1 Ταῦτα ⸀εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου ⸀τοῦ Κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. 2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις ⸀συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. 3 ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ⸂ἐκ τῶν⸃ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. 4 Ἰησοῦς ⸀οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπʼ αὐτὸν ⸂ἐξῆλθεν, καὶ λέγει⸃ αὐτοῖς· Τίνα ζητεῖτε; 5 ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει ⸀αὐτοῖς Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετʼ αὐτῶν. 6 ὡς οὖν εἶπεν ⸀αὐτοῖς Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. 7 πάλιν οὖν ⸂ἐπηρώτησεν αὐτούς · Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον. 8 ἀπεκρίθη Ἰησοῦς· Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· 9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. 10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ⸀ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Βάλε τὴν ⸀μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό; 12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν 13 καὶ ⸀ἤγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· 14 ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ⸀ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. 15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος ⸀καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, 16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ⸀ὁ γνωστὸς ⸂τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον. 17 λέγει οὖν ⸂τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός · Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· Οὐκ εἰμί. 18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ ⸂καὶ ὁ Πέτρος μετʼ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος. 19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20 ἀπεκρίθη ⸀αὐτῷ Ἰησοῦς· Ἐγὼ παρρησίᾳ ⸀λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου ⸀πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν· 21 τί με ⸂ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ. 22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς ⸂παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών· Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; 23 ἀπεκρίθη ⸀αὐτῷ Ἰησοῦς· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; 24 ἀπέστειλεν ⸀οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. 25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ⸀ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν· Οὐκ εἰμί. 26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετʼ αὐτοῦ; 27 πάλιν οὖν ⸀ἠρνήσατο Πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. 28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ⸀ἀλλὰ φάγωσιν τὸ πάσχα. 29 ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ⸀ἔξω πρὸς αὐτοὺς καὶ ⸀φησίν Τίνα κατηγορίαν φέρετε ⸀κατὰ τοῦ ἀνθρώπου τούτου; 30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Εἰ μὴ ἦν οὗτος ⸂κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. 31 εἶπεν οὖν αὐτοῖς ⸀ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. ⸀εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· 32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. 33 Εἰσῆλθεν οὖν ⸂πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; 34 ⸀ἀπεκρίθη Ἰησοῦς· ⸂Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι ⸂εἶπόν σοι περὶ ἐμοῦ; 35 ἀπεκρίθη ὁ Πιλᾶτος· Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; 36 ἀπεκρίθη Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ⸂οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. 37 εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ⸀ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι βασιλεύς ⸀εἰμι ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. 38 λέγει αὐτῷ ὁ Πιλᾶτος· Τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαν ⸂εὑρίσκω ἐν αὐτῷ αἰτίαν · 39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ⸂ἀπολύσω ὑμῖν⸃ ἐν τῷ πάσχα· βούλεσθε οὖν ⸄ἀπολύσω ὑμῖν⸅ τὸν βασιλέα τῶν Ἰουδαίων; 40 ἐκραύγασαν οὖν ⸀πάλιν λέγοντες· Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.
Juan · Nuevo Testamento griego SBL
Juan 18 Nuevo Testamento griego SBL
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Annas
Named as high priest alongside Caiaphas when John began preaching, and as the father-in-law of Caiaphas, to whom Jesus was brought first.
Citado en la guía: Luke 3:2; John 18:13; John 18:24
Malchus
The servant of the high priest whose right ear Simon Peter cut off in the garden.
Citado en la guía: John 18:10
Pontius Pilate
Roman governor of Judea who questioned Jesus, found no guilt in Him, released Barabbas, and gave Him up to be crucified and permitted Joseph of Arimathea to take the body.
