1 Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς. 2 καὶ προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; 4 οἱ δὲ εἶπον· ἐπέτρεψε Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. 5 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός· 7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 8 ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ· 9 ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. 10 καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν, 11 καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾽ αὐτήν· 12 καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται. 13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά. 17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰμὴ εἷς ὁ Θεός. 19 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν σου. 22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται! 24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν· 25 εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι; 27 ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾽ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ. 28 Ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. 29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ πατέρα καὶ μητέρα καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι. 32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, 33 ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. 35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν. 36 ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετε ποιῆσαί με ὑμῖν; 37 οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 οἱ δὲ εἶπον αὐτῷ· δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται. 41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· 43 οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾽ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44 καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος· 45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. 46 Καὶ ἔρχονται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυῒδ Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με. 49 καὶ στὰς ὁ Ἰησοῦς εἶπε· φωνήσατε αὐτόν· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε· φωνεῖ σε. 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ῥαββουνί, ἵνα ἀναβλέψω. 52 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.
Marcos · Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Marcos 10 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- eBible.org's accented text of the 1904 edition with 20 corrections from later printings. For the 1912-based text checked by Maurice Robinson, see PT (Robinson).
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Bartimaeus
A blind beggar, son of Timaeus, who sat beside the road at Jericho and cried to Jesus as Son of David and received his sight.
Citado en la guía: Mark 10:46
Timaeus
Named in Mark 10:46 as the father of the blind beggar Bartimaeus.
Citado en la guía: Mark 10:46
Referencias cruzadas (51)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Juan 10:40; Marcos 6:34; Mateo 4:23; Marcos 4:2; Jeremías 32:33
- 2 1 Corintios 7:10–11; Juan 8:6; Mateo 23:13; Lucas 11:53–54; Lucas 7:30
- 3 Gálatas 4:21; Isaías 8:20; Juan 5:39; Lucas 10:25
- 4 Deuteronomio 24:1–4; Mateo 5:31–32; Mateo 19:7; Mateo 1:19; Isaías 50:1
- 5 Mateo 19:8; Hechos 7:51; Nehemías 9:16–17; Nehemías 9:26; Hebreos 3:7–10
- 6 Génesis 1:27; Génesis 5:2; Génesis 1:1; Génesis 2:20–23; Malaquías 2:14–16
- 7 Génesis 2:24; Mateo 19:5–6; Efesios 5:31
- 8 Efesios 5:28; Génesis 2:24; 1 Corintios 6:16
- 9 Romanos 7:1–3
- 10 Marcos 9:33; Marcos 9:28; Marcos 4:10
- 11 Mateo 5:31–32; Romanos 7:3; Mateo 19:9; 1 Corintios 7:10–11; Lucas 16:18
- 12 1 Corintios 7:11; 1 Corintios 7:13
- 13 Mateo 19:13–15; Lucas 18:15–17; Deuteronomio 31:12–13
- 14 Mateo 19:14; Mateo 18:4; Mateo 18:10; Salmo 131:1–2; Lucas 18:15–16
- 15 Mateo 18:3; Lucas 18:17; Juan 3:3–6
- 16 Isaías 40:11; Marcos 9:36; Génesis 48:14–16; Lucas 24:50–51; Deuteronomio 28:3
