Saltar al texto

Gálatas · Texto bizantino (Robinson-Pierpont 2018)

Gálatas 5 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 τη ελευθερια ουν η χριστοσ ημασ ηλευθερωσεν στηκετε και μη παλιν ζυγω δουλειασ ενεχεσθε
1 Τῇ ἐλευθερίᾳ οὖν, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 ιδε εγω παυλοσ λεγω υμιν οτι εαν περιτεμνησθε χριστοσ υμασ ουδεν ωφελησει
2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
3 μαρτυρομαι δε παλιν παντι ανθρωπω περιτεμνομενω οτι οφειλετησ εστιν ολον τον νομον ποιησαι
3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
4 κατηργηθητε απο του χριστου οιτινεσ εν νομω δικαιουσθε τησ χαριτοσ εξεπεσατε
4 κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε·
5 ημεισ γαρ πνευματι εκ πιστεωσ ελπιδα δικαιοσυνησ απεκδεχομεθα
5 ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
6 εν γαρ χριστω ιησου ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα πιστισ δι αγαπησ ενεργουμενη
6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.
7 ετρεχετε καλωσ τισ υμασ ενεκοψεν τη αληθεια μη πειθεσθαι
7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι;
8 η πεισμονη ουκ εκ του καλουντοσ υμασ
8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
9 μικρα ζυμη ολον το φυραμα ζυμοι
9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
10 εγω πεποιθα εισ υμασ εν κυριω οτι ουδεν αλλο φρονησετε ο δε ταρασσων υμασ βαστασει το κριμα οστισ αν η
10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.
11 εγω δε αδελφοι ει περιτομην ετι κηρυσσω τι ετι διωκομαι αρα κατηργηται το σκανδαλον του σταυρου
11 ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
12 οφελον και αποκοψονται οι αναστατουντεσ υμασ
12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 υμεισ γαρ επ ελευθερια εκληθητε αδελφοι μονον μη την ελευθεριαν εισ αφορμην τη σαρκι αλλα δια τησ αγαπησ δουλευετε αλληλοισ
13 Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
14 ο γαρ πασ νομοσ εν ενι λογω πληρουται εν τω αγαπησεισ τον πλησιον σου ωσ εαυτον
14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
15 ει δε αλληλουσ δακνετε και κατεσθιετε βλεπετε μη υπο αλληλων αναλωθητε
15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε.
16 λεγω δε πνευματι περιπατειτε και επιθυμιαν σαρκοσ ου μη τελεσητε
16 Λέγω δέ, Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
17 η γαρ σαρξ επιθυμει κατα του πνευματοσ το δε πνευμα κατα τησ σαρκοσ ταυτα δε αντικειται αλληλοισ ινα μη α αν θελητε ταυτα ποιητε
17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε.
18 ει δε πνευματι αγεσθε ουκ εστε υπο νομον
18 εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
19 φανερα δε εστιν τα εργα τησ σαρκοσ ατινα εστιν μοιχεια πορνεια ακαθαρσια ασελγεια
19 φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
20 ειδωλολατρεια φαρμακεια εχθραι ερεισ ζηλοι θυμοι εριθειαι διχοστασιαι αιρεσεισ
20 εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
21 φθονοι φονοι μεθαι κωμοι και τα ομοια τουτοισ α προλεγω υμιν καθωσ και προειπον οτι οι τα τοιαυτα πρασσοντεσ βασιλειαν θεου ου κληρονομησουσιν
21 φθόνοι, φόνοι, μέθαι, κῶμοι καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.
22 ο δε καρποσ του πνευματοσ εστιν αγαπη χαρα ειρηνη μακροθυμια χρηστοτησ αγαθωσυνη πιστισ
22 ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
23 πραοτησ εγκρατεια κατα των τοιουτων ουκ εστιν νομοσ
23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.
24 οι δε του χριστου την σαρκα εσταυρωσαν συν τοισ παθημασιν και ταισ επιθυμιαισ
24 οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
25 ει ζωμεν πνευματι πνευματι και στοιχωμεν
25 Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν.
26 μη γινωμεθα κενοδοξοι αλληλουσ προκαλουμενοι αλληλοισ φθονουντεσ
26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
Referencias cruzadas (26)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 2 Corintios 3:17; Gálatas 5:13; 1 Pedro 2:16; Romanos 6:14; Juan 8:32–36
  2. 2 Gálatas 5:6; Hechos 15:1; Gálatas 2:3–5; Romanos 9:31–32; Gálatas 5:11
  3. 3 Gálatas 3:10; Romanos 2:25; Santiago 2:10–11; Deuteronomio 27:26; Deuteronomio 31:21
  4. 4 2 Pedro 2:20–22; Romanos 9:31–32; Romanos 11:6; Gálatas 2:21; Hebreos 12:15
  5. 5 Salmo 130:5; 1 Tesalonicenses 1:10; Salmo 62:5; Romanos 8:23–25; Tito 2:13
  6. 6 Gálatas 6:15; 1 Corintios 7:19; 1 Tesalonicenses 1:3; Santiago 2:14–26; 2 Corintios 5:14
  7. 7 1 Corintios 9:24; Gálatas 3:1; Hebreos 12:1; Mateo 13:21; 1 Pedro 1:22
  8. 8 Gálatas 1:6; Romanos 8:28
  9. 9 1 Corintios 15:33; Marcos 8:15; 1 Corintios 5:6–7; Lucas 12:1; Lucas 13:21
  10. 10 Gálatas 5:12; Filipenses 3:15; Gálatas 1:7; 2 Corintios 2:3; Gálatas 2:6
  11. 11 1 Corintios 1:23; Gálatas 6:12; Gálatas 4:29; Gálatas 2:3; 1 Corintios 1:18
  12. 12 Gálatas 5:10; 1 Corintios 5:13; Génesis 17:14; Éxodo 12:15; Josué 7:25
  13. 13 1 Pedro 2:16; 1 Corintios 9:19; 1 Corintios 8:9; Romanos 15:1–2; Gálatas 5:14
  14. 14 Mateo 7:12; Levítico 19:18; Gálatas 6:2; Romanos 13:8–10; Juan 13:34
  15. 15 1 Corintios 3:3; Santiago 3:14–4:3; Gálatas 5:26; 2 Corintios 11:20; 2 Corintios 12:20
  16. 16 Gálatas 5:24–25; Romanos 8:12–14; Gálatas 6:8; Gálatas 5:19–21; Colosenses 3:5–10
  17. 17 Romanos 8:13; Romanos 8:5–8; Juan 3:6; Mateo 26:41; Salmo 119:20
  18. 18 Romanos 6:14–15; Romanos 8:14; Proverbios 8:20; Gálatas 5:25; Ezequiel 36:27
  19. 19 1 Corintios 6:9–10; Colosenses 3:5–8; Mateo 15:18–19; 1 Pedro 4:2–4; Apocalipsis 21:8
  20. 20 Tito 3:10; Apocalipsis 21:8; 1 Corintios 11:19; 2 Corintios 11:19; Hechos 8:9–11
  21. 21 1 Corintios 6:9–10; Romanos 8:13; Romanos 13:13; Efesios 5:5–6; 1 Corintios 5:11
  22. 22 Colosenses 3:12–17; 1 Corintios 13:4–7; Juan 15:5; Santiago 3:17–18; Juan 15:2
  23. 23 1 Timoteo 1:9; Hechos 24:25; Tito 2:2; Tito 1:8; 1 Corintios 9:25
  24. 24 Romanos 6:6; Romanos 13:14; Romanos 8:13; Gálatas 5:16–18; Romanos 8:9
  25. 25 Gálatas 5:16; Romanos 8:4–5; Romanos 8:2; Juan 6:63; 2 Corintios 3:6
  26. 26 Santiago 3:14–16; Filipenses 2:1–3; Santiago 4:16; 1 Corintios 3:7; Lucas 14:10

