Saltar al texto

Santiago · Texto bizantino (Robinson-Pierpont 2018)

Santiago 1 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ιακωβοσ θεου και κυριου ιησου χριστου δουλοσ ταισ δωδεκα φυλαισ ταισ εν τη διασπορα χαιρειν
1 Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.
2 πασαν χαραν ηγησασθε αδελφοι μου οταν πειρασμοισ περιπεσητε ποικιλοισ
2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
3 γινωσκοντεσ οτι το δοκιμιον υμων τησ πιστεωσ κατεργαζεται υπομονην
3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·
4 η δε υπομονη εργον τελειον εχετω ινα ητε τελειοι και ολοκληροι εν μηδενι λειπομενοι
4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.
5 ει δε τισ υμων λειπεται σοφιασ αιτειτω παρα του διδοντοσ θεου πασιν απλωσ και ουκ ονειδιζοντοσ και δοθησεται αυτω
5 Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ·
6 αιτειτω δε εν πιστει μηδεν διακρινομενοσ ο γαρ διακρινομενοσ εοικεν κλυδωνι θαλασσησ ανεμιζομενω και ριπιζομενω
6 αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.
7 μη γαρ οιεσθω ο ανθρωποσ εκεινοσ οτι ληψεται τι παρα του κυριου
7 μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήψεταί τι παρὰ τοῦ Κυρίου.
8 ανηρ διψυχοσ ακαταστατοσ εν πασαισ ταισ οδοισ αυτου
8 ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
9 καυχασθω δε ο αδελφοσ ο ταπεινοσ εν τω υψει αυτου
9 καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,
10 ο δε πλουσιοσ εν τη ταπεινωσει αυτου οτι ωσ ανθοσ χορτου παρελευσεται
10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.
11 ανετειλεν γαρ ο ηλιοσ συν τω καυσωνι και εξηρανεν τον χορτον και το ανθοσ αυτου εξεπεσεν και η ευπρεπεια του προσωπου αυτου απωλετο ουτωσ και ο πλουσιοσ εν ταισ πορειαισ αυτου μαρανθησεται
11 ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο. οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
12 μακαριοσ ανηρ οσ υπομενει πειρασμον οτι δοκιμοσ γενομενοσ ληψεται τον στεφανον τησ ζωησ ον επηγγειλατο ο κυριοσ τοισ αγαπωσιν αυτον
12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.
13 μηδεισ πειραζομενοσ λεγετω οτι απο θεου πειραζομαι ο γαρ θεοσ απειραστοσ εστιν κακων πειραζει δε αυτοσ ουδενα
13 Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.
14 εκαστοσ δε πειραζεται υπο τησ ιδιασ επιθυμιασ εξελκομενοσ και δελεαζομενοσ
14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·
15 ειτα η επιθυμια συλλαβουσα τικτει αμαρτιαν η δε αμαρτια αποτελεσθεισα αποκυει θανατον
15 εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
16 μη πλανασθε αδελφοι μου αγαπητοι
16 Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί·
17 πασα δοσισ αγαθη και παν δωρημα τελειον ανωθεν εστιν καταβαινον απο του πατροσ των φωτων παρ ω ουκ ενι παραλλαγη η τροπησ αποσκιασμα
17 πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
18 βουληθεισ απεκυησεν ημασ λογω αληθειασ εισ το ειναι ημασ απαρχην τινα των αυτου κτισματων
18 βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
19 ωστε αδελφοι μου αγαπητοι εστω πασ ανθρωποσ ταχυσ εισ το ακουσαι βραδυσ εισ το λαλησαι βραδυσ εισ οργην
19 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν·
20 οργη γαρ ανδροσ δικαιοσυνην θεου ου κατεργαζεται
20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται.
21 διο αποθεμενοι πασαν ρυπαριαν και περισσειαν κακιασ εν πραυτητι δεξασθε τον εμφυτον λογον τον δυναμενον σωσαι τασ ψυχασ υμων
21 διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
22 γινεσθε δε ποιηται λογου και μη μονον ακροαται παραλογιζομενοι εαυτουσ
22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταί, παραλογιζόμενοι ἑαυτούς.
23 οτι ει τισ ακροατησ λογου εστιν και ου ποιητησ ουτοσ εοικεν ανδρι κατανοουντι το προσωπον τησ γενεσεωσ αυτου εν εσοπτρω
23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶ καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ·
24 κατενοησεν γαρ εαυτον και απεληλυθεν και ευθεωσ επελαθετο οποιοσ ην
24 κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
25 ο δε παρακυψασ εισ νομον τελειον τον τησ ελευθεριασ και παραμεινασ ουτοσ ουκ ακροατησ επιλησμονησ γενομενοσ αλλα ποιητησ εργου ουτοσ μακαριοσ εν τη ποιησει αυτου εσται
25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
26 ει τισ δοκει θρησκοσ ειναι εν υμιν μη χαλιναγωγων γλωσσαν αυτου αλλα απατων καρδιαν αυτου τουτου ματαιοσ η θρησκεια
26 Εἴ τις δοκεῖ θρῆσκος εἶναι ἐν ὑμῖν μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ, ἀλλ᾽ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία.
27 θρησκεια καθαρα και αμιαντοσ παρα θεω και πατρι αυτη εστιν επισκεπτεσθαι ορφανουσ και χηρασ εν τη θλιψει αυτων ασπιλον εαυτον τηρειν απο του κοσμου
27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ [τῷ] Θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • James

    Jerusalem church leader

    The Gospels name him first among Jesus' brothers (Matthew 13:55; Mark 6:3), and Paul calls him 'James, the Lord's brother' (Galatians 1:19); he led the church in Jerusalem and is…

    Citado en la guía: Matthew 13:55; Acts 15; James 1:1

Referencias cruzadas (27)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Ezequiel 12:15; 1 Pedro 1:1; Juan 7:35; Hechos 8:1; Hechos 26:7
  2. 2 1 Pedro 1:6–8; Santiago 1:12; 2 Corintios 12:9–10; Mateo 5:10–12; Lucas 6:22–23
  3. 3 Romanos 5:3–4; Hebreos 10:36; Colosenses 1:11; 2 Corintios 4:17; Romanos 8:28
  4. 4 1 Pedro 5:10; Lucas 21:19; Mateo 5:48; 2 Timoteo 3:17; Gálatas 6:9
  5. 5 Proverbios 2:3–6; Juan 15:7; Jeremías 29:12–13; Proverbios 3:5–7; 1 Juan 5:14–15
  6. 6 Mateo 21:21–22; Hebreos 11:6; Marcos 11:22–24; Efesios 4:14; Hebreos 10:23
  7. 7 Santiago 4:3; Proverbios 15:8; Isaías 1:15; Isaías 58:3–4; Proverbios 21:27
  8. 8 1 Reyes 18:21; Mateo 6:24; Santiago 4:8; Isaías 29:13; 2 Pedro 2:14
  9. 9 Jeremías 9:23–24; Proverbios 19:1; Santiago 2:5–6; 2 Corintios 6:10; Salmo 62:9
  10. 10 1 Pedro 1:24; 1 Juan 2:17; Job 14:2; 1 Timoteo 6:17; Mateo 5:3
  11. 11 Isaías 40:7–8; Salmo 37:35–36; Lucas 16:19–25; Marcos 4:6; Salmo 49:6–14
  12. 12 1 Pedro 5:10; 1 Pedro 1:6–8; Apocalipsis 2:10; Santiago 5:11; Romanos 8:28
  13. 13 Santiago 1:12; Habacuc 2:12–13; Romanos 9:19–20; Santiago 1:2; Génesis 3:12
  14. 14 Marcos 7:21–22; Efesios 4:22; Mateo 15:18; Hebreos 3:13; Proverbios 4:23
  15. 15 Salmo 7:14; Job 15:35; Romanos 5:12–21; Génesis 2:17; Isaías 59:4
  16. 16 Santiago 1:19; Gálatas 6:7; Colosenses 2:8; Hebreos 13:1; Colosenses 2:4
  17. 17 Juan 3:27; Mateo 7:11; Hebreos 13:8; Juan 8:12; Números 23:19
  18. 18 Romanos 8:29–31; 1 Pedro 1:23; Juan 3:3–5; Juan 1:13; 1 Pedro 1:3
  19. 19 Proverbios 17:27; Proverbios 21:23; Proverbios 14:29; Proverbios 10:19; Proverbios 18:13
  20. 20 2 Timoteo 2:24–25; Efesios 4:26; Santiago 3:17–18; Números 20:11–12
  21. 21 Efesios 4:22; Efesios 1:13; 1 Pedro 2:11; Juan 6:63; Salmo 25:9
  22. 22 Romanos 2:13; Lucas 6:46–48; Juan 13:17; Santiago 4:17; 1 Juan 2:3
  23. 23 Mateo 7:26–27; Santiago 2:14–26; Ezequiel 33:31–32; Lucas 6:47; Jeremías 44:16
  24. 24 2 Pedro 3:11; Lucas 1:66; Lucas 7:39; 1 Tesalonicenses 1:5; Mateo 8:27
  25. 25 Lucas 11:28; Juan 13:17; 2 Corintios 3:17–18; 1 Pedro 2:16; Lucas 6:47–49
  26. 26 Salmo 141:3; Efesios 4:29; 1 Pedro 3:10; Efesios 5:4; Proverbios 19:1
  27. 27 Isaías 1:16–17; 1 Juan 3:17–19; Gálatas 6:9–10; Romanos 12:2; Mateo 25:34–46

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 1:17 Augustine of Hippo, Confessions (Book III, Chapters V–VII)

    But I hungered and thirsted not even after those first works of Thine, but after Thee Thyself, the Truth, "with whom is no variableness, neither shadow of turning;" yet they still served up to me in those dishes glowing phantasies, than which better were it to love this very sun (which, at least, is true to our sight), than those …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  2. Cita 1:17 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VII)

    … not by passion, or union, not in ignorance, not by effluence, not by diminution, not by alteration, for every good gift and every perfect gift is from above, coming down from the Father of lights, with whom can be no variation, neither shadow of turning.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  3. Cita 1:17 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book IV, Chapters XV–XVI)

    How, therefore, are demons driven off by them, diseases dispelled, sick persons made well, the blind restored to sight, lepers purified, temptations and troubles overcome, and how does every good gift from the Father of lights come down through them to those who pray with sure faith?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)

  4. Cita 1:17 Augustine of Hippo, Confessions (Book IV, Chapters XIII–XV)

    … light my candle; the Lord my God will enlighten my darkness; and "of His fulness have all we received," for "that was the true Light which lighted every man that cometh into the world;" for in Thee there is "no variableness, neither shadow of turning."

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Cita 1:5 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    For if any of you lack wisdom, let him ask of God who giveth, and he shall receive.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)