Saltar al texto

Mateo · Texto bizantino (Robinson-Pierpont 2018)

Mateo 5 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ιδων δε τουσ οχλουσ ανεβη εισ το οροσ και καθισαντοσ αυτου προσηλθον αυτω οι μαθηται αυτου
1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,
2 και ανοιξασ το στομα αυτου εδιδασκεν αυτουσ λεγων
2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων·
3 μακαριοι οι πτωχοι τω πνευματι οτι αυτων εστιν η βασιλεια των ουρανων
3 μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
4 μακαριοι οι πενθουντεσ οτι αυτοι παρακληθησονται
4 μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
5 μακαριοι οι πραεισ οτι αυτοι κληρονομησουσιν την γην
5 μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
6 μακαριοι οι πεινωντεσ και διψωντεσ την δικαιοσυνην οτι αυτοι χορτασθησονται
6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
7 μακαριοι οι ελεημονεσ οτι αυτοι ελεηθησονται
7 μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
8 μακαριοι οι καθαροι τη καρδια οτι αυτοι τον θεον οψονται
8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
9 μακαριοι οι ειρηνοποιοι οτι αυτοι υιοι θεου κληθησονται
9 μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
10 μακαριοι οι δεδιωγμενοι ενεκεν δικαιοσυνησ οτι αυτων εστιν η βασιλεια των ουρανων
10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
11 μακαριοι εστε οταν ονειδισωσιν υμασ και διωξωσιν και ειπωσιν παν πονηρον ρημα καθ υμων ψευδομενοι ενεκεν εμου
11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
12 χαιρετε και αγαλλιασθε οτι ο μισθοσ υμων πολυσ εν τοισ ουρανοισ ουτωσ γαρ εδιωξαν τουσ προφητασ τουσ προ υμων
12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
13 υμεισ εστε το αλασ τησ γησ εαν δε το αλασ μωρανθη εν τινι αλισθησεται εισ ουδεν ισχυει ετι ει μη βληθηναι εξω και καταπατεισθαι υπο των ανθρωπων
13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
14 υμεισ εστε το φωσ του κοσμου ου δυναται πολισ κρυβηναι επανω ορουσ κειμενη
14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
15 ουδε καιουσιν λυχνον και τιθεασιν αυτον υπο τον μοδιον αλλ επι την λυχνιαν και λαμπει πασιν τοισ εν τη οικια
15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.
16 ουτωσ λαμψατω το φωσ υμων εμπροσθεν των ανθρωπων οπωσ ιδωσιν υμων τα καλα εργα και δοξασωσιν τον πατερα υμων τον εν τοισ ουρανοισ
16 οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
17 μη νομισητε οτι ηλθον καταλυσαι τον νομον η τουσ προφητασ ουκ ηλθον καταλυσαι αλλα πληρωσαι
17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.
18 αμην γαρ λεγω υμιν εωσ αν παρελθη ο ουρανοσ και η γη ιωτα εν η μια κεραια ου μη παρελθη απο του νομου εωσ αν παντα γενηται
18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.
19 οσ εαν ουν λυση μιαν των εντολων τουτων των ελαχιστων και διδαξη ουτωσ τουσ ανθρωπουσ ελαχιστοσ κληθησεται εν τη βασιλεια των ουρανων οσ δ αν ποιηση και διδαξη ουτοσ μεγασ κληθησεται εν τη βασιλεια των ουρανων
19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
20 λεγω γαρ υμιν οτι εαν μη περισσευση η δικαιοσυνη υμων πλειον των γραμματεων και φαρισαιων ου μη εισελθητε εισ την βασιλειαν των ουρανων
20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
21 ηκουσατε οτι ερρεθη τοισ αρχαιοισ ου φονευσεισ οσ δ αν φονευση ενοχοσ εσται τη κρισει
21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.
22 εγω δε λεγω υμιν οτι πασ ο οργιζομενοσ τω αδελφω αυτου εικη ενοχοσ εσται τη κρισει οσ δ αν ειπη τω αδελφω αυτου ρακα ενοχοσ εσται τω συνεδριω οσ δ αν ειπη μωρε ενοχοσ εσται εισ την γεενναν του πυροσ
22 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
23 εαν ουν προσφερησ το δωρον σου επι το θυσιαστηριον και εκει μνησθησ οτι ο αδελφοσ σου εχει τι κατα σου
23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
24 αφεσ εκει το δωρον σου εμπροσθεν του θυσιαστηριου και υπαγε πρωτον διαλλαγηθι τω αδελφω σου και τοτε ελθων προσφερε το δωρον σου
24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.
