Saltar al texto

Lucas · Texto Patriarcal (Antoniades 1904/1912)

Lucas 13 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 παρησαν δε τινες εν αυτω τω καιρω απαγγελλοντες αυτω περι των γαλιλαιων, ων το αιμα πιλατος εμιξεν μετα των θυσιων αυτων.
1 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν.
2 και αποκριθεις ο ιησους ειπεν αυτοις· δοκειτε οτι οι γαλιλαιοι ουτοι αμαρτωλοι παρα παντας τους γαλιλαιους εγενοντο, οτι τοιαυτα πεπονθασιν;
2 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν;
3 ουχι, λεγω υμιν, αλλ εαν μη μετανοητε, παντες ωσαυτως απολεισθε.
3 οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε.
4 η εκεινοι οι δεκα και οκτω, εφ ους επεσεν ο πυργος εν τω σιλωαμ και απεκτεινεν αυτους, δοκειτε οτι ουτοι οφειλεται εγενοντο παρα παντας [τους] ανθρωπους τους κατοικουντας εν ιερουσαλημ;
4 ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ᾽ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας [τοὺς] ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ;
5 ουχι, λεγω υμιν, αλλ εαν μη μετανοησητε, παντες ομοιως απολεισθε.
5 οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε.
6 ελεγεν δε ταυτην την παραβολην· συκην ειχεν τις εν τω αμπελωνι αυτου πεφυτευμενην, και ηλθεν ζητων καρπον εν αυτη, και ουχ ευρεν.
6 Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν.
7 ειπεν δε προς τον αμπελουργον· ιδου τρια ετη ερχομαι ζητων καρπον εν τη συκη ταυτη, και ουχ ευρισκω· εκκοψον αυτην· ινατι και την γην καταργει;
7 εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ;
8 ο δε αποκριθεις ειπεν αυτω· κυριε, αφες αυτην και τουτο το ετος, εως οτου σκαψω περι αυτην και βαλω κοπρια.
8 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια.
9 καν μεν ποιηση καρπον· ει δε μηγε, εις το μελλον εκκοψεις αυτην.
9 κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.
10 ην δε διδασκων εν μια των συναγωγων εν τοις σαββασιν.
10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι.
11 και ιδου γυνη ην πνευμα εχουσα ασθενειας ετη δεκα και οκτω, και ην συγκυπτουσα και μη δυναμενη ανακυψαι εις το παντελες.
11 καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές.
12 ιδων δε αυτην ο ιησους προσεφωνησεν και ειπεν αυτη· γυναι, απολελυσαι της ασθενειας σου·
12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου·
13 και επεθηκεν αυτη τας χειρας· και παραχρημα ανωρθωθη και εδοξαζεν τον θεον.
13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν.
14 αποκριθεις δε ο αρχισυναγωγος, αγανακτων οτι τω σαββατω εθεραπευσεν ο ιησους, ελεγεν τω οχλω· εξ ημεραι εισιν εν αις δει εργαζεσθαι· εν ταυταις ουν ερχομενοι θεραπευεσθε, και μη τη ημερα του σαββατου.
14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
15 απεκριθη ουν αυτω ο κυριος και ειπεν· υποκριτα, εκαστος υμων τω σαββατω ου λυει τον βουν αυτου η τον ονον απο της φατνης και απαγαγων ποτιζει;
15 ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· ὑποκριτά, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει;
16 ταυτην δε, θυγατερα αβρααμ ουσαν, ην εδησεν ο σατανας ιδου δεκα και οκτω ετη, ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου;
16 ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
17 και ταυτα λεγοντος αυτου κατησχυνοντο παντες οι αντικειμενοι αυτω, και πας ο οχλος εχαιρεν επι πασιν τοις ενδοξοις τοις γινομενοις υπ αυτου.
17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾽ αὐτοῦ.
18 ελεγεν δε· τινι ομοια εστιν η βασιλεια του θεου, και τινι ομοιωσω αυτην;
18 Ἔλεγε δέ· τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
19 ομοια εστιν κοκκω σιναπεως, ον λαβων ανθρωπος εβαλεν εις κηπον εαυτου· και ηυξησεν και εγενετο εις δενδρον μεγα, και τα πετεινα του ουρανου κατεσκηνωσεν εν τοις κλαδοις αυτου.
19 ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
20 παλιν ειπεν· τινι ομοιωσω την βασιλειαν του θεου;
20 Πάλιν εἶπε· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ;
21 ομοια εστιν ζυμη, ην λαβουσα γυνη εκρυψεν εις αλευρου σατα τρια, εως ου εζυμωθη ολον.
21 ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
22 και διεπορευετο κατα πολεις και κωμας διδασκων και πορειαν ποιουμενος εις ιερουσαλημ.
22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.
23 ειπεν δε τις αυτω· κυριε, ει ολιγοι οι σωζομενοι; ο δε ειπεν προς αυτους·
23 εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς·
24 αγωνιζεσθε εισελθειν δια της στενης πυλης· οτι πολλοι, λεγω υμιν, ζητησουσιν εισελθειν και ουκ ισχυσουσιν.
24 ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν.
25 αφ ου αν εγερθη ο οικοδεσποτης και αποκλειση την θυραν, και αρξησθε εξω εσταναι και κρουειν την θυραν λεγοντες· κυριε κυριε, ανοιξον ημιν· και αποκριθεις ερει υμιν, ουκ οιδα υμας ποθεν εστε·
25 ἀφ᾽ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.
