Saltar al texto

Mateo · Nuevo Testamento griego SBL

Mateo 13 Nuevo Testamento griego SBL

Read in English
Sobre SBLGNT
  • Edición académica
  • NT: Texto crítico
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2010
  • CC BY 4.0

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

1 ⸀Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ⸀τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν· 2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν ⸀εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. 3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν. 4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ⸂ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά. 5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς, 6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ⸀ἔπνιξαν αὐτά. 8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα. 9 ὁ ἔχων ⸀ὦτα ἀκουέτω. 10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; 11 ὁ δὲ ἀποκριθεὶς εἶπεν ⸀αὐτοῖς Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ. 13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν· 14 καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. 15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ⸀ἀκούουσιν 17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. 18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ ⸀σπείραντος 19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. 20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν, 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. 22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος ⸀τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 23 ὁ δὲ ἐπὶ τὴν ⸂καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ⸀συνιείς ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα. 24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ⸀σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. 25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ⸀ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. 26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα ⸀ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; 28 ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ ⸂δοῦλοι αὐτῷ λέγουσιν · Θέλεις οὖν ἀπελθόντες ⸀συλλέξωμεν αὐτά; 29 ὁ δέ ⸀φησιν Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· 30 ἄφετε συναυξάνεσθαι ἀμφότερα ⸀μέχρι τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον ⸀συναγάγετε εἰς τὴν ἀποθήκην μου. 31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. 33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ⸀ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον. 34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς ⸀οὐδὲν ἐλάλει αὐτοῖς· 35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ ⸀καταβολῆς 36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν ⸀οἰκίαν καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ⸀Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37 ὁ δὲ ἀποκριθεὶς ⸀εἶπεν Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· 38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ, 39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια ⸀αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ ⸀καίεται οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ ⸀αἰῶνος 41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ⸀ὦτα ἀκουέτω. 44 ⸀Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ ⸂πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. 45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ⸀ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 ⸂εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν. 47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ⸀ἄγγη τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 51 ⸀Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· ⸀Ναί 52 ὁ δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ⸂τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. 53 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. 54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; ⸀οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ ⸀Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; 56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ⸀πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • James

    Jerusalem church leader

    The Gospels name him first among Jesus' brothers (Matthew 13:55; Mark 6:3), and Paul calls him 'James, the Lord's brother' (Galatians 1:19); he led the church in Jerusalem and is…

    Citado en la guía: Matthew 13:55; Acts 15; James 1:1

  • Joses

    Brother of Jesus

    Named in the Gospels among Jesus' brothers: Joses in Mark 6:3, Joseph in Matthew 13:55. The Orthodox Church, following the early Church, understands the Lord's brothers as sons of…

    Citado en la guía: Matthew 13:55; Mark 6:3

  • Jude

    Brother of Jesus; letter-writer

    Named in the Gospels among Jesus' brothers as Judas (Matthew 13:55; Mark 6:3), and honored as the author of the epistle of Jude, who calls himself 'a brother of James' (Jude 1).…

    Citado en la guía: Matthew 13:55; Jude 1:1

  • Simon

    Brother of Jesus

    Named in the Gospels among Jesus' brothers (Matthew 13:55; Mark 6:3). The Orthodox Church, following the early Church, understands the Lord's brothers as sons of Joseph from an…

    Citado en la guía: Matthew 13:55; Mark 6:3

Referencias cruzadas (56)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Lucas 8:4–10; Mateo 13:1–15; Marcos 4:1–12; Mateo 13:36
  2. 2 Lucas 5:3; Mateo 15:30; Lucas 8:4–8; Génesis 49:10; Mateo 4:25
  3. 3 Marcos 4:2–9; Marcos 4:13; Salmo 78:2; Marcos 4:33; Mateo 13:34–35
  4. 4 Mateo 13:18–19
  5. 5 Ezequiel 36:26; Ezequiel 11:19; Zacarías 7:12; Amós 6:12; Mateo 13:20
  6. 6 Santiago 1:11–12; Mateo 13:21; Lucas 8:13; Isaías 49:10; Colosenses 1:23
  7. 7 Marcos 4:18–19; Jeremías 4:3–4; Génesis 3:18; Mateo 13:22
  8. 8 Juan 15:8; Lucas 8:15; Mateo 13:23; Génesis 26:12; Gálatas 5:22–23
  9. 9 Apocalipsis 2:7; Apocalipsis 2:11; Mateo 11:15; Apocalipsis 2:17; Apocalipsis 3:13
  10. 10 Marcos 4:33–34; Marcos 4:10
  11. 11 1 Corintios 2:9–10; 1 Corintios 2:14; Mateo 19:11; Santiago 1:5; 1 Juan 2:27
  12. 12 Mateo 25:29; Marcos 4:24–25; Lucas 8:18; Lucas 19:24–26; Juan 15:2–5
  13. 13 Ezequiel 12:2; Jeremías 5:21; Isaías 42:18–20; 2 Corintios 4:3–4; Deuteronomio 29:3–4
  14. 14 Isaías 6:9–10; Ezequiel 12:2; 2 Corintios 3:14; Lucas 8:10; Hechos 28:25–27
  15. 15 Isaías 6:10; Zacarías 7:11; Marcos 4:12; Juan 8:43–44; 2 Timoteo 2:25–26
  16. 16 Lucas 10:23–24; Efesios 1:17–18; Mateo 16:17; Juan 20:29; Hechos 26:18
  17. 17 Juan 8:56; Hebreos 11:13; 1 Pedro 1:10–12; Lucas 10:24; Hebreos 11:39–40
  18. 18 Mateo 13:11–12; Lucas 8:11–15; Marcos 4:13–20
  19. 19 Lucas 8:11–15; Hebreos 2:1; Mateo 13:38; 1 Juan 5:18; Mateo 4:23
  20. 20 Ezequiel 33:31–32; Salmo 106:12–13; Juan 5:35; 2 Crónicas 24:2; Salmo 78:34–37
  21. 21 Mateo 11:6; 2 Pedro 1:8–9; Efesios 3:17; Oseas 6:4; Job 19:28
  22. 22 1 Timoteo 6:17; Lucas 8:14; 1 Timoteo 6:9–10; Marcos 4:18–19; Lucas 12:15
  23. 23 Filipenses 1:11; Mateo 12:33; Juan 15:16; Gálatas 5:22–23; Salmo 92:13–15
  24. 24 Mateo 25:1; Mateo 13:47; Mateo 20:1; Mateo 22:2; Mateo 13:37
  25. 25 1 Pedro 5:8; Hechos 20:30–31; 2 Pedro 2:1; Mateo 13:39; Hebreos 12:15
  26. 26 Marcos 4:26–29
  27. 27 Romanos 16:17; 2 Corintios 6:1; 2 Corintios 5:18–20; 1 Corintios 12:28–29; 2 Corintios 6:4
  28. