Saltar al texto

Lucas · Texto bizantino (Robinson-Pierpont 2018)

Lucas 12 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 εν οισ επισυναχθεισων των μυριαδων του οχλου ωστε καταπατειν αλληλουσ ηρξατο λεγειν προσ τουσ μαθητασ αυτου πρωτον προσεχετε εαυτοισ απο τησ ζυμησ των φαρισαιων ητισ εστιν υποκρισισ
1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
2 ουδεν δε συγκεκαλυμμενον εστιν ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται
2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται·
3 ανθ ων οσα εν τη σκοτια ειπατε εν τω φωτι ακουσθησεται και ο προσ το ουσ ελαλησατε εν τοισ ταμειοισ κηρυχθησεται επι των δωματων
3 ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
4 λεγω δε υμιν τοισ φιλοισ μου μη φοβηθητε απο των αποκτενοντων το σωμα και μετα ταυτα μη εχοντων περισσοτερον τι ποιησαι
4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
5 υποδειξω δε υμιν τινα φοβηθητε φοβηθητε τον μετα το αποκτειναι εξουσιαν εχοντα εμβαλειν εισ την γεενναν ναι λεγω υμιν τουτον φοβηθητε
5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
6 ουχι πεντε στρουθια πωλειται ασσαριων δυο και εν εξ αυτων ουκ εστιν επιλελησμενον ενωπιον του θεου
6 οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ·
7 αλλα και αι τριχεσ τησ κεφαλησ υμων πασαι ηριθμηνται μη ουν φοβεισθε πολλων στρουθιων διαφερετε
7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
8 λεγω δε υμιν πασ οσ αν ομολογηση εν εμοι εμπροσθεν των ανθρωπων και ο υιοσ του ανθρωπου ομολογησει εν αυτω εμπροσθεν των αγγελων του θεου
8 Λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ·
9 ο δε αρνησαμενοσ με ενωπιον των ανθρωπων απαρνηθησεται ενωπιον των αγγελων του θεου
9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ.
10 και πασ οσ ερει λογον εισ τον υιον του ανθρωπου αφεθησεται αυτω τω δε εισ το αγιον πνευμα βλασφημησαντι ουκ αφεθησεται
10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
11 οταν δε προσφερωσιν υμασ επι τασ συναγωγασ και τασ αρχασ και τασ εξουσιασ μη μεριμνατε πωσ η τι απολογησησθε η τι ειπητε
11 ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε·
12 το γαρ αγιον πνευμα διδαξει υμασ εν αυτη τη ωρα α δει ειπειν
12 τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
13 ειπεν δε τισ αυτω εκ του οχλου διδασκαλε ειπε τω αδελφω μου μερισασθαι μετ εμου την κληρονομιαν
13 Εἶπε δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου· διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι τὴν κληρονομίαν μετ᾽ ἐμοῦ.
14 ο δε ειπεν αυτω ανθρωπε τισ με κατεστησεν δικαστην η μεριστην εφ υμασ
14 ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς;
15 ειπεν δε προσ αυτουσ ορατε και φυλασσεσθε απο τησ πλεονεξιασ οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτω εστιν εκ των υπαρχοντων αυτου
15 εἶπε δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.
16 ειπεν δε παραβολην προσ αυτουσ λεγων ανθρωπου τινοσ πλουσιου ευφορησεν η χωρα
16 Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·
17 και διελογιζετο εν εαυτω λεγων τι ποιησω οτι ουκ εχω που συναξω τουσ καρπουσ μου
17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
18 και ειπεν τουτο ποιησω καθελω μου τασ αποθηκασ και μειζονασ οικοδομησω και συναξω εκει παντα τα γενηματα μου και τα αγαθα μου
18 καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου,
19 και ερω τη ψυχη μου ψυχη εχεισ πολλα αγαθα κειμενα εισ ετη πολλα αναπαυου φαγε πιε ευφραινου
19 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
20 ειπεν δε αυτω ο θεοσ αφρον ταυτη τη νυκτι την ψυχην σου απαιτουσιν απο σου α δε ητοιμασασ τινι εσται
20 εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται;
21 ουτωσ ο θησαυριζων εαυτω και μη εισ θεον πλουτων
21 οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.