25 ισθι ευνοων τω αντιδικω σου ταχυ εωσ οτου ει εν τη οδω μετ αυτου μηποτε σε παραδω ο αντιδικοσ τω κριτη και ο κριτησ σε παραδω τω υπηρετη και εισ φυλακην βληθηση
25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ καὶ ὁ κριτής σε παραδῷ τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ·
26 αμην λεγω σοι ου μη εξελθησ εκειθεν εωσ αν αποδωσ τον εσχατον κοδραντην
26 ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην.
27 ηκουσατε οτι ερρεθη ου μοιχευσεισ
27 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις.
28 εγω δε λεγω υμιν οτι πασ ο βλεπων γυναικα προσ το επιθυμησαι αυτην ηδη εμοιχευσεν αυτην εν τη καρδια αυτου
28 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
29 ει δε ο οφθαλμοσ σου ο δεξιοσ σκανδαλιζει σε εξελε αυτον και βαλε απο σου συμφερει γαρ σοι ινα αποληται εν των μελων σου και μη ολον το σωμα σου βληθη εισ γεενναν
29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
30 και ει η δεξια σου χειρ σκανδαλιζει σε εκκοψον αυτην και βαλε απο σου συμφερει γαρ σοι ινα αποληται εν των μελων σου και μη ολον το σωμα σου βληθη εισ γεενναν
30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
31 ερρεθη δε οτι οσ αν απολυση την γυναικα αυτου δοτω αυτη αποστασιον
31 Ἐρρέθη δέ· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.
32 εγω δε λεγω υμιν οτι οσ αν απολυση την γυναικα αυτου παρεκτοσ λογου πορνειασ ποιει αυτην μοιχασθαι και οσ εαν απολελυμενην γαμηση μοιχαται
32 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται.
33 παλιν ηκουσατε οτι ερρεθη τοισ αρχαιοισ ουκ επιορκησεισ αποδωσεισ δε τω κυριω τουσ ορκουσ σου
33 Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.
34 εγω δε λεγω υμιν μη ομοσαι ολωσ μητε εν τω ουρανω οτι θρονοσ εστιν του θεου
34 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ·
35 μητε εν τη γη οτι υποποδιον εστιν των ποδων αυτου μητε εισ ιεροσολυμα οτι πολισ εστιν του μεγαλου βασιλεωσ
35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως·
36 μητε εν τη κεφαλη σου ομοσησ οτι ου δυνασαι μιαν τριχα λευκην η μελαιναν ποιησαι
36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι.
37 εστω δε ο λογοσ υμων ναι ναι ου ου το δε περισσον τουτων εκ του πονηρου εστιν
37 ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
38 ηκουσατε οτι ερρεθη οφθαλμον αντι οφθαλμου και οδοντα αντι οδοντοσ
38 Ἠκούσατε ὅτι ἐρρέθη, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος·
39 εγω δε λεγω υμιν μη αντιστηναι τω πονηρω αλλ οστισ σε ραπισει επι την δεξιαν σιαγονα στρεψον αυτω και την αλλην
39 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
40 και τω θελοντι σοι κριθηναι και τον χιτωνα σου λαβειν αφεσ αυτω και το ιματιον
40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον·
41 και οστισ σε αγγαρευσει μιλιον εν υπαγε μετ αυτου δυο
41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο·
42 τω αιτουντι σε διδου και τον θελοντα απο σου δανεισασθαι μη αποστραφησ
42 τῷ αἰτοῦντί σε δίδου καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς.
43 ηκουσατε οτι ερρεθη αγαπησεισ τον πλησιον σου και μισησεισ τον εχθρον σου
43 Ἠκούσατε ὅτι ἐρρέθη, ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.
44 εγω δε λεγω υμιν αγαπατε τουσ εχθρουσ υμων ευλογειτε τουσ καταρωμενουσ υμασ καλωσ ποιειτε τοισ μισουσιν υμασ και προσευχεσθε υπερ των επηρεαζοντων υμασ και διωκοντων υμασ
44 Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς,
45 οπωσ γενησθε υιοι του πατροσ υμων του εν τοισ ουρανοισ οτι τον ηλιον αυτου ανατελλει επι πονηρουσ και αγαθουσ και βρεχει επι δικαιουσ και αδικουσ
45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
46 εαν γαρ αγαπησητε τουσ αγαπωντασ υμασ τινα μισθον εχετε ουχι και οι τελωναι το αυτο ποιουσιν
46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι;
47 και εαν ασπασησθε τουσ φιλουσ υμων μονον τι περισσον ποιειτε ουχι και οι τελωναι ουτωσ ποιουσιν
47 καὶ ἐὰν ἀσπάσησθε τοὺς φίλους ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι οὕτω ποιοῦσιν;
48 εσεσθε ουν υμεισ τελειοι ωσπερ ο πατηρ υμων ο εν τοισ ουρανοισ τελειοσ εστιν