26 τοτε αρξεσθε λεγειν· εφαγομεν ενωπιον σου και επιομεν, και εν ταις πλατειαις ημων εδιδαξας·
26 τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας·
27 και ερει· λεγω υμιν, ουκ οιδα υμας ποθεν εστε· αποστητε απ εμου παντες οι εργαται της αδικιας.
27 καὶ ἐρεῖ· λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾽ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας.
28 εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων, οταν οψησθε αβρααμ και ισαακ και ιακωβ και παντας τους προφητας εν τη βασιλεια του θεου, υμας δε εκβαλλομενους εξω,
28 ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω,
29 και ηξουσιν απο ανατολων και δυσμων και απο βορρα και νοτου, και ανακλιθησονται εν τη βασιλεια του θεου.
29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
30 και ιδου εισιν εσχατοι οι εσονται πρωτοι, και εισιν πρωτοι οι εσονται εσχατοι.
30 καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶ πρῶτοι οἳ ἔσονται ἔσχατοι.
31 εν αυτη τη ημερα προσηλθον τινες φαρισαιοι λεγοντες αυτω· εξελθε και πορευου εντευθεν, οτι ηρωδης θελει σε αποκτειναι.
31 Ἐν αὐτῇ τῇ ἡμέρᾳ προσῆλθόν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.
32 και ειπεν αυτοις· πορευθεντες ειπατε τη αλωπεκι ταυτη· ιδου εκβαλλω δαιμονια και ιασεις επιτελω σημερον και αυριον, και τη τριτη τελειουμαι·
32 καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι·
33 πλην δει με σημερον και αυριον και τη εχομενη πορευεσθαι, οτι ουκ ενδεχεται προφητην απολεσθαι εξω ιερουσαλημ.
33 πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.
34 ιερουσαλημ ιερουσαλημ, η αποκτεννουσα τους προφητας και λιθοβολουσα τους απεσταλμενους προς αυτην! ποσακις ηθελησα επισυναξαι τα τεκνα σου ον τροπον ορνις την εαυτης νοσσιαν υπο τας πτερυγας, και ουκ ηθελησατε!
34 Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε!
35 ιδου αφιεται υμιν ο οικος υμων [ερημος]. λεγω δε υμιν οτι ου μη με ιδητε εως αν ηξη οτε ειπητε· ευλογημενος ο ερχομενος εν ονοματι κυριου.
35 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν [ἔρημος]. λέγω δὲ ὑμῖν ὅτι οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ ὅτε εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Referencias cruzadas (34)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Pedro 4:17–18; Lamentaciones 2:20; Hechos 5:37; Ezequiel 9:5–7; Mateo 27:2
  2. 2 Juan 9:2; Hechos 28:4; Job 22:5–16; Lucas 13:4
  3. 3 Hechos 3:19; Mateo 3:2; Hechos 2:38–40; Lucas 13:5; Apocalipsis 2:21–22
  4. 4 Nehemías 3:15; Mateo 6:12; Job 1:19; Mateo 18:24
  5. 5 Ezequiel 18:30; Lucas 13:3; Isaías 28:10–13
  6. 6 Juan 15:16; Isaías 5:1–4; Gálatas 5:22; Mateo 21:19–20; Jeremías 2:21
  7. 7 Mateo 7:19; Lucas 3:9; Juan 15:6; Juan 15:2; Romanos 2:4–5
  8. 8 Romanos 10:1; 2 Pedro 3:9; Joel 2:17; Jeremías 15:1; Josué 7:7–9
  9. 9 Juan 15:2; Hebreos 6:8; Salmo 69:22–28; Esdras 9:14–15; Apocalipsis 16:5–7
  10. 10 Mateo 4:23; Lucas 4:44; Lucas 4:15–16
  11. 11 Lucas 8:2; Lucas 13:16; Lucas 8:27; Lucas 8:43; Salmo 6:2
  12. 12 Salmo 107:20; Mateo 8:16; Lucas 6:8–10; Lucas 13:16; Isaías 65:1
  13. 13 Salmo 107:20–22; Marcos 16:18; Marcos 5:23; Marcos 6:5; Lucas 4:40
  14. 14 Éxodo 20:9; Mateo 12:2; Juan 9:14–16; Juan 5:15–16; Lucas 6:7
  15. 15 Lucas 14:5; Juan 7:21–24; Lucas 6:42; Hechos 13:9–10; Mateo 7:5
  16. 16 Marcos 2:27; Lucas 19:9; Lucas 3:8; Hechos 13:26; Juan 8:44
  17. 17 1 Pedro 3:16; Salmo 132:18; Salmo 109:29; Lucas 19:48; Isaías 45:24
  18. 18 Marcos 4:30–34; Lucas 17:21; Mateo 13:31–32; Marcos 4:26; Lucas 13:20
  19. 19 Daniel 4:12; Daniel 2:44–45; Ezequiel 17:22–24; Daniel 4:21; Marcos 4:31–32
  20. 21 Mateo 13:33; 1 Corintios 5:6; Proverbios 4:18; Filipenses 1:6; Juan 4:14
  21. 22 Lucas 9:51; Mateo 9:35; Marcos 10:32–34; Lucas 4:43–44; Hechos 10:38
  22. 23 Mateo 7:14; Mateo 22:14; Lucas 12:13–15; Juan 21:21–22; Mateo 20:16
  23. 24 Mateo 7:13–14; 2 Pedro 1:10; 1 Corintios 9:24–27; Hebreos 4:11; Lucas 21:36
  24. 25 Lucas 13:27; Mateo 25:10–12; Mateo 7:21–23; Lucas 6:46; Isaías 55:6
  25. 26 Tito 1:16; Isaías 58:2; 2 Timoteo 3:5
  26. 27 Salmo 6:8; Mateo 25:41; Salmo 119:115; Mateo 7:22–23; Salmo 1:6
  27. 28 Mateo 8:11–12; Mateo 22:13; Mateo 25:30; Apocalipsis 22:15; Mateo 13:42
  28. 29 Malaquías 1:11; Isaías 66:18–20; Isaías 49:6; Isaías 43:6; Isaías 54:2–3
  29. 30 Mateo 19:30; Mateo 21:28–31; Marcos 10:31; Mateo 20:16; Mateo 3:9–10
  30. 31 Nehemías 6:9–11; Salmo 11:1–2; Mateo 14:1; Amós 7:12–13
  31. 32 Hebreos 2:10; Hebreos 5:9; Juan 17:4–5; Juan 11:8–10; Ezequiel 13:4
  32. 33 Lucas 9:53; Mateo 21:11; Mateo 20:18; Juan 4:34; Hechos 13:27
  33. 34 Mateo 23:37–39; Deuteronomio 32:11–12; Hechos 7:52; Lucas 19:41–42; Isaías 30:15
  34. 35 Salmo 118:26; Marcos 11:9–10; Juan 12:13; Mateo 21:9; Juan 14:19–23

