε πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων·
18 οιτινες ανακριναντες με εβουλοντο απολυσαι δια το μηδεμιαν αιτιαν θανατου υπαρχειν εν εμοι.
18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί.
19 αντιλεγοντων δε των ιουδαιων ηναγκασθην επικαλεσασθαι καισαρα, ουχ ως του εθνους μου εχων τι κατηγορησαι.
19 ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι.
20 δια ταυτην ουν την αιτιαν παρεκαλεσα υμας ιδειν και προσλαλησαι· ενεκεν γαρ της ελπιδος του ισραηλ την αλυσιν ταυτην περικειμαι.
20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
21 οι δε προς αυτον ειπον· ημεις ουτε γραμματα περι σου εδεξαμεθα απο της ιουδαιας, ουτε παραγενομενος τις των αδελφων απηγγειλεν η ελαλησεν τι περι σου πονηρον.
21 οἱ δὲ πρὸς αὐτὸν εἶπον· ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν.
22 αξιουμεν δε παρα σου ακουσαι α φρονεις· περι μεν γαρ της αιρεσεως ταυτης γνωστον εστιν ημιν οτι πανταχου αντιλεγεται.
22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
23 ταξαμενοι δε αυτω ημεραν ηκον προς αυτον εις την ξενιαν πλειονες, οις εξετιθετο διαμαρτυρομενος την βασιλειαν του θεου πειθων τε αυτους τα περι του ιησου απο τε του νομου μωυσεως και των προφητων απο πρωι εως εσπερας.
23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας.
24 και οι μεν επειθοντο τοις λεγομενοις, οι δε ηπιστουν.
24 καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν.
25 ασυμφωνοι δε οντες προς αλληλους απελυοντο, ειποντος του παυλου ρημα εν, οτι καλως το πνευμα το αγιον ελαλησεν δια ησαιου του προφητου προς τους πατερας ημων
25 ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν λέγον·
26 λεγον· πορευθητι προς τον λαον τουτον και ειπον· ακοη ακουσετε και ου μη συνητε, και βλεποντες βλεψετε και ου μη ιδητε·
26 πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἶπον· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
27 επαχυνθη γαρ η καρδια του λαου τουτου, και τοις ωσιν βαρεως ηκουσαν, και τους οφθαλμους αυτων εκαμμυσαν, μηποτε ιδωσιν τοις οφθαλμοις και τοις ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν, και ιασομαι αυτους.
27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.
28 γνωστον ουν εστω υμιν οτι τοις εθνεσιν απεσταλη [τουτο] το σωτηριον του θεου, αυτοι και ακουσονται.
28 γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη [τοῦτο] τὸ σωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται.
29 και ταυτα αυτου ειποντος απηλθον οι ιουδαιοι πολλην εχοντες εν εαυτοις συζητησιν.
29 καὶ ταῦτα αὐτοῦ εἰπόντος ἀπῆλθον οἱ Ἰουδαῖοι πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.
30 εμεινεν δε ο παυλος διετιαν ολην εν ιδιω μισθωματι και απεδεχετο παντας τους εισπορευομενους προς αυτον,
30 Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
31 κηρυσσων την βασιλειαν του θεου και διδασκων τα περι του κυριου ιησου χριστου μετα πασης παρρησιας ακωλυτως.
31 κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Publius

    Chief official of Malta

    The leading man of the island of Malta who hosted Paul and his companions for three days; Paul healed his father of fever and dysentery.

    Citado en la guía: Acts 28:7; Acts 28:8

Lugares

  • Caesarea Maritima

    Hoy: Israel's Mediterranean coast · En: Third Journey · En: The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Citado en la guía: Acts 10:1; Acts 23:23; Acts 25:11

  • Rome

    Hoy: Italy · En: The Journey to Rome

    The empire's heart. Paul wrote his great letter to the church here before arriving in chains, then ministered under guard while awaiting trial before Caesar.

    Citado en la guía: Acts 28:16; Romans 1:7; Acts 19:21

  • Fair Havens (Crete)

    En: The Journey to Rome

  • Malta (shipwreck)

    En: The Journey to Rome

Referencias cruzadas (28)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Hechos 27:26; Hechos 27:44; Hechos 27:39; Hechos 16:10
  2. 2 Colosenses 3:11; Romanos 1:14; Hebreos 13:2; Hechos 28:4; 2 Corintios 11:27
  3. 3 Mateo 23:33; Mateo 12:34; Hechos 28:4; 2 Corintios 11:23; Mateo 3:7
  4. 4 Lucas 13:2; Lucas 13:4; Hechos 28:2; Hechos 28:5; Juan 7:24
  5. 5 Lucas 10:19; Marcos 16:18; Salmo 91:13; Apocalipsis 9:3–4; Números 21:6–9
  6. 6 Hechos 12:22; Hechos 14:11–13; Mateo 21:9
  7. 7 Mateo 10:40–41; Hechos 13:7; Lucas 19:6–9; Hechos 18:12; Hechos 28:2
  8. 8 Hechos 9:40; Marcos 6:5; Mateo 9:18; Santiago 5:14–16; Mateo 10:8
  9. 9 Mateo 4:24; Hechos 5:12; Hechos 5:15; Marcos 6:54–56
  10. 10 1 Tesalonicenses 2:6; Mateo 6:31–34; Filipenses 4:19; Filipenses 4:11–12; Esdras 7:27
  11. 11 Hechos 27:6; Isaías 45:20; 1 Corintios 8:4; Hechos 6:9; Jonás 1:5
  12. 13 Hechos 27:13
  13. 14 Hechos 20:6; Génesis 7:4; Hechos 21:7–8; Hechos 21:4; Génesis 8:10–12
  14. 15 Hebreos 13:3; Romanos 15:24; Hechos 10:25; Éxodo 4:14; Salmo 27:14
  15. 16 Hechos 27:3; Hechos 24:23; Hechos 28:30–31; Romanos 1:7–15; Hechos 23:11
  16. 17 Hechos 25:8; Hechos 6:14; Hechos 25:10; Hechos 22:5; Hechos 21:33–40
  17. 18 Hechos 26:31–32; Hechos 23:29; Hechos 22:24–25; Hechos 22:30; Hechos 24:10
  18. 19 Hechos 26:32; Hechos 25:25; Hechos 25:21; Hechos 25:10–12; 1 Pedro 2:22–23
  19. 20 Hechos 26:6–7; 2 Timoteo 2:9; Efesios 6:20; Hechos 26:29; Filipenses 1:13
  20. 21 Isaías 41:11; Isaías 54:17; Isaías 50:8; Hechos 22:5; Éxodo 11:7
  21. 22 Hechos 24:14; 1 Pedro 2:12; 1 Pedro 3:16; Hechos 16:20–21; 1 Pedro 4:14–16
  22. 23 Hechos 19:8; Hechos 17:2–3; Hechos 18:28; Hechos 26:22–23; Lucas 24:26–27
  23. 24 Hechos 14:4; Hechos 17:4–5; Hechos 19:8–9; Hechos 18:6–8; Romanos 3:3
  24. 25 Mateo 15:7; Marcos 7:6; 2 Pedro 1:21
  25. 26 Isaías 6:9–10; Ezequiel 12:2; Isaías 42:19–20; Mateo 13:14–15; Marcos 4:12
  26. 27 Isaías 6:10
  27. 28 Lucas 2:30–32; Hechos 26:17–18; Romanos 3:29–30; Lucas 3:6; Romanos 15:8–16
  28. 31 Hechos 4:29; Efesios 6:19–20; Hechos 28:23; Mateo 4:23; Filipenses 1:14

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 28:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily LIV)

    "Showed," he says, "no little kindness to us--barbarians" (as they were )--"having kindled a fire:" else it were of no use that their lives be saved, if the wintry weather must destroy them. Then Paul having taken brushwood, laid it on the fire.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)