22 ειπεν δε προσ τουσ μαθητασ αυτου δια τουτο υμιν λεγω μη μεριμνατε τη ψυχη υμων τι φαγητε μηδε τω σωματι τι ενδυσησθε
22 Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε.
23 η ψυχη πλειον εστιν τησ τροφησ και το σωμα του ενδυματοσ
23 οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
24 κατανοησατε τουσ κορακασ οτι ου σπειρουσιν ουδε θεριζουσιν οισ ουκ εστιν ταμειον ουδε αποθηκη και ο θεοσ τρεφει αυτουσ ποσω μαλλον υμεισ διαφερετε των πετεινων
24 κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;
25 τισ δε εξ υμων μεριμνων δυναται προσθειναι επι την ηλικιαν αυτου πηχυν ενα
25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
26 ει ουν ουτε ελαχιστον δυνασθε τι περι των λοιπων μεριμνατε
26 εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
27 κατανοησατε τα κρινα πωσ αυξανει ου κοπια ουδε νηθει λεγω δε υμιν ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ωσ εν τουτων
27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
28 ει δε τον χορτον εν τω αγρω σημερον οντα και αυριον εισ κλιβανον βαλλομενον ο θεοσ ουτωσ αμφιεννυσιν ποσω μαλλον υμασ ολιγοπιστοι
28 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
29 και υμεισ μη ζητειτε τι φαγητε η τι πιητε και μη μετεωριζεσθε
29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε·
30 ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητει υμων δε ο πατηρ οιδεν οτι χρηζετε τουτων
30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων·
31 πλην ζητειτε την βασιλειαν του θεου και ταυτα παντα προστεθησεται υμιν
31 πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα [πάντα] προστεθήσεται ὑμῖν.
32 μη φοβου το μικρον ποιμνιον οτι ευδοκησεν ο πατηρ υμων δουναι υμιν την βασιλειαν
32 Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
33 πωλησατε τα υπαρχοντα υμων και δοτε ελεημοσυνην ποιησατε εαυτοισ βαλαντια μη παλαιουμενα θησαυρον ανεκλειπτον εν τοισ ουρανοισ οπου κλεπτησ ουκ εγγιζει ουδε σησ διαφθειρει
33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει·
34 οπου γαρ εστιν ο θησαυροσ υμων εκει και η καρδια υμων εσται
34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
35 εστωσαν υμων αι οσφυεσ περιεζωσμεναι και οι λυχνοι καιομενοι
35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι·
36 και υμεισ ομοιοι ανθρωποισ προσδεχομενοισ τον κυριον εαυτων ποτε αναλυση εκ των γαμων ινα ελθοντοσ και κρουσαντοσ ευθεωσ ανοιξωσιν αυτω
36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.
37 μακαριοι οι δουλοι εκεινοι ουσ ελθων ο κυριοσ ευρησει γρηγορουντασ αμην λεγω υμιν οτι περιζωσεται και ανακλινει αυτουσ και παρελθων διακονησει αυτοισ
37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.
38 και εαν ελθη εν τη δευτερα φυλακη και εν τη τριτη φυλακη ελθη και ευρη ουτωσ μακαριοι εισιν οι δουλοι εκεινοι
38 καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι.
39 τουτο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτησ ποια ωρα ο κλεπτησ ερχεται εγρηγορησεν αν και ουκ αν αφηκεν διορυγηναι τον οικον αυτου
39 τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ.
40 και υμεισ ουν γινεσθε ετοιμοι οτι η ωρα ου δοκειτε ο υιοσ του ανθρωπου ερχεται
40 καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41 ειπεν δε αυτω ο πετροσ κυριε προσ ημασ την παραβολην ταυτην λεγεισ η και προσ παντασ
41 εἶπε δὲ αὐτῷ ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας;
42 ειπεν δε ο κυριοσ τισ αρα εστιν ο πιστοσ οικονομοσ και φρονιμοσ ον καταστησει ο κυριοσ επι τησ θεραπειασ αυτου του διδοναι εν καιρω το σιτομετριον
42 εἶπε δὲ ὁ Κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;
43 μακαριοσ ο δουλοσ εκεινοσ ον ελθων ο κυριοσ αυτου ευρησει ποιουντα ουτωσ
43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα.
