1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. 2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ⸀καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ ⸀αὐτὸς πλούσιος· 3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4 καὶ προδραμὼν ⸂εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. 5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ⸀Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. 6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. 8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ ⸀ἡμίσιά ⸂μου τῶν ὑπαρχόντων, κύριε, ⸂τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. 9 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· 10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. 11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς ⸂εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι· 12 εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· ⸀Πραγματεύσασθε ⸂ἐν ᾧ ἔρχομαι. 14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφʼ ἡμᾶς. 15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ⸀δεδώκει τὸ ἀργύριον, ἵνα ⸀γνοῖ τί ⸀διεπραγματεύσαντο 16 παρεγένετο δὲ ὁ πρῶτος λέγων· Κύριε, ἡ μνᾶ σου ⸂δέκα προσηργάσατο μνᾶς. 17 καὶ εἶπεν αὐτῷ· ⸀Εὖγε ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 καὶ ἦλθεν ὁ δεύτερος λέγων· ⸂Ἡ μνᾶ σου, κύριε⸃, ἐποίησεν πέντε μνᾶς. 19 εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺ ⸂ἐπάνω γίνου πέντε πόλεων. 20 καὶ ⸀ὁ ἕτερος ἦλθεν λέγων· Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. 22 ⸀λέγει αὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; 23 καὶ διὰ τί οὐκ ἔδωκάς ⸂μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν ⸂αὐτὸ ἔπραξα. 24 καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπʼ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι— 25 καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς— 26 ⸀λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ⸀ἀρθήσεται. 27 πλὴν τοὺς ἐχθρούς μου ⸀τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπʼ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε ⸀αὐτοὺς ἔμπροσθέν μου. 28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα. 29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν ⸀μαθητῶν 30 ⸀λέγων Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, ⸀καὶ λύσαντες αὐτὸν ἀγάγετε. 31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως ⸀ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; 34 οἱ δὲ εἶπαν ⸀ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες ⸀αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· 36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ⸀ἑαυτῶν ἐν τῇ ὁδῷ. 37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ ⸀πασῶν ὧν εἶδον δυνάμεων, 38 λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος ⸀βασιλεὺς ἐν ὀνόματι κυρίου· ⸂ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς ⸀εἶπεν Λέγω ὑμῖν, ⸀ὅτι ἐὰν οὗτοι ⸀σιωπήσουσιν οἱ λίθοι ⸀κράξουσιν 41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπʼ ⸀αὐτήν 42 λέγων ὅτι Εἰ ἔγνως ⸂ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς ⸀εἰρήνην νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ ⸀παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ⸂λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθʼ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου. 45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς ⸀πωλοῦντας 46 λέγων αὐτοῖς· Γέγραπται· ⸂Καὶ ἔσται ὁ οἶκός μου οἶκος ⸀προσευχῆς ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. 47 Καὶ ἦν διδάσκων τὸ καθʼ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 48 καὶ οὐχ ⸀εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
Lucas · Nuevo Testamento griego SBL
Lucas 19 Nuevo Testamento griego SBL
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Zacchaeus
A wealthy chief tax collector who climbed a tree to see Jesus, welcomed Him into his house, and promised to give half his possessions to the poor and repay fourfold.
Citado en la guía: Luke 19:2; Luke 19:5; Luke 19:8
Lugares
Jericho
Jericho guarded the eastern entrance to Canaan. The Old Testament city (Tell es-Sultan) fell to Joshua; Herodian Jericho nearby is where Jesus healed Bartimaeus and called Zacchaeus.
Citado en la guía: Joshua 6:20; Luke 19:1-10; Luke 10:30
Jerusalem
Set high in the Judean hills (~2,500 ft), Jerusalem was David's royal city, the site of the First and Second Temples, and the stage for Jesus' passion and the church's birth at Pentecost.
