Saltar al texto

Romanos · Texto bizantino (Robinson-Pierpont 2018)

Romanos 7 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 η αγνοειτε αδελφοι γινωσκουσιν γαρ νομον λαλω οτι ο νομοσ κυριευει του ανθρωπου εφ οσον χρονον ζη
1 Ἢ ἀγνοεῖτε, ἀδελφοί· γινώσκουσι γὰρ νόμον λαλῶ· ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾽ ὅσον χρόνον ζῇ;
2 η γαρ υπανδροσ γυνη τω ζωντι ανδρι δεδεται νομω εαν δε αποθανη ο ανηρ κατηργηται απο του νομου του ανδροσ
2 ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός.
3 αρα ουν ζωντοσ του ανδροσ μοιχαλισ χρηματισει εαν γενηται ανδρι ετερω εαν δε αποθανη ο ανηρ ελευθερα εστιν απο του νομου του μη ειναι αυτην μοιχαλιδα γενομενην ανδρι ετερω
3 ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.
4 ωστε αδελφοι μου και υμεισ εθανατωθητε τω νομω δια του σωματοσ του χριστου εισ το γενεσθαι υμασ ετερω τω εκ νεκρων εγερθεντι ινα καρποφορησωμεν τω θεω
4 ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ.
5 οτε γαρ ημεν εν τη σαρκι τα παθηματα των αμαρτιων τα δια του νομου ενηργειτο εν τοισ μελεσιν ημων εισ το καρποφορησαι τω θανατω
5 ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·
6 νυνι δε κατηργηθημεν απο του νομου αποθανοντεσ εν ω κατειχομεθα ωστε δουλευειν ημασ εν καινοτητι πνευματοσ και ου παλαιοτητι γραμματοσ
6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος.
7 τι ουν ερουμεν ο νομοσ αμαρτια μη γενοιτο αλλα την αμαρτιαν ουκ εγνων ει μη δια νομου την τε γαρ επιθυμιαν ουκ ηδειν ει μη ο νομοσ ελεγεν ουκ επιθυμησεισ
7 Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις·
8 αφορμην δε λαβουσα η αμαρτια δια τησ εντολησ κατειργασατο εν εμοι πασαν επιθυμιαν χωρισ γαρ νομου αμαρτια νεκρα
8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.
9 εγω δε εζων χωρισ νομου ποτε ελθουσησ δε τησ εντολησ η αμαρτια ανεζησεν εγω δε απεθανον
9 ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν,
10 και ευρεθη μοι η εντολη η εισ ζωην αυτη εισ θανατον
10 ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον·
11 η γαρ αμαρτια αφορμην λαβουσα δια τησ εντολησ εξηπατησεν με και δι αυτησ απεκτεινεν
11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με καὶ διὰ αὐτῆς ἀπέκτεινεν.
12 ωστε ο μεν νομοσ αγιοσ και η εντολη αγια και δικαια και αγαθη
12 ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.
13 το ουν αγαθον εμοι γεγονεν θανατοσ μη γενοιτο αλλα η αμαρτια ινα φανη αμαρτια δια του αγαθου μοι κατεργαζομενη θανατον ινα γενηται καθ υπερβολην αμαρτωλοσ η αμαρτια δια τησ εντολησ
13 τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτίᾳ, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γένηται καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.
14 οιδαμεν γαρ οτι ο νομοσ πνευματικοσ εστιν εγω δε σαρκικοσ ειμι πεπραμενοσ υπο την αμαρτιαν
14 Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
15 ο γαρ κατεργαζομαι ου γινωσκω ου γαρ ο θελω τουτο πρασσω αλλ ο μισω τουτο ποιω
15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ᾽ ὃ μισῶ τοῦτο ποιῶ.
16 ει δε ο ου θελω τουτο ποιω συμφημι τω νομω οτι καλοσ
16 εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός.
17 νυνι δε ουκετι εγω κατεργαζομαι αυτο αλλ η οικουσα εν εμοι αμαρτια
17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
18 οιδα γαρ οτι ουκ οικει εν εμοι τουτ εστιν εν τη σαρκι μου αγαθον το γαρ θελειν παρακειται μοι το δε κατεργαζεσθαι το καλον ουχ ευρισκω
18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾽ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω·
19 ου γαρ ο θελω ποιω αγαθον αλλ ο ου θελω κακον τουτο πρασσω
19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ᾽ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω.
20 ει δε ο ου θελω εγω τουτο ποιω ουκετι εγω κατεργαζομαι αυτο αλλ η οικουσα εν εμοι αμαρτια
20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
21 ευρισκω αρα τον νομον τω θελοντι εμοι ποιειν το καλον οτι εμοι το κακον παρακειται
21 εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται·
22 συνηδομαι γαρ τω νομω του θεου κατα τον εσω ανθρωπον
22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον,
23 βλεπω δε ετερον νομον εν τοισ μελεσιν μου αντιστρατευομενον τω νομω του νοοσ μου και αιχμαλωτιζοντα με τω νομω τησ αμαρτιασ τω οντι εν τοισ μελεσιν μου
23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με [ἐν] τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.
24 ταλαιπωροσ εγω ανθρωποσ τισ με ρυσεται εκ του σωματοσ του θανατου τουτου
24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος! τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;
25 ευχαριστω τω θεω δια ιησου χριστου του κυριου ημων αρα ουν αυτοσ εγω τω μεν νοι δουλευω νομω θεου τη δε σαρκι νομω αμαρτιασ
25 εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.
Referencias cruzadas (25)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Romanos 6:14; Romanos 7:6; Romanos 6:3; Proverbios 6:23; Romanos 10:1
  2. 2 Génesis 2:23–24; 1 Corintios 7:4; 1 Corintios 7:39; Números 30:7–8
  3. 3 Éxodo 20:14; Mateo 5:32; Marcos 10:6–12; 1 Timoteo 5:11–14; Juan 8:3–5
  4. 4 1 Pedro 2:24; Gálatas 5:22–23; Isaías 54:5; Efesios 5:23–27; Romanos 8:2
  5. 5 Efesios 2:3; Gálatas 5:16–17; Gálatas 5:24; Gálatas 3:10; Romanos 6:13
  6. 6 Gálatas 3:23–25; 2 Corintios 3:6; Romanos 7:4; Romanos 6:4; Gálatas 2:19–20
  7. 7 Romanos 3:20; Romanos 4:15; Éxodo 20:17; 1 Corintios 15:56; Deuteronomio 5:21
  8. 8 Romanos 7:11; 1 Corintios 15:56; Romanos 4:15; Santiago 1:14–15; Romanos 7:13
  9. 9 Gálatas 3:10; Romanos 8:7; Romanos 7:4; Santiago 2:10–11; Gálatas 2:19
  10. 10 Levítico 18:5; 2 Corintios 3:7; Gálatas 3:12; Romanos 10:5; Ezequiel 20:21
  11. 11 Génesis 3:13; Romanos 7:8; Jeremías 17:9; Hebreos 3:13; Santiago 1:26
  12. 12 1 Timoteo 1:8; Salmo 119:137; Salmo 19:7–12; Romanos 7:14; Salmo 119:172
  13. 13 Santiago 1:13–15; Gálatas 3:21; Romanos 8:3; Romanos 7:8–11; Romanos 5:20
  14. 14 1 Reyes 21:25; 2 Reyes 17:17; Isaías 52:3; 1 Reyes 21:20; Romanos 7:18
  15. 15 Gálatas 5:17; Romanos 7:19–20; Eclesiastés 7:20; Santiago 3:2; Nahúm 1:7
  16. 16 Romanos 7:12; 1 Timoteo 1:8; Romanos 7:14; Romanos 7:22; Salmo 119:127–128
  17. 17 Romanos 7:20; Romanos 7:18; Filipenses 3:8–9; Santiago 4:5–6; Romanos 4:7–8
  18. 18 Juan 3:6; Salmo 51:5; Gálatas 5:17; Salmo 119:115–117; Romanos 7:25
  19. 19 Romanos 7:15
  20. 20 Romanos 7:17
  21. 21 Efesios 6:11–13; Romanos 8:2; Romanos 6:14; Romanos 7:23; Romanos 6:12
  22. 22 Salmo 1:2; Salmo 40:8; Salmo 119:35; Salmo 119:47–48; Hebreos 8:10
  23. 23 Gálatas 5:17; Santiago 4:1; Romanos 8:2; Romanos 6:19; Romanos 7:25
  24. 24 Romanos 6:6; 2 Timoteo 4:18; Tito 2:14; Romanos 8:2; 2 Corintios 12:7–9
  25. 25 Gálatas 5:17–24; Colosenses 3:17; 2 Corintios 12:9–10; 1 Pedro 2:5; Romanos 6:17