44 αληθωσ λεγω υμιν οτι επι πασιν τοισ υπαρχουσιν αυτου καταστησει αυτον
44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
45 εαν δε ειπη ο δουλοσ εκεινοσ εν τη καρδια αυτου χρονιζει ο κυριοσ μου ερχεσθαι και αρξηται τυπτειν τουσ παιδασ και τασ παιδισκασ εσθιειν τε και πινειν και μεθυσκεσθαι
45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
46 ηξει ο κυριοσ του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει και διχοτομησει αυτον και το μεροσ αυτου μετα των απιστων θησει
46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
47 εκεινοσ δε ο δουλοσ ο γνουσ το θελημα του κυριου εαυτου και μη ετοιμασασ μηδε ποιησασ προσ το θελημα αυτου δαρησεται πολλασ
47 ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς·
48 ο δε μη γνουσ ποιησασ δε αξια πληγων δαρησεται ολιγασ παντι δε ω εδοθη πολυ πολυ ζητηθησεται παρ αυτου και ω παρεθεντο πολυ περισσοτερον αιτησουσιν αυτον
48 ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49 πυρ ηλθον βαλειν εισ την γην και τι θελω ει ηδη ανηφθη
49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη!
50 βαπτισμα δε εχω βαπτισθηναι και πωσ συνεχομαι εωσ ου τελεσθη
50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ!
51 δοκειτε οτι ειρηνην παρεγενομην δουναι εν τη γη ουχι λεγω υμιν αλλ η διαμερισμον
51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν.
52 εσονται γαρ απο του νυν πεντε εν οικω ενι διαμεμερισμενοι τρεισ επι δυσιν και δυο επι τρισιν
52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί·
53 διαμερισθησεται πατηρ επι υιω και υιοσ επι πατρι μητηρ επι θυγατρι και θυγατηρ επι μητρι πενθερα επι την νυμφην αυτησ και νυμφη επι την πενθεραν αυτησ
53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατρὶ καὶ θυγάτηρ ἐπὶ μητρί, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.
54 ελεγεν δε και τοισ οχλοισ οταν ιδητε την νεφελην ανατελλουσαν απο δυσμων ευθεωσ λεγετε ομβροσ ερχεται και γινεται ουτωσ
54 Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις· ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτω·
55 και οταν νοτον πνεοντα λεγετε οτι καυσων εσται και γινεται
55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι καύσων ἔσται, καὶ γίνεται.
56 υποκριται το προσωπον τησ γησ και του ουρανου οιδατε δοκιμαζειν τον δε καιρον τουτον πωσ ου δοκιμαζετε
56 ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε;
57 τι δε και αφ εαυτων ου κρινετε το δικαιον
57 τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
58 ωσ γαρ υπαγεισ μετα του αντιδικου σου επ αρχοντα εν τη οδω δοσ εργασιαν απηλλαχθαι απ αυτου μηποτε κατασυρη σε προσ τον κριτην και ο κριτησ σε παραδω τω πρακτορι και ο πρακτωρ σε βαλη εισ φυλακην
58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
59 λεγω σοι ου μη εξελθησ εκειθεν εωσ ου και τον εσχατον λεπτον αποδωσ
59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.
