Saltar al texto

Juan · Texto bizantino (Robinson-Pierpont 2018)

Juan 11 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ην δε τισ ασθενων λαζαροσ απο βηθανιασ εκ τησ κωμησ μαριασ και μαρθασ τησ αδελφησ αυτησ
1 Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
2 ην δε μαρια η αλειψασα τον κυριον μυρω και εκμαξασα τουσ ποδασ αυτου ταισ θριξιν αυτησ ησ ο αδελφοσ λαζαροσ ησθενει
2 ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
3 απεστειλαν ουν αι αδελφαι προσ αυτον λεγουσαι κυριε ιδε ον φιλεισ ασθενει
3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
4 ακουσασ δε ο ιησουσ ειπεν αυτη η ασθενεια ουκ εστιν προσ θανατον αλλ υπερ τησ δοξησ του θεου ινα δοξασθη ο υιοσ του θεου δι αυτησ
4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾽ αὐτῆς.
5 ηγαπα δε ο ιησουσ την μαρθαν και την αδελφην αυτησ και τον λαζαρον
5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
6 ωσ ουν ηκουσεν οτι ασθενει τοτε μεν εμεινεν εν ω ην τοπω δυο ημερασ
6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας·
7 επειτα μετα τουτο λεγει τοισ μαθηταισ αγωμεν εισ την ιουδαιαν παλιν
7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.
8 λεγουσιν αυτω οι μαθηται ραββι νυν εζητουν σε λιθασαι οι ιουδαιοι και παλιν υπαγεισ εκει
8 λέγουσιν αὐτῷ οἱ μαθηταί· ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
9 απεκριθη ιησουσ ουχι δωδεκα εισιν ωραι τησ ημερασ εαν τισ περιπατη εν τη ημερα ου προσκοπτει οτι το φωσ του κοσμου τουτου βλεπει
9 ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
10 εαν δε τισ περιπατη εν τη νυκτι προσκοπτει οτι το φωσ ουκ εστιν εν αυτω
10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
11 ταυτα ειπεν και μετα τουτο λεγει αυτοισ λαζαροσ ο φιλοσ ημων κεκοιμηται αλλα πορευομαι ινα εξυπνισω αυτον
11 ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
12 ειπον ουν οι μαθηται αυτου κυριε ει κεκοιμηται σωθησεται
12 εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται.
13 ειρηκει δε ο ιησουσ περι του θανατου αυτου εκεινοι δε εδοξαν οτι περι τησ κοιμησεωσ του υπνου λεγει
13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
14 τοτε ουν ειπεν αυτοισ ο ιησουσ παρρησια λαζαροσ απεθανεν
14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε,
15 και χαιρω δι υμασ ινα πιστευσητε οτι ουκ ημην εκει αλλα αγωμεν προσ αυτον
15 καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ᾽ ἄγωμεν πρὸς αὐτόν.
16 ειπεν ουν θωμασ ο λεγομενοσ διδυμοσ τοισ συμμαθηταισ αγωμεν και ημεισ ινα αποθανωμεν μετ αυτου
16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.
17 ελθων ουν ο ιησουσ ευρεν αυτον τεσσαρασ ημερασ ηδη εχοντα εν τω μνημειω
17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ.
18 ην δε η βηθανια εγγυσ των ιεροσολυμων ωσ απο σταδιων δεκαπεντε
18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε,
19 και πολλοι εκ των ιουδαιων εληλυθεισαν προσ τασ περι μαρθαν και μαριαν ινα παραμυθησωνται αυτασ περι του αδελφου αυτων
19 καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.
20 η ουν μαρθα ωσ ηκουσεν οτι ιησουσ ερχεται υπηντησεν αυτω μαρια δε εν τω οικω εκαθεζετο
20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
21 ειπεν ουν μαρθα προσ τον ιησουν κυριε ει ησ ωδε ο αδελφοσ μου ουκ αν ετεθνηκει
21 εἶπεν οὖν [ἡ] Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.
22 αλλα και νυν οιδα οτι οσα αν αιτηση τον θεον δωσει σοι ο θεοσ
22 ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.
23 λεγει αυτη ο ιησουσ αναστησεται ο αδελφοσ σου
23 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου.
24 λεγει αυτω μαρθα οιδα οτι αναστησεται εν τη αναστασει εν τη εσχατη ημερα
24 λέγει αὐτῷ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
25 ειπεν αυτη ο ιησουσ εγω ειμι η αναστασισ και η ζωη ο πιστευων εισ εμε καν αποθανη ζησεται
25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.
26 και πασ ο ζων και πιστευων εισ εμε ου μη αποθανη εισ τον αιωνα πιστευεισ τουτο
26 ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο;
27 λεγει αυτω ναι κυριε εγω πεπιστευκα οτι συ ει ο χριστοσ ο υιοσ του θεου ο εισ τον κοσμον ερχομενοσ
27 λέγει αὐτῷ· ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
28 και ταυτα ειπουσα απηλθεν και εφωνησεν μαριαν την αδελφην αυτησ λαθρα ειπουσα ο διδασκαλοσ παρεστιν και φωνει σε
28 καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε.
29 εκεινη ωσ ηκουσεν εγειρεται ταχυ και ερχεται προσ αυτον
29 ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν.
30 ουπω δε εληλυθει ο ιησουσ εισ την κωμην αλλ ην εν τω τοπω οπου υπηντησεν αυτω η μαρθα
30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