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 5:22 Irenaeus of Lyons, Against Heresies (Book V, Preface)

    … again, he proceeds to tell us the spiritual actions which vivify a man, that is, the engrafting of the Spirit; thus saying, "But the fruit of the Spirit is love, joy, peace, long-suffering, goodness, benignity, faith, meekness, continence, chastity: against these there is no law." As, therefore, he who has gone forward to the better things, and has brought forth …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 5:17 Augustine of Hippo, Confessions (Book VIII, Chapters III–V)

    Thus came I to understand, from my own experience, what I had read, how that "the flesh lusteth against the Spirit, and the Spirit against the flesh." I verily lusted both ways; yet more in that which I approved in myself, than in that which I disapproved in myself.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Cita 5:2 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily IX)

    … as received Him," it is said "to them gave He power to become the sons of God." And yet many of these children Paul hath affirmed to be nothing profited by their father; "For if ye be circumcised," saith he, "Christ shall profit you nothing." And if Christ be no help to those who will not take heed to themselves, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 5:22 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XVII)

    … Himself send Him forth at this time also upon you; and by Him keep us also, imparting His benefit in common to us all, that we may ever render up the fruits of the Holy Ghost, love, joy, peace, long-suffering, gentleness, goodness, faith, meekness, temperance, in Christ Jesus our Lord:--By whom and with whom, together with the Holy Ghost, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 5:3 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book IV, Chapters XXIV–XXV)

    For he who is circumcised is a debtor to do the whole law.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)