48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.
Referencias cruzadas (48)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Marcos 3:13; Mateo 15:29; Juan 6:2–3; Marcos 4:1; Marcos 3:20
  2. 2 Hechos 8:35; Lucas 6:20–26; Hechos 10:34; Mateo 13:35; Hechos 18:14
  3. 3 Isaías 66:2; Proverbios 29:23; Salmo 34:18; Proverbios 16:19; Lucas 18:14
  4. 4 Apocalipsis 21:4; 2 Corintios 7:9–10; Isaías 61:2–3; Juan 16:20–22; Salmo 126:5–6
  5. 5 Salmo 37:11; Isaías 29:19; Santiago 3:13; Salmo 149:4; Gálatas 5:23
  6. 6 Salmo 107:9; Juan 4:14; Juan 6:27; Juan 6:48–58; Salmo 145:19
  7. 7 Efesios 4:32–5:1; Mateo 6:14–15; 2 Samuel 22:26; Mateo 18:33–35; Salmo 18:25
  8. 8 Salmo 24:4; Salmo 51:10; Hebreos 10:22; Hebreos 12:14; Ezequiel 36:25–27
  9. 9 Hebreos 12:14; Santiago 3:16–18; Romanos 12:18; Gálatas 5:22; Salmo 120:6
  10. 10 Santiago 1:12; 1 Pedro 3:13–14; 2 Corintios 4:17; Mateo 5:3; Santiago 1:2–5
  11. 11 1 Pedro 4:14; Lucas 21:17; Marcos 13:13; Mateo 24:9; Lucas 6:22
  12. 12 Lucas 6:23; Santiago 1:2; Colosenses 3:24; 1 Pedro 4:13; Colosenses 1:24
  13. 13 Colosenses 4:6; Lucas 14:34–35; Marcos 9:49–50; Levítico 2:13; Hebreos 6:4–6
  14. 14 Filipenses 2:15; Juan 8:12; Efesios 5:8–14; 1 Tesalonicenses 5:5; Proverbios 4:18
  15. 15 Lucas 11:33; Marcos 4:21; Lucas 8:16; Números 8:2; Éxodo 25:37
  16. 16 1 Pedro 2:12; Tito 2:7; Juan 15:8; 1 Juan 1:5–7; Filipenses 2:15–16
  17. 17 Romanos 10:4; Lucas 16:17; Gálatas 4:4–5; Romanos 3:31; Romanos 8:4
  18. 18 Lucas 16:17; Isaías 40:8; 1 Pedro 1:25; Salmo 119:89–90; Mateo 24:34–35
  19. 19 Deuteronomio 12:32; Santiago 2:10–11; Mateo 28:20; Romanos 13:8–10; Mateo 11:11
  20. 20 Romanos 10:2–3; Filipenses 3:9; Romanos 9:30–32; Lucas 16:14–15; Mateo 23:2–5
  21. 21 Deuteronomio 5:17; Éxodo 20:13; Números 35:30–34; Éxodo 21:12–14; Números 35:16–21
  22. 22 1 Juan 3:14–15; 1 Juan 4:20–21; 1 Juan 2:9; Efesios 4:26–27; Efesios 4:31–32
  23. 23 Marcos 11:25; Levítico 6:2–6; Mateo 5:24; Mateo 23:19; Mateo 8:4
  24. 24 Santiago 5:16; Romanos 12:17–18; Mateo 18:15–17; Job 42:8; 1 Pedro 3:7–8
  25. 25 Lucas 12:58–59; Proverbios 25:8; Lucas 14:31–32; Hebreos 3:13; Isaías 55:6–7
  26. 26 Mateo 18:34; Lucas 12:59; Santiago 2:13; 2 Tesalonicenses 1:9; Lucas 16:26
  27. 27 Deuteronomio 5:18; Proverbios 6:32; Éxodo 20:14; Levítico 20:10; Deuteronomio 22:22–24
  28. 28 Santiago 1:14–15; 1 Juan 2:16; Proverbios 6:25; Éxodo 20:17; 2 Samuel 11:2
  29. 29 Marcos 9:43–48; Romanos 8:13; Colosenses 3:5; Romanos 6:6; 1 Pedro 4:1–3
  30. 30 Marcos 9:43; Mateo 5:29; 1 Pedro 2:8; Romanos 14:20–21; Mateo 18:6–7
  31. 31 Jeremías 3:1; Deuteronomio 24:1–4; Mateo 19:7; Marcos 10:2–9; Mateo 19:3
  32. 32 Romanos 7:3; Lucas 16:18; 1 Corintios 7:10–11; 1 Corintios 7:4; Mateo 19:8–9
  33. 33 Deuteronomio 23:21; Levítico 19:12; Eclesiastés 5:4–6; Deuteronomio 23:23; Salmo 76:11
  34. 34 Santiago 5:12; Isaías 66:1; Deuteronomio 23:21–23; Mateo 23:16–22; Eclesiastés 9:2
  35. 35 Salmo 48:2; Malaquías 1:14; Apocalipsis 21:10; 2 Crónicas 6:6; Salmo 99:5
  36. 36 Lucas 12:25; Mateo 6:27; Mateo 23:16–21
  37. 37 Santiago 5:12; Colosenses 4:6; Colosenses 3:9; 2 Corintios 1:17–20; Juan 8:44
  38. 38 Levítico 24:19–20; Deuteronomio 19:21; Éxodo 21:22–27; Deuteronomio 19:19
  39. 39 1 Tesalonicenses 5:15; 1 Pedro 3:9; Romanos 12:17–19; Proverbios 20:22; Lucas 6:29–30
  40. 40 Lucas 6:29; 1 Corintios 6:7
  41. 41 Lucas 23:26
  42. 42 Proverbios 19:17; Hebreos 13:16; Lucas 6:30–36; 1 Timoteo 6:17–19; Salmo 112:5–9
  43. 43 Levítico 19:18; Salmo 139:21–22; Gálatas 5:13–14; Mateo 19:19; Romanos 13:8–10
  44. 44 Romanos 12:14; 1 Pedro 3:9; Lucas 6:27–28; Romanos 12:20–21; Proverbios 25:21–22
  45. 45 Salmo 145:9; Lucas 6:35; Hechos 14:17; Job 25:3; Efesios 5:1
  46. 46 Lucas 6:32–35; 1 Pedro 2:20–23; Mateo 11:19; Mateo 9:10–11; Mateo 18:17
  47. 47 Lucas 6:32; Mateo 5:20; 1 Pedro 2:20; Lucas 10:4–5
  48. 48 1 Pedro 1:15–16; Santiago 1:4; Levítico 19:2; Efesios 5:1–2; Lucas 6:36