Citado en la guía: 2 Samuel 5:6-9; Luke 19:41; Acts 1:8
Referencias cruzadas (47)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Josué 6:1–27; Lucas 18:35; 1 Reyes 16:34; 2 Reyes 2:18–22; Josué 2:1
- 2 Lucas 18:24–27
- 3 Lucas 23:8; Lucas 9:7–9; Juan 12:21
- 4 Isaías 9:10; Lucas 5:19; 1 Crónicas 27:28; Amós 7:14; 1 Reyes 10:27
- 5 Apocalipsis 3:20; Juan 14:23; Ezequiel 16:6; Hebreos 13:2; Efesios 3:17
- 6 Lucas 5:29; Hechos 16:34; Hechos 2:41; Hechos 16:15; Génesis 18:6–7
- 7 Lucas 15:2; Lucas 7:39; Lucas 7:34; Mateo 9:11; Lucas 18:9–14
- 8 2 Samuel 12:6; Números 5:7; Lucas 18:22–23; Proverbios 6:31; Levítico 6:1–6
- 9 Gálatas 3:7; Lucas 13:16; Romanos 4:16; Hechos 16:30–32; 1 Pedro 2:10
- 10 Ezequiel 34:16; Mateo 1:21; 1 Timoteo 1:13–16; Lucas 5:31–32; Lucas 15:4–7
- 11 Lucas 17:20; Hechos 1:6; 2 Tesalonicenses 2:1–3
- 12 Mateo 25:14–30; Hebreos 9:28; Marcos 12:1; 1 Pedro 3:22; Mateo 21:38
- 13 Mateo 25:14–15; Juan 12:26; 1 Corintios 12:7–11; 1 Pedro 4:9–11; Romanos 12:6–8
- 14 1 Samuel 8:7; Hechos 7:51–52; Hechos 3:14–15; Lucas 19:27; Juan 15:18
- 15 1 Corintios 4:1–5; Romanos 14:10–12; Mateo 25:19; Mateo 18:23–35; Lucas 12:48
- 16 1 Corintios 15:10; 2 Timoteo 4:7–8; Santiago 2:18–26; Colosenses 1:28–29
- 17 Lucas 16:10; Mateo 25:21; Apocalipsis 2:26–29; 1 Samuel 2:30; 1 Pedro 1:7
- 18 Marcos 4:20; Mateo 13:23; 2 Corintios 8:12
- 19 Isaías 3:10; 1 Corintios 15:58; 2 Juan 8; 1 Corintios 15:41–42; 2 Corintios 9:6
- 20 Proverbios 26:13–16; Lucas 19:13; Santiago 4:17; Mateo 25:24; Lucas 3:9
- 21 Mateo 25:24–25; 2 Samuel 6:9–11; 1 Samuel 6:19–21; Job 21:14–15; Éxodo 20:19–20
- 22 Mateo 12:37; 2 Samuel 1:16; Job 15:5–6; Mateo 22:12; Romanos 3:19
- 23 Deuteronomio 23:19–20; Éxodo 22:25–27; Romanos 2:4–5
- 24 Lucas 12:20; Lucas 16:2
- 25 2 Samuel 7:19; Lucas 16:2; Isaías 55:8–9
- 26 2 Juan 8; Mateo 13:12; Lucas 8:18; Mateo 21:43; Marcos 4:25
- 27 Salmo 21:8–9; Lucas 19:14; Lucas 21:22; Números 16:30–35; Mateo 22:7
- 28 Lucas 9:51; 1 Pedro 4:1; Hebreos 12:2; Salmo 40:6–8; Lucas 12:50
- 29 Mateo 21:17; Hechos 1:12; Mateo 21:1–11; Zacarías 14:4; Marcos 11:1–11
- 30 Lucas 22:8–13; Lucas 19:32; 1 Samuel 10:2–9; Juan 14:29
- 31 Salmo 24:1; Hechos 10:36; Salmo 50:10–12; Mateo 21:2–3; Marcos 11:3–6
- 32 Lucas 22:13
- 34 Zacarías 9:9; Juan 10:35; 2 Corintios 8:9; Juan 12:16
- 35 Juan 12:14; Marcos 11:7–8; Mateo 21:7; 2 Reyes 9:13; Gálatas 4:15–16
- 36 Mateo 21:8; 2 Reyes 9:13
- 37 Esdras 3:10–13; Juan 12:12–13; Mateo 21:1; 2 Crónicas 29:36; Lucas 18:43
- 38 Zacarías 9:9; Lucas 13:35; Salmo 118:22–26; Mateo 21:9; Marcos 11:9–10
- 39 Hechos 4:1–2; Hechos 4:16–18; Juan 12:19; Santiago 4:5; Mateo 23:13
- 40 Habacuc 2:11; Isaías 55:12; Mateo 3:9; Salmo 96:11; Salmo 98:7–9
- 41 Lucas 13:34–35; Jeremías 13:17; Salmo 119:136; Juan 11:35; Jeremías 17:16
- 42 Deuteronomio 32:29; 2 Corintios 6:1–2; Lucas 1:77–79; Hebreos 10:26–29; Isaías 48:18
- 43 Lucas 21:20–24; Isaías 29:1–4; Ezequiel 4:2; Ezequiel 26:8; Jeremías 6:3–6
- 44 Lucas 21:6; Lucas 13:34–35; Lucas 19:42; 1 Pedro 2:12; Mateo 23:37–38
- 45 Mateo 21:12–13; Marcos 11:15–17; Juan 2:13–17; Deuteronomio 14:25–26
- 46 Isaías 56:7; Jeremías 7:11; Salmo 93:5; Ezequiel 43:12; Mateo 23:13
- 47 Mateo 26:55; Marcos 11:18; Marcos 11:27–33; Lucas 21:37–38; Juan 10:39
- 48 Nehemías 8:3; Hechos 16:14; Lucas 20:19–20; Juan 7:46–49; Lucas 22:2–4
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… in the animal class;--the spiritual, again, when He said, "Let the dead bury their dead, but go thou and preach the kingdom of God," and when He said to Zaccheus the publican, "Make haste, and come down, for to-day I must abide in thine house" --for these they declared to have belonged to the spiritual class.
For not only to God the Father, but also to His Only-begotten, who came to seek what was lost, we had been known already even so far as to be chosen in Him before the foundation of the world.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Why, these things, if we be silent "the stones will immediately cry out;" so plain are they, and manifest, and more lucid than the sunbeam itself.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Guard them with reverence, lest per chance the enemy despoil any who have grown slack; or lest some heretic pervert any of the truths delivered to you. For faith is like putting money into the bank, even as we have now done; but from you God requires the accounts of the deposit.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
Further, when, as He drew nigh to Jerusalem, He wept over it and said, "If thou hadst known, even thou, in this thy day, the things that belong unto thy peace, but they are hidden from thee," by this word "hidden" He showed the abstruse nature of Bythus.