31 οι ουν ιουδαιοι οι οντεσ μετ αυτησ εν τη οικια και παραμυθουμενοι αυτην ιδοντεσ την μαριαν οτι ταχεωσ ανεστη και εξηλθεν ηκολουθησαν αυτη λεγοντεσ οτι υπαγει εισ το μνημειον ινα κλαυση εκει
31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
32 η ουν μαρια ωσ ηλθεν οπου ην ο ιησουσ ιδουσα αυτον επεσεν αυτου εισ τουσ ποδασ λεγουσα αυτω κυριε ει ησ ωδε ουκ αν απεθανεν μου ο αδελφοσ
32 ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.
33 ιησουσ ουν ωσ ειδεν αυτην κλαιουσαν και τουσ συνελθοντασ αυτη ιουδαιουσ κλαιοντασ ενεβριμησατο τω πνευματι και εταραξεν εαυτον
33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
34 και ειπεν που τεθεικατε αυτον λεγουσιν αυτω κυριε ερχου και ιδε
34 καὶ εἶπε· ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε.
35 εδακρυσεν ο ιησουσ
35 ἐδάκρυσεν ὁ Ἰησοῦς.
36 ελεγον ουν οι ιουδαιοι ιδε πωσ εφιλει αυτον
36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν·
37 τινεσ δε εξ αυτων ειπον ουκ ηδυνατο ουτοσ ο ανοιξασ τουσ οφθαλμουσ του τυφλου ποιησαι ινα και ουτοσ μη αποθανη
37 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38 ιησουσ ουν παλιν εμβριμωμενοσ εν εαυτω ερχεται εισ το μνημειον ην δε σπηλαιον και λιθοσ επεκειτο επ αυτω
38 Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ.
39 λεγει ο ιησουσ αρατε τον λιθον λεγει αυτω η αδελφη του τεθνηκοτοσ μαρθα κυριε ηδη οζει τεταρταιοσ γαρ εστιν
39 λέγει ὁ Ἰησοῦς· ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι.
40 λεγει αυτη ο ιησουσ ουκ ειπον σοι οτι εαν πιστευσησ οψει την δοξαν του θεου
40 λέγει αὐτῇ ὁ Ἰησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ;
41 ηραν ουν τον λιθον ου ην ο τεθνηκωσ κειμενοσ ο δε ιησουσ ηρεν τουσ οφθαλμουσ ανω και ειπεν πατερ ευχαριστω σοι οτι ηκουσασ μου
41 ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
42 εγω δε ηδειν οτι παντοτε μου ακουεισ αλλα δια τον οχλον τον περιεστωτα ειπον ινα πιστευσωσιν οτι συ με απεστειλασ
42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
43 και ταυτα ειπων φωνη μεγαλη εκραυγασεν λαζαρε δευρο εξω
43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω.
44 και εξηλθεν ο τεθνηκωσ δεδεμενοσ τουσ ποδασ και τασ χειρασ κειριαισ και η οψισ αυτου σουδαριω περιεδεδετο λεγει αυτοισ ο ιησουσ λυσατε αυτον και αφετε υπαγειν
44 καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν.
45 πολλοι ουν εκ των ιουδαιων οι ελθοντεσ προσ την μαριαν και θεασαμενοι α εποιησεν ο ιησουσ επιστευσαν εισ αυτον
45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν.
46 τινεσ δε εξ αυτων απηλθον προσ τουσ φαρισαιουσ και ειπον αυτοισ α εποιησεν ο ιησουσ
46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς.
47 συνηγαγον ουν οι αρχιερεισ και οι φαρισαιοι συνεδριον και ελεγον τι ποιουμεν οτι ουτοσ ο ανθρωποσ πολλα σημεια ποιει
47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ;
48 εαν αφωμεν αυτον ουτωσ παντεσ πιστευσουσιν εισ αυτον και ελευσονται οι ρωμαιοι και αρουσιν ημων και τον τοπον και το εθνοσ
48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
49 εισ δε τισ εξ αυτων καιαφασ αρχιερευσ ων του ενιαυτου εκεινου ειπεν αυτοισ υμεισ ουκ οιδατε ουδεν
49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν,
50 ουδε διαλογιζεσθε οτι συμφερει ημιν ινα εισ ανθρωποσ αποθανη υπερ του λαου και μη ολον το εθνοσ αποληται
50 οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
51 τουτο δε αφ εαυτου ουκ ειπεν αλλα αρχιερευσ ων του ενιαυτου εκεινου προεφητευσεν οτι εμελλεν ιησουσ αποθνησκειν υπερ του εθνουσ
51 τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους,
52 και ουχ υπερ του εθνουσ μονον αλλ ινα και τα τεκνα του θεου τα διεσκορπισμενα συναγαγη εισ εν
52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
53 απ εκεινησ ουν τησ ημερασ συνεβουλευσαντο ινα αποκτεινωσιν αυτον
53 ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
54 ιησουσ ουν ουκετι παρρησια περιεπατει εν τοισ ιουδαιοισ αλλα απηλθεν εκειθεν εισ την χωραν εγγυσ τησ ερημου εισ εφραιμ λεγομενην πολιν κακει διετριβεν μετα των μαθητων αυτου
54 Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ.
55 ην δε εγγυσ το πασχα των ιουδαιων και ανεβησαν πολλοι εισ ιεροσολυμα εκ τησ χωρασ προ του πασχα ινα αγνισωσιν εαυτουσ
55 ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
56 εζητουν ουν τον ιησουν και ελεγον μετ αλληλων εν τω ιερω εστηκοτεσ τι δοκει υμιν οτι ου μη ελθη εισ την εορτην
56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· τί δοκεῖ ὑμῖν, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
57 δεδωκεισαν δε και οι αρχιερεισ και οι φαρισαιοι εντολην ινα εαν τισ γνω που εστιν μηνυση οπωσ πιασωσιν αυτον
57 δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Lazarus

