1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· 2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. 3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα ⸀φωνεῖ κατʼ ὄνομα καὶ ἐξάγει αὐτά. 4 ⸀ὅταν τὰ ἴδια ⸀πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· 5 ἀλλοτρίῳ δὲ οὐ μὴ ⸀ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπʼ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. 6 ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ⸀ἦν ἃ ἐλάλει αὐτοῖς. 7 Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ⸀ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8 πάντες ὅσοι ἦλθον ⸂πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλʼ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9 ἐγώ εἰμι ἡ θύρα· διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. 11 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· 12 ὁ ⸀μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ⸀ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει— καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ ⸀σκορπίζει 13 ⸀ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ ⸂γινώσκουσί με τὰ ἐμά, 15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα ⸂δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ ⸀γενήσονται μία ποίμνη, εἷς ποιμήν. 17 διὰ τοῦτό ⸂με ὁ πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18 οὐδεὶς ⸀αἴρει αὐτὴν ἀπʼ ἐμοῦ, ἀλλʼ ἐγὼ τίθημι αὐτὴν ἀπʼ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου. 19 ⸀Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 ⸀ἄλλοι ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ⸀ἀνοῖξαι 22 Ἐγένετο ⸀τότε τὰ ἐγκαίνια ἐν ⸀τοῖς Ἱεροσολύμοις· ⸀χειμὼν ἦν, 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ ⸀τοῦ Σολομῶνος. 24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ⸂ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ⸀ἐμῶν 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ⸀ἀκούουσιν κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, 28 κἀγὼ ⸂δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 ὁ πατήρ μου ⸀ὃ δέδωκέν ⸀μοι ⸂πάντων μεῖζων ἐστίν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ ⸀πατρός 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. 31 Ἐβάστασαν ⸀οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ ⸂ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ ⸀πατρός διὰ ποῖον αὐτῶν ἔργον ⸂ἐμὲ λιθάζετε ; 33 ἀπεκρίθησαν αὐτῷ οἱ ⸀Ἰουδαῖοι Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ⸀ὅτι Ἐγὼ εἶπα· Θεοί ἐστε; 35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, 36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι; 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις ⸀πιστεύετε ἵνα γνῶτε καὶ ⸀γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν ⸂τῷ πατρί. 39 ἐζήτουν οὖν ⸂πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν. 40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. 41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. 42 καὶ ⸂πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.
Juan · Nuevo Testamento griego SBL
Juan 10 Nuevo Testamento griego SBL
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Referencias cruzadas (41)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Mateo 7:15; Juan 10:8–10; 1 Juan 4:1; Romanos 16:18; Hebreos 5:4
- 2 Juan 10:14; Hechos 20:28; 1 Pedro 5:4; Salmo 23:1; Isaías 40:11
- 3 Ezequiel 34:11–16; 2 Timoteo 2:19; Juan 10:4; Juan 10:16; Apocalipsis 3:20
- 4 Deuteronomio 1:30; Juan 10:16; Juan 12:26; Juan 18:37; Juan 10:8
- 5 1 Juan 4:5–6; Colosenses 2:6–10; Proverbios 19:27; Marcos 4:24; 1 Pedro 2:1–3
- 6 Isaías 56:11; Salmo 82:5; Proverbios 28:5; Juan 16:25; Isaías 6:9–10
- 7 Juan 14:6; Efesios 2:18; Juan 10:1; Juan 10:9; Ezequiel 34:31
- 8 Ezequiel 34:2; Jeremías 23:1; Juan 10:1; Ezequiel 22:25–28; Isaías 56:10–12