Citado en la guía: Matthew 27:2; Luke 3:1; John 18:38
Referencias cruzadas (39)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 2 Samuel 15:23; Mateo 26:36; Marcos 14:32; Juan 18:26; Lucas 22:39–40
- 2 Lucas 21:37; Lucas 22:39; Marcos 11:11–12
- 3 Juan 18:12; Lucas 22:47–53; Salmo 3:1–2; Hechos 1:16; Salmo 22:12
- 4 Juan 13:1; Juan 18:7; Hechos 2:28; Hechos 20:22–23; Salmo 27:3
- 5 Isaías 3:9; Juan 1:46; Mateo 21:11; Mateo 2:23; Juan 19:19
- 6 Salmo 27:2; Salmo 70:2–3; 2 Reyes 1:9–15; Hechos 4:29–30; Lucas 9:54–56
- 7 Juan 18:4
- 8 Juan 10:28; 2 Corintios 12:9; Isaías 53:6; 1 Pedro 5:7; Juan 13:1
- 9 Juan 17:12
- 10 Mateo 26:51–54; Marcos 14:47; Lucas 22:49–51; Juan 18:26; Marcos 14:30
- 11 Mateo 26:39; Mateo 20:22; Juan 20:17; Juan 12:27–28; Hebreos 12:2
- 12 Juan 18:3; Mateo 26:57; Marcos 15:1; Lucas 22:54; Hechos 22:24–28
- 13 Juan 18:24; Lucas 3:2; Mateo 26:3; Juan 11:51; Mateo 26:57
- 14 Juan 11:49–52
- 15 Lucas 22:54; Marcos 14:54; Mateo 26:58–68; Mateo 26:3
- 16 Lucas 22:55–57; Mateo 26:69; Marcos 14:66–68
- 17 Mateo 26:69–70; Marcos 14:66–68; Juan 18:25; Mateo 26:33; Lucas 22:56–57
- 18 Marcos 14:54; Juan 18:25; Lucas 22:55–56; Marcos 14:67; Salmo 26:4–10
- 19 Marcos 14:55–65; Lucas 20:20; Lucas 11:53–54; Mateo 26:59–68; Lucas 22:63–71
- 20 Juan 7:26; Isaías 48:16; Mateo 4:23; Lucas 21:37; Mateo 26:55
- 21 Lucas 22:67; Marcos 14:55–59; Mateo 26:59–60; Hechos 24:18–20; Hechos 24:12–13
- 22 Juan 19:3; Lucas 22:63–64; Marcos 14:65; Isaías 50:5–7; Mateo 26:67–68
- 23 1 Pedro 2:20–23; 2 Corintios 10:1; Mateo 5:39; Hechos 23:2–5
- 24 Juan 18:13; Mateo 26:57
- 25 Marcos 14:67–72; Juan 18:17–18; Mateo 26:71–75; Proverbios 29:25; Génesis 18:15
- 26 Juan 18:10; Juan 18:1; Marcos 14:70–71; Lucas 22:59–60; Mateo 26:73
- 27 Juan 13:38; Marcos 14:71–72; Lucas 22:60–62; Mateo 26:34; Marcos 14:30
- 28 Juan 18:33; Juan 19:9; Juan 19:14; Marcos 15:1–5; Mateo 27:27
- 29 Marcos 15:2–5; Mateo 27:23; Mateo 27:11–14; Lucas 23:2–3; Hechos 23:28–30
- 30 Marcos 15:3; Juan 19:12; Lucas 23:2–5; Marcos 10:33; Lucas 20:19–26
- 31 Juan 19:6–7; Juan 19:15; Ezequiel 21:26–27; Hechos 25:18–20; Oseas 3:4–5
- 32 Juan 3:14; Mateo 26:2; Mateo 20:19; Juan 12:32–33; Lucas 18:32–33
- 33 Lucas 23:3–4; Juan 19:3; Hechos 2:34–36; Juan 12:13; Zacarías 9:9
- 35 Juan 19:11; Hechos 22:22–24; Hechos 25:19–20; Juan 19:6; Nehemías 4:2
- 36 Lucas 17:20–21; Colosenses 1:12–14; Juan 6:15; Romanos 14:17; Daniel 2:44
- 37 1 Juan 4:6; Juan 8:47; Juan 8:14; Juan 10:26–27; 1 Juan 3:19
- 38 Juan 19:4; Juan 19:6; Lucas 23:4; Hechos 17:32; Hechos 24:25–26
- 39 Mateo 27:15–18; Marcos 15:6–14; Lucas 23:16–23; Mateo 27:20–23
- 40 Mateo 27:26; Marcos 15:15; Mateo 27:16; Lucas 23:25; Marcos 15:7
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
When the grand and lengthened discourse was concluded which the Lord delivered after supper, and on the eve of shedding His blood for us, to the disciples who were then with Him, and had added the prayer addressed to His Father, the evangelist John began thereafter the narrative of His passion in these words: "When Jesus had so spoken, He …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
An awful thing is death, and very full of terror, but not to those who have learnt the true wisdom which is above. For he that knows nothing certain concerning things to come, but deems it to be a certain dissolution and end of life, with reason shudders and is afraid, as though he were passing into non-existence.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
… the precepts which He taught, did not offer the other cheek to the servant of the high priest when smiting Him thereon; but, so far from that, said, "If I have spoken evil, hear witness of the evil; but if well, why smitest thou me?" Yet was He not on that account unprepared in heart, for the salvation of all, …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
For, because both continued with Him at His crucifixion, taking away the ground of his own commendation, he saith, "That disciple was known unto the high priest." But James survived not a long time, but from the beginning he was so greatly filled with warmth, and so forsook all the things of men, and mounted up to an height unutterable, …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Ought he not to have followed the example of Jesus, and said, If ye seek Me, let these go their way?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)