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 7:14 John Chrysostom, Homilies on Romans (Homily XIII)

    After having said that great evils had taken place, and that sin, taking occasion by the commandment, had grown stronger, and the opposite of what the Law mainly aimed at had been the result, and after having thrown the hearer into a great deal of perplexity, he goes on next to give the rationale of these events, after first clearing …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 7:18 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVII)

    … sign of our salvation, since it was the Lord Himself who saved them, because they could not be saved by their own instrumentality; and, therefore, when Paul sets forth human infirmity, he says: "For I know that there dwelleth in my flesh no good thing," showing that the "good thing" of our salvation is not from us, but from God.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 7:22 Augustine of Hippo, Confessions (Book VII, Chapters XX–XXI)

    For though a man "delight in the law of God after the inward man," what shall he do with that other law in his members which warreth against the law of his mind, and bringeth him into captivity to the law of sin, which is in his members?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Cita 7:23 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XII)

    The Devil had used the flesh as an instrument against us; and Paul knowing this, saith, But I see another law in my members warring against the law of my mind, and bringing me into captivity, and the rest.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 7:24 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVII)

    And again: "Wretched man that I am, who shall deliver me from the body of this death?" Then he introduces the Deliverer, [saying,] "The grace of Jesus Christ our Lord." And Isaiah declares this also, [when he says:] "Be ye strengthened, ye hands that hang down, and ye feeble knees; be ye encouraged, ye feeble-minded; be comforted, fear not: behold, …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)