Referencias cruzadas (58)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Corintios 5:7–8; 1 Pedro 2:1; Santiago 3:17; Mateo 16:6–12; Marcos 8:15–21
  2. 2 Marcos 4:22; 2 Corintios 5:10; Lucas 8:17; Eclesiastés 12:14; Mateo 10:26–33
  3. 3 Mateo 10:27; Eclesiastés 10:20; Mateo 12:36; Eclesiastés 10:12–13; Job 24:14–15
  4. 4 Mateo 10:28; Jeremías 1:8; Apocalipsis 2:10; Filipenses 1:28; 1 Pedro 3:14
  5. 5 2 Pedro 2:4; Mateo 10:28; Apocalipsis 14:7; Salmo 9:17; Hebreos 10:31
  6. 6 Lucas 12:24; Salmo 147:9; Salmo 145:15–16; Mateo 10:29; Salmo 113:5–6
  7. 7 Mateo 10:30–31; Mateo 6:26; Isaías 43:3–4; 2 Samuel 14:11; Lucas 21:18
  8. 8 Mateo 10:32–33; 1 Juan 2:23; Romanos 10:9–10; 2 Timoteo 2:12; Lucas 15:10
  9. 9 2 Timoteo 2:12; Marcos 8:38; Mateo 10:33; Lucas 9:26; Mateo 7:23
  10. 10 Mateo 12:31–32; 1 Juan 5:16; 1 Timoteo 1:13; Marcos 3:28–30; Hebreos 6:4–8
  11. 11 Mateo 10:17–20; Hechos 4:5–7; Lucas 12:22; Lucas 21:12–14; Mateo 23:34
  12. 12 Lucas 21:15; Mateo 10:20; Hechos 4:8; Hechos 6:10; Éxodo 4:11
  13. 13 1 Timoteo 6:5; Lucas 6:45; Ezequiel 33:31; Hechos 8:18–19; Salmo 17:14
  14. 14 Romanos 9:20; Romanos 2:3; Juan 6:15; Éxodo 2:14; Romanos 2:1
  15. 15 Hebreos 13:5; 1 Timoteo 6:6–10; Salmo 119:36–37; Proverbios 16:16; Proverbios 15:16
  16. 16 Génesis 26:12–14; Génesis 41:47–49; Oseas 2:8; Salmo 73:12; Mateo 5:45
  17. 17 Mateo 5:42; Isaías 58:7; Romanos 12:13; 2 Corintios 9:6–15; Hechos 16:30
  18. 18 Santiago 3:15; Santiago 4:15; Lucas 18:6; Lucas 12:21; Salmo 17:14
  19. 19 Proverbios 27:1; Santiago 4:13–15; Mateo 6:19–21; 1 Corintios 15:32; Filipenses 3:19
  20. 20 Job 27:8; Jeremías 17:11; 1 Timoteo 6:7; Salmo 39:6; Santiago 4:14
  21. 21 Mateo 6:19–20; Lucas 12:33; Santiago 2:5; Santiago 5:1–3; 1 Timoteo 6:18–19
  22. 22 Mateo 6:25–34; Filipenses 4:6; Hebreos 13:5; 1 Corintios 7:32; Lucas 12:29
  23. 23 Job 2:6; Proverbios 13:8; Job 2:4; Hechos 27:18–19; Job 1:12
  24. 24 Lucas 12:7; Mateo 10:31; Salmo 147:9; Job 38:41; Salmo 145:15–16
  25. 25 Mateo 6:27; Mateo 5:36
  26. 26 1 Pedro 5:7; Salmo 39:6; Eclesiastés 7:13
  27. 27 Mateo 6:28–30; Lucas 12:24; 1 Reyes 10:1–13; 2 Crónicas 9:1–12; Santiago 1:10–11
  28. 28 Isaías 40:6; Mateo 14:31; Mateo 6:30; 1 Pedro 1:24; Mateo 17:20
  29. 29 Lucas 12:22; Mateo 6:31; Lucas 22:35; Lucas 10:7–8
  30. 30 Mateo 6:32; Mateo 6:8; Efesios 4:17; Lucas 12:32; 1 Pedro 4:2–4
  31. 31 Mateo 6:33; Hebreos 13:5; Salmo 34:9; 1 Reyes 3:11–13; Juan 6:27
  32. 32 Hebreos 12:28; 1 Pedro 1:3–5; Apocalipsis 1:6; Filipenses 2:13; Lucas 10:21
  33. 33 Mateo 19:21; Hechos 2:45; Lucas 18:22; Hechos 4:34–35; Mateo 6:19–21
  34. 34 Mateo 6:21; Colosenses 3:1–3; Filipenses 3:20
  35. 35 1 Pedro 1:13; Efesios 6:14; Mateo 25:4–10; Mateo 25:1; Mateo 5:16
  36. 36 Judas 20–21; Santiago 5:7–8; Apocalipsis 3:20; Lamentaciones 3:25–26; Isaías 64:4
  37. 37 2 Pedro 3:14; Mateo 24:42; Juan 13:4–5; Mateo 24:45–47; 1 Corintios 2:9
  38. 38 1 Tesalonicenses 5:4–5; Mateo 25:6
  39. 39 Apocalipsis 3:3; 2 Pedro 3:10; Apocalipsis 16:15; Mateo 24:43–44; 1 Tesalonicenses 5:2–3
  40. 40 1 Tesalonicenses 5:6; Mateo 25:13; Romanos 13:11; Mateo 24:44; Apocalipsis 19:7
  41. 41 Marcos 13:37; 1 Pedro 4:7; Marcos 14:37