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 5:16 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon IV)

    It is wont to perplex many persons, Dearly beloved, that our Lord Jesus Christ in His Evangelical Sermon, after He had first said, "Let your light so shine before men, that they may see your good works, and glorify your Father which is in heaven;" said afterwards, "Take heed that ye do not your righteousness before men to be seen …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Comentario 5:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XV)

    See how unambitious He was, and void of boasting: in that He did not lead people about with Him, but whereas, when healing was required, He had Himself gone about everywhere, visiting both towns and country places; now when the multitude is become very great, He sits in one spot: and that not in the midst of any city or …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 5:3 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … be forgiven unto you; be merciful, that ye may obtain mercy; with what measure ye mete, it shall be measured to you again;" and once more, "Blessed are the poor, and those that are persecuted for righteousness' sake, for theirs is the kingdom of God." Chapter III — Expressions of personal unworthiness These things, brethren, I write to you concerning …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 5:28 Justin Martyr, First Apology (Chapters XIII–XVI)

    … eye offend thee, cut it out; for it is better for thee to enter into the kingdom of heaven with one eye, than, having two eyes, to be cast into everlasting fire." And, "Whosoever shall marry her that is divorced from another husband, committeth adultery." And, "There are some who have been made eunuchs of men, and some who were …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 5:18 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters III–IV)

    … like manner, they assert that the ten Æons are pointed out by the letter Iota, which begins His name; while, for the same reason, they tell us the Saviour said, "One Iota, or one tittle, shall by no means pass away until all be fulfilled."

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)