    Brother of Martha and Mary

    A man of Bethany, brother of Mary and Martha, whom Jesus loved and raised from the dead and who was later at table with Him.

    Citado en la guía: John 11:1; John 11:5; John 12:1

  • Martha

    Sister of Lazarus and Mary

    A woman of Bethany who received Jesus into her home, was distracted with serving, and whose brother Lazarus Jesus raised.

    Citado en la guía: Luke 10:38; John 11:1; John 11:5

  • Mary

    Sister of Martha and Lazarus

    Sister of Martha and Lazarus of Bethany, who sat at Jesus' feet to listen and who anointed the Lord's feet with perfume and wiped them with her hair.

    Citado en la guía: Luke 10:39; John 11:1; John 11:2

  • Thomas

    Apostle called Didymus

    One of the Twelve, called Didymus, who said 'Let us also go, so that we may die with Him', was absent when Jesus first appeared, and was among those who fished with the disciples…

    Citado en la guía: Matthew 10:3; John 11:16; John 20:24

Lugares

  • Bethany

    Hoy: West Bank (al-Eizariya)

    Bethany was Jesus' lodging near Jerusalem during Passion week and the home of Lazarus. Luke sets the Ascension close by.

    Citado en la guía: John 11:1; John 12:1; Luke 24:50

Referencias cruzadas (56)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Juan 12:17; Lucas 10:38–42; Juan 12:9; 2 Reyes 20:1–12; Juan 11:11
  2. 2 Juan 12:3; Mateo 26:6–7; Marcos 14:3; Lucas 7:37–38
  3. 3 Juan 11:5; Apocalipsis 3:19; Hebreos 12:6–7; Juan 13:23; Salmo 16:3
  4. 4 Juan 11:40; Juan 9:3; 1 Pedro 4:14; Juan 5:23; Juan 17:5
  5. 5 Juan 15:9–13; Juan 11:36; Juan 17:26; Juan 16:27; Juan 11:8
  6. 6 Isaías 30:18; Isaías 55:8–9; Génesis 42:24; Génesis 22:14; Génesis 43:29–31
  7. 7 Hechos 20:22–24; Hechos 15:36; Lucas 9:51; Juan 10:40–42
  8. 8 Juan 10:31; Juan 8:59; Hechos 21:12–13; Mateo 16:21–23; Juan 10:39
  9. 9 Juan 9:4; Juan 12:35; Jeremías 31:9; Lucas 13:31–33; Proverbios 3:23
  10. 10 Proverbios 4:18–19; 1 Juan 2:10–11; Jeremías 13:16; Jeremías 20:11; Eclesiastés 2:14
  11. 11 Daniel 12:2; Juan 11:13; 1 Tesalonicenses 5:10; Juan 11:43–44; Mateo 27:52
  12. 13 Mateo 9:24
  13. 14 Juan 16:25; Juan 16:29; Juan 10:24
  14. 15 2 Timoteo 2:10; Juan 14:10–11; 1 Juan 5:13; Juan 11:4; Isaías 54:15
  15. 16 Juan 13:37; Mateo 26:35; Mateo 10:3; Lucas 6:15; Marcos 3:18
  16. 17 Juan 11:39; Oseas 6:2; Hechos 2:27–31; Juan 2:19
  17. 18 Lucas 24:13; Apocalipsis 14:20; Juan 11:1; Apocalipsis 21:16; Juan 6:19
  18. 19 Job 2:11; 1 Tesalonicenses 5:11; Juan 11:31; 2 Corintios 1:4; 1 Tesalonicenses 4:18
  19. 20 1 Tesalonicenses 4:17; Lucas 10:38–42; Mateo 25:1; Juan 11:30; Hechos 10:25