  42. 42 Mateo 24:45–46; Hebreos 13:17; 1 Corintios 4:1–2; 1 Pedro 4:10; 1 Pedro 5:1–4
  43. 44 Lucas 22:29–30; Mateo 24:47; Lucas 19:17–19; Daniel 12:2–3; Apocalipsis 3:18
  44. 45 Mateo 24:48–50; Apocalipsis 18:7–8; Ezequiel 34:8; Jeremías 20:2; Ezequiel 12:22
  45. 46 Apocalipsis 16:15; Lucas 12:40; Mateo 24:51; Salmo 11:5; Salmo 37:9
  46. 47 Santiago 4:17; Juan 9:41; Juan 15:22–24; Juan 12:48; Deuteronomio 25:2–3
  47. 48 Santiago 3:1; Levítico 5:17; Lucas 16:10–12; Mateo 25:14–29; Mateo 13:12
  48. 49 Malaquías 4:1; Mateo 3:10–12; Malaquías 3:2–3; Lucas 12:51–52; Joel 2:30–31
  49. 50 Juan 12:27–28; Juan 19:30; Juan 4:34; Juan 7:6–8; Marcos 10:32–38
  50. 51 Mateo 10:34–36; Lucas 12:49; Mateo 24:7–10; Zacarías 11:10–11; Zacarías 11:14
  51. 52 Juan 15:18–21; Hechos 14:1–4; Miqueas 7:5–6; Juan 16:2; Hechos 28:24
  52. 53 Miqueas 7:6; Mateo 10:21–22; Mateo 24:10; Zacarías 13:2–6
  53. 54 Mateo 16:2–4; 1 Reyes 18:44–45
  54. 55 Mateo 20:12; Job 37:17
  55. 56 Mateo 16:3; Mateo 24:32–33; Mateo 11:25; 1 Crónicas 12:32; Lucas 19:42–44
  56. 57 Juan 7:24; Deuteronomio 32:29; 1 Corintios 11:14; Hechos 13:26–38; Hechos 2:40
  57. 58 Mateo 5:23–26; Lucas 13:24–28; Job 23:7; Isaías 55:6; Proverbios 25:8–9
  58. 59 Marcos 12:42; Mateo 18:34; Mateo 25:46; Mateo 25:41; 2 Tesalonicenses 1:3

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 12:15 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LVII)

    I doubt not but that ye who fear God, do hear His word with awe, and execute it with cheerfulness; that what He hath promised, ye may at present hope for, hereafter receive. We have just now heard the Lord Christ Jesus, the Son of God, giving us a precept.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Cita 12:50 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters XX–XXI)

    And to this He refers when He says, "And I have another baptism to be baptized with, and I hasten eagerly towards it." Moreover, they affirm that the Lord added this redemption to the sons of Zebedee, when their mother asked that they might sit, the one on His right hand, and the other on His left, in His kingdom, …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 12:4 Augustine of Hippo, The City of God (Chapters 11–13)

    If this be so, then that is false which Christ says, "Be not afraid of them that kill the body, and after that have no more that they can do;" for it seems they can do great injury to the dead body.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Cita 12:47 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXVI)

    "For mighty" men (it is said) "shall be mightily tormented:" and "He that knew his Lord's will, and doeth it not, shall be beaten with many stripes." So that more knowledge is a ground of more punishment.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 12:28 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VI)

    And he who says again that the Father is one, and the maker of the world another, opposes the Son when He says, If then God so clothes the grass of the field which to-day is, and to-morrow is cast into the furnace of fire; and, Who maketh His sun to rise on the evil and on the good, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)