- 17 Mateo 19:16–30; Lucas 18:18–30; Romanos 2:7; Juan 6:27–28; Lucas 10:25
- 18 Lucas 18:19; Mateo 19:17; 1 Juan 4:16; Romanos 3:12; 1 Samuel 2:2
- 19 Éxodo 20:12–17; Romanos 13:9; Santiago 2:11; Lucas 18:20; Mateo 19:17–19
- 20 Ezequiel 33:31–32; 2 Timoteo 3:5; Filipenses 3:6; Romanos 7:9; Mateo 19:20
- 21 Mateo 6:19–21; Apocalipsis 2:4; 1 Timoteo 6:17–19; Lucas 18:22; Lucas 10:42
- 22 1 Juan 2:15–16; 1 Timoteo 6:9–10; Lucas 12:15; Efesios 5:5; 2 Timoteo 4:10
- 23 1 Corintios 1:26; Santiago 2:5; Lucas 18:24; Marcos 3:5; 2 Pedro 1:11
- 24 Proverbios 11:28; Santiago 5:1–3; Salmo 52:7; 1 Timoteo 6:17; Apocalipsis 3:17
- 25 Mateo 19:24–25; Lucas 18:25; Mateo 23:24; Jeremías 13:23; Mateo 7:3–5
- 26 Hechos 16:31; Romanos 10:9–13; 2 Corintios 11:23; Marcos 6:51; Marcos 7:37
- 27 Jeremías 32:27; Mateo 19:26; Job 42:2; Jeremías 32:17; Génesis 18:13–14
- 28 Mateo 19:27–30; Marcos 1:16–20; Lucas 14:33; Lucas 18:28–30; Filipenses 3:7–9
- 29 1 Corintios 9:23; Mateo 5:10–11; Apocalipsis 2:3; Hebreos 11:24–26; Marcos 8:35
- 30 Filipenses 3:8; Lucas 18:30; 2 Corintios 6:10; Santiago 1:12; Proverbios 3:9–10
- 31 Mateo 19:30; Lucas 13:30; Mateo 20:16; Romanos 9:30–33; Lucas 18:11–14
- 32 Mateo 20:17–19; Lucas 18:31–34; Lucas 9:51; Marcos 4:34; Juan 11:8
- 33 Mateo 20:17–19; Mateo 27:2; Hechos 13:27; Mateo 16:21; Hechos 3:13–14
- 34 Mateo 26:67; Mateo 16:21; Marcos 14:65; Lucas 22:63–65; Marcos 15:17–20
- 35 Mateo 20:20–28; 2 Samuel 14:4–11; 1 Reyes 2:16; Marcos 14:33; Marcos 1:19–20
- 36 Juan 15:7; 1 Reyes 3:5–15; Marcos 10:51
- 37 Mateo 19:28; Marcos 16:19; Lucas 24:26; Salmo 110:1; 1 Reyes 22:19
- 38 Lucas 12:50; Mateo 20:21–22; Juan 18:11; Santiago 4:3; Salmo 75:8
- 39 Hechos 12:2; Apocalipsis 1:9; Juan 17:14; Colosenses 1:24; Juan 13:37
- 40 Mateo 20:23; Mateo 25:34; Juan 17:24; Hebreos 11:16; Juan 17:2
- 41 Mateo 20:24; Proverbios 13:10; Romanos 12:10; Filipenses 2:3; Marcos 9:33–36
- 42 1 Pedro 5:3; Lucas 22:25; Mateo 20:25
- 43 Mateo 23:8–12; Lucas 14:11; Marcos 9:35; Mateo 20:26–27; Lucas 9:48
- 45 Mateo 20:28; Filipenses 2:5–8; 2 Corintios 8:9; Tito 2:14; Juan 13:14
- 46 Lucas 18:35–19:1; Mateo 20:29–34; Juan 9:8; Lucas 16:22; Hechos 3:2–3
- 47 Marcos 1:24; Mateo 9:27; Mateo 15:22; Apocalipsis 22:16; Hechos 13:22–23
- 48 Marcos 7:26–29; Jeremías 29:13; Mateo 19:13; Salmo 62:12; Mateo 20:31
- 49 Lucas 18:40; Mateo 20:32–34; Salmo 145:8; Salmo 86:15; Juan 11:28
- 50 Filipenses 3:7–9; Hebreos 12:1
- 51 Lucas 18:41–43; Marcos 10:36; Mateo 7:7; 2 Crónicas 1:7; Filipenses 4:6
- 52 Mateo 9:22; Marcos 8:25; Lucas 7:50; Hechos 26:18; Marcos 5:34
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… added this redemption to the sons of Zebedee, when their mother asked that they might sit, the one on His right hand, and the other on His left, in His kingdom, saying, "Can ye be baptized with the baptism which I shall be baptized with?" Paul, too, they declare, has often set forth, in express terms, the redemption which is …
If it is said, "Thou shall not commit adultery, Thou shall not kill, Thou shall not steal," and other similar commandments, not human lips but the divine oracles have enounced them.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
For instance, to them that strip themselves of all that they have for His sake He promised to give an hundred fold in the present world, and life eternal in that which is to come; by the things already given making the future also credible.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
For martyrdom also the Saviour is wont to call a baptism, saying, Can ye drink the cup which I drink, and be baptized with the baptism that I am baptized with?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
This step of humility those two disciples were loth to have an eye to, who said, "Lord, bid that one of us may sit at Thy right hand, and the other at the left in Thy kingdom." They sought for exaltation, they did not see the step.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)