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 13:6 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LX)

    Touching "the fig-tree" which had its three years' trial, and bare no fruit, and "the woman which was in an infirmity eighteen years," hearken to what the Lord may grant me to say. The fig-tree is the human race. And the three years are the three times; one before the Law, the second under the Law, the third under grace.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Cita 13:16 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters XXIII–XXIV)

    another woman was also healed, after suffering in like manner for eighteen years; concerning whom the Lord said, "And ought not this daughter of Abraham, whom Satan has bound during eighteen years, to be set free on the Sabbath-day?" If, then, the former was a type of the twelfth Æon that suffered, the latter should also be a type of …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 13:21 Augustine of Hippo, On Christian Doctrine (Book III, Chapters 22–27)

    … sense, as when He said, "Beware of the leaven of the Pharisees," and in a good sense, as when He said, "The kingdom of heaven is like unto leaven, which a woman took and hid in three measures of meal, till the whole was leavened."

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Cita 13:21 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLVI)

    "The Kingdom of Heaven is like unto leaven, which a woman took, and hid in three measures of meal, until the whole was leavened." For as this converts the large quantity of meal into its own quality, even so shall ye convert the whole world.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 13:28 Irenaeus of Lyons, Against Heresies (Book IV, Preface)

    … and shall recline with Abraham, and Isaac, and Jacob in the kingdom of heaven;" and then again by saying to the Jews, "When ye shall see Abraham, and Isaac, and Jacob, and all the prophets in the kingdom of heaven, but you yourselves cast out." This, then, is a clear point, that those who disallow his salvation, and frame the …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)