- 9 Juan 14:6; Efesios 2:18; Juan 10:7; Juan 10:1; Romanos 5:1–2
- 10 Lucas 19:10; Juan 6:51; Juan 12:47; Juan 3:17; Juan 6:33
- 11 Salmo 23:1; Juan 10:14–15; Juan 15:13; Apocalipsis 7:17; Isaías 40:11
- 12 2 Pedro 2:3; Hechos 20:29; Zacarías 11:16–17; Ezequiel 34:2–6; Mateo 10:16
- 13 Filipenses 2:20; Juan 12:6; Hechos 18:17
- 14 Juan 10:27; 2 Timoteo 2:19; Juan 10:11; Efesios 1:17; 1 Juan 5:20
- 15 Gálatas 1:4; Juan 10:11; Mateo 11:27; 1 Juan 2:2; Isaías 53:10
- 16 Isaías 56:8; Juan 11:52; 1 Pedro 2:25; Ezequiel 34:23; Ezequiel 37:24
- 17 Juan 10:18; Juan 10:15; Juan 10:11; Hebreos 2:9; Juan 15:9–10
- 18 Tito 2:14; Hebreos 2:9; Juan 10:17; Juan 2:19–21; Isaías 53:10–12
- 19 Juan 9:16; 1 Corintios 3:3; Juan 7:40–43; Hechos 23:7–10; Hechos 14:4
- 20 Juan 7:20; Marcos 3:21; Juan 8:52; Juan 8:47–48; Mateo 9:34
- 21 Éxodo 4:11; Isaías 35:5–6; Salmo 94:9; Mateo 11:5; Éxodo 8:19
- 23 Hechos 5:12; Hechos 3:11
- 24 Juan 1:19; Lucas 22:67–70; Juan 8:53; Juan 8:25; Mateo 11:3
- 25 Juan 10:38; Juan 8:58; Hebreos 2:3; Juan 5:17–43; Juan 14:11
- 26 Juan 8:47; 2 Corintios 4:3–4; Juan 12:37–40; Juan 6:65; Juan 10:27
- 27 Juan 10:16; Juan 10:14; Apocalipsis 3:20; 1 Corintios 8:3; Juan 10:3–4
- 28 Juan 6:39–40; Juan 6:37; Juan 3:15–16; Hebreos 7:25; Juan 18:9
- 29 Juan 6:37; Juan 17:2; Juan 17:9; Juan 14:28; Juan 17:6
- 30 Juan 1:1–2; Juan 14:9; Juan 17:21–23; Juan 5:23; Juan 8:58
- 31 Juan 5:18; Juan 8:59; 1 Samuel 30:6; Juan 11:8; Éxodo 17:4
- 32 Hechos 2:22; 1 Juan 3:12; Eclesiastés 4:4; Juan 5:36; Salmo 109:4–5
- 33 Juan 5:18; Juan 10:30; Levítico 24:16; Filipenses 2:6; Salmo 82:6
- 34 Salmo 82:6–7; Éxodo 7:1; Salmo 82:1; Éxodo 4:16; Salmo 138:1
- 35 Mateo 24:35; Romanos 13:1; Lucas 16:17; Lucas 24:44–46; Génesis 15:1
- 36 Juan 3:17; Juan 5:17–18; Jeremías 1:5; Juan 6:27; Juan 10:30–33
- 37 Juan 15:24; Juan 10:25; Juan 10:32; Juan 5:31; Mateo 11:20–24
- 38 Juan 14:20; Juan 10:30; Juan 10:25; Juan 14:9–11; Juan 17:21–23
- 39 Juan 7:30; Juan 8:59; Juan 7:44; Lucas 4:29–30; Juan 10:31
- 40 Juan 1:28; Juan 11:54; Juan 7:1; Juan 3:26
- 41 Juan 1:33–34; Juan 1:29–30; Juan 1:27; Mateo 14:2; Marcos 1:37
- 42 Juan 4:41; Juan 12:42; Juan 2:23; Juan 11:45; Juan 8:30
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
We have heard the Lord Jesus setting forth to us the office of a good shepherd. And herein He hath doubtless given us to know, as we may understand it, that there are good shepherds.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
Our Lord's discourse to the Jews began in connection with the man who was born blind and was restored to sight. Your Charity therefore ought to know and be advised that today's lesson is interwoven with that one.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
A great matter, beloved, a great matter it is to preside over a Church: a matter needing wisdom and courage as great as that of which Christ speaketh, that a man should lay down his life for the sheep, and never leave them deserted or naked; that he should stand against the wolf nobly.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
… loved us, for whom He, who thought it no robbery to be equal with Thee, "became obedient unto death, even the death of the cross;" He alone "free among the dead," that had power to lay down His life, and power to take it again; for us was He unto Thee both Victor and Victim, and the Victor as being …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
And not here only, but also in another case again, when they were saying, "For a good work we stone thee not, but for blasphemy, and because that thou, being a man, makest thyself God," neither in that instance did He put down this opinion, but again confirmed it, saying, "If I do not the works of my Father, believe …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)