1 Καὶ ⸀ἐμβὰς ⸀εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· ⸀ἀφίενταί ⸂σου αἱ ἁμαρτίαι. 3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. 4 καὶ ⸀εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ⸀Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν· ⸀Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ περιπάτει; 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ· ⸀Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8 ἰδόντες δὲ οἱ ὄχλοι ⸀ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. 9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, ⸀καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι ⸀ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12 ὁ ⸀δὲ ἀκούσας ⸀εἶπεν Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες. 13 πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ⸀ἁμαρτωλούς 14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν ⸀πολλά οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν; 15 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφʼ ὅσον μετʼ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. 16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. 17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ⸀ἀπόλλυνται ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται. 18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς ⸀ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπʼ αὐτήν, καὶ ζήσεται. 19 καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ⸀ἠκολούθει αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 20 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· 21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. 22 ὁ δὲ Ἰησοῦς ⸀στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν· Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. 23 καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον 24 ⸀ἔλεγεν Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει· καὶ κατεγέλων αὐτοῦ. 25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. 26 καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην. 27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν ⸀αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, ⸀υἱὲ Δαυίδ. 28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, κύριε. 29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ⸀ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω· 31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. 32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ⸀ἄνθρωπον κωφὸν δαιμονιζόμενον· 33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν ⸀μαλακίαν 36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ⸀ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα. 37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
Mateo · Nuevo Testamento griego SBL
Mateo 9 Nuevo Testamento griego SBL
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Matthew
A tax collector sitting at the tax booth whom Jesus told 'Follow Me'; Matthew calls him Matthew, while Mark and Luke tell the same call and name him Levi, and Mark 2:14 calls Levi…
Citado en la guía: Matthew 9:9; Matthew 10:3; Mark 2:14
Referencias cruzadas (37)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Mateo 4:13; Lucas 8:37; Mateo 8:18; Marcos 5:21; Apocalipsis 22:11
- 2 Marcos 2:1–12; Lucas 5:18–26; Jeremías 31:33–34; Mateo 9:22; Salmo 32:1–2
- 3 Mateo 26:65; Levítico 24:16; Lucas 5:21; Marcos 14:64; Juan 10:33–36
- 4 Lucas 6:8; Mateo 12:25; Apocalipsis 2:23; Lucas 9:46–47; Salmo 139:2
- 5 Juan 5:8–14; Marcos 2:9–12; Hechos 3:16; Lucas 5:23–25; Hechos 14:8–11
- 6 Isaías 43:25; Mateo 9:5; 2 Corintios 5:20; Juan 20:21–23; 2 Corintios 2:10
- 8 Lucas 7:16; Mateo 15:31; Hechos 4:21; Marcos 2:12; Lucas 23:47
- 9 Lucas 5:27–38; Marcos 2:14–22; 1 Reyes 19:19–21; Lucas 19:2–10; Marcos 3:18
- 10 Lucas 5:29–32; Marcos 2:15–17; 1 Timoteo 1:13–16; Mateo 5:46–47; Juan 9:31
- 11 Mateo 11:19; Lucas 5:30; Lucas 15:1–2; Marcos 2:16; 1 Corintios 5:9–11
- 12 Lucas 5:31; Apocalipsis 3:17–18; Jeremías 33:6; Lucas 9:11; Marcos 2:17
- 13 Marcos 2:17; Lucas 19:10; Oseas 6:6; Lucas 5:32; Mateo 12:7
- 14 Lucas 5:33–39; Marcos 2:18–22; Mateo 6:16; Mateo 11:18–19; Lucas 18:9–12
- 15 Apocalipsis 19:9; Apocalipsis 21:2; Juan 3:29; Hechos 13:1–3; Juan 16:20–22
- 16 1 Corintios 3:1–2; Juan 16:12; Salmo 125:3; 1 Corintios 13:13; Isaías 40:11
- 17 Job 32:19; Josué 9:4
- 18 Lucas 8:41–56; Marcos 5:22–43; Mateo 8:2; 2 Reyes 5:11; Lucas 13:14
- 19 Hechos 10:38; Mateo 8:7; Juan 4:34; Gálatas 6:9–10
- 20 Lucas 8:43–56; Marcos 6:56; Mateo 14:36; Marcos 5:25–43; Deuteronomio 22:12
- 21 Marcos 5:26–33; Lucas 8:45–47; Hechos 19:12
- 22 Lucas 7:50; Mateo 15:28; Mateo 9:2; Lucas 8:48; Lucas 17:19
- 23 2 Crónicas 35:25; Marcos 5:35–40; Mateo 9:18–19; Lucas 8:49–51; Mateo 11:17
- 24 Hechos 20:10; Juan 11:11–13; Juan 11:4; 1 Reyes 17:18–24; Isaías 49:7
- 25 Marcos 9:27; Marcos 1:31; Marcos 5:41; Lucas 8:54; 2 Reyes 4:32–36
- 26 Mateo 4:24; Mateo 14:1–2; Marcos 1:45; Marcos 6:14; Hechos 26:26
- 27 Mateo 15:22; Mateo 20:30–31; Marcos 10:46–48; Mateo 11:5; Lucas 18:38–39
- 28 Marcos 9:23–24; Mateo 8:2; Mateo 13:58; Mateo 9:22; Juan 11:40
- 29 Mateo 15:28; Marcos 10:52; Mateo 9:22; Mateo 8:13; Mateo 20:34
- 30 Lucas 5:14; Mateo 8:4; Lucas 8:56; Mateo 12:16; Mateo 17:9
- 31 Marcos 7:36; Mateo 9:26; Marcos 1:44–45
- 32 Mateo 4:24; Mateo 12:22–24; Lucas 11:14; Marcos 9:17–27
- 33 Isaías 35:6; Éxodo 4:11–12; Marcos 7:32–37; Lucas 7:9; Lucas 11:14
- 34 Lucas 11:15; Marcos 3:22; Mateo 12:23–24; Juan 3:20
- 35 Hechos 10:38; Mateo 4:23–24; Lucas 4:43–44; Marcos 6:56; Mateo 11:5
- 36 Números 27:17; Marcos 6:34; Jeremías 50:6; Mateo 14:14; Ezequiel 34:3–6
- 37 Lucas 10:2; Marcos 16:15; 1 Corintios 3:9; Juan 4:35–36; Mateo 28:19
- 38 Lucas 10:1–2; Jeremías 3:15; 2 Tesalonicenses 3:1; Hechos 13:2; Juan 20:21
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
By His own city here he means Capernaum. For that which gave Him birth was Bethlehem; that which brought Him up, Nazareth; that which had Him continually inhabiting it, Capernaum. This paralytic, however, was different from that one who is set forth in John.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
For Christ called not the just nor the chaste to repentance, but the ungodly, and the licentious, and the unjust; His words being, "I came not to call the righteous, but sinners to repentance." For the heavenly Father desires rather the repentance than the punishment of the sinner.
And not merely in works, but also in faith, has God preserved the will of man free and under his own control, saying, "According to thy faith be it unto thee;" thus showing that there is a faith specially belonging to man, since he has an opinion specially his own.
… all things are become new;" and "because our salvation is nearer than when we believed;" and because "the night is far spent, the day is at hand;" and because Thou wilt crown Thy year with blessing, sending the labourers of Thy goodness into Thy harvest, in the sowing of which others have laboured, sending also into another field, whose harvest …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
For He said not, what we find Him saying after this, "Believe ye that I am able to do this?" because He had not as yet given proof of His power.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)