  20. 21 Juan 11:32; Mateo 9:18; 1 Reyes 17:18; Salmo 78:19; Juan 11:37
  21. 22 Juan 9:31; Juan 11:41–42; Marcos 9:23; Mateo 28:18; Hebreos 11:17–19
  22. 23 Juan 11:43–44
  23. 24 Daniel 12:2–3; Hechos 24:15; Juan 5:28–29; Isaías 26:19; Hechos 17:31–32
  24. 25 1 Tesalonicenses 4:14; Juan 3:36; 1 Juan 5:11–12; Juan 1:4; Romanos 8:10–11
  25. 26 Juan 10:28; Juan 5:24; Romanos 8:13; 1 Juan 5:10–12; Juan 8:51–53
  26. 27 Mateo 16:16; Juan 6:14; Juan 6:69; Malaquías 3:1; 1 Juan 5:1
  27. 28 Juan 13:13; Juan 11:20; Marcos 10:49; Juan 20:16; 1 Tesalonicenses 4:17–18
  28. 29 Salmo 27:8; Proverbios 15:23; Cantar de los Cantares 3:1–4; Salmo 119:59–60; Proverbios 27:17
  29. 30 Juan 11:20
  30. 31 Juan 11:19; 2 Samuel 12:16–18; Génesis 37:35; 1 Corintios 2:15
  31. 32 Juan 11:21; Lucas 5:8; Lucas 17:16; Lucas 8:41; Apocalipsis 5:14
  32. 33 Juan 11:38; Juan 12:27; Marcos 3:5; Romanos 12:15; Génesis 43:30–31
  33. 34 Mateo 28:6; Juan 20:2; Marcos 16:6; Marcos 15:47; Juan 1:39
  34. 35 Lucas 19:41; Hebreos 4:15; Juan 11:33; Isaías 53:3; Salmo 119:136
  35. 36 Juan 11:3; 1 Juan 3:1; Apocalipsis 1:5; 1 Juan 4:9–10; Efesios 5:2
  36. 37 Juan 9:6–7; Salmo 78:19–20; Juan 11:32; Lucas 23:35; Mateo 27:40–42
  37. 38 Juan 11:33; Mateo 27:60; Lucas 24:2; Génesis 23:19; Isaías 22:16
  38. 39 Juan 11:17; Salmo 49:7; Marcos 16:3; Filipenses 3:21; Génesis 3:19
  39. 40 Juan 11:4; Juan 11:23–26; Romanos 4:17–25; Salmo 63:2; Juan 1:14
  40. 41 Mateo 11:25; Juan 17:1; Salmo 123:1; Filipenses 4:6; Lucas 10:21
  41. 42 Juan 3:17; Juan 17:21; Hebreos 7:25; 1 Juan 4:14; Hebreos 5:7
  42. 43 2 Reyes 4:33–36; Hechos 9:40; Hechos 9:34; Lucas 7:14–15; 1 Reyes 17:21–22
  43. 44 Juan 5:25; Juan 20:7; Juan 11:25–26; Lucas 7:15; Juan 5:21
  44. 45 Juan 11:19; Juan 2:23; Juan 12:42; Juan 12:17–19; Juan 7:31
  45. 46 Lucas 16:30–31; Juan 9:13; Hechos 5:25; Juan 5:15–16; Juan 12:37
  46. 47 Mateo 26:3; Hechos 4:16–17; Mateo 5:22; Hechos 4:5–6; Juan 2:11
  47. 48 1 Tesalonicenses 2:15–16; Daniel 9:26–27; Mateo 23:35–38; Zacarías 14:1–2; Mateo 27:25
  48. 49 Proverbios 26:12; Mateo 26:3; Juan 18:13–14; Juan 11:51; Lucas 3:2
  49. 50 Juan 18:14; Lucas 24:46; Romanos 3:8; Juan 19:12; Juan 11:48
  50. 51 2 Corintios 5:21; Daniel 9:26; 1 Samuel 23:9; Mateo 20:28; Éxodo 28:30
  51. 52 Juan 10:16; Isaías 49:6; 1 Juan 2:2; 1 Pedro 1:1; Efesios 1:9–10
  52. 53 Hechos 5:33; Hechos 9:23; Salmo 2:2; Mateo 26:59; Juan 11:47
  53. 54 Juan 7:1; Juan 7:4; 2 Crónicas 13:19; Juan 7:13; Juan 18:20
  54. 55 2 Crónicas 30:17–20; Hebreos 9:13–14; Juan 2:13; Éxodo 19:10; Juan 6:4
  55. 56 Juan 7:11; Juan 11:7–8
  56. 57 Salmo 109:4; Juan 10:39; Juan 9:22; Juan 5:16–18; Juan 8:59

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 11:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XI — 1-54)

    Among all the miracles wrought by our Lord Jesus Christ, the resurrection of Lazarus holds a foremost place in preaching. But if we consider attentively who did it, our duty is to rejoice rather than to wonder.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Comentario 11:1 John Chrysostom, Homilies on the Gospel of John (Homily LXII)

    Many men, when they see any of those who are pleasing to God suffering anything terrible, as, for instance, having fallen into sickness, or poverty, and any other the like, are offended, not knowing that to those especially dear to God it belongeth to endure these things; since Lazarus also was one of the friends of Christ, and was sick.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  3. Cita 11:54 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XXI)

    Then, when He had raised Lazarus from the dead, and plots were formed against Him by the Pharisees, He withdrew to a city called Ephraim; and from that place, as it is written "He came to Bethany six days before the passover," and going up from Bethany to Jerusalem, He there ate the passover, and suffered on the day following.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 11:15 Augustine of Hippo, The City of God (Book XIV, Chapter 9)

    When, therefore, we read in the Gospel that the hard-heartedness of the Jews moved Him to sorrowful indignation, that He said, "I am glad for your sakes, to the intent ye may believe," that when about to raise Lazarus He even shed tears, that He earnestly desired to eat the passover with His disciples, that as His passion drew near …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Cita 11:42 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XVI)

    … Lazarus, added also a prayer; and then, lest this should make Him appear less than Him that begat Him, He, to correct this suspicion, added, "I said these things, because of the people which standeth by, that they may believe that thou hast sent me." And neither doth He work all things as one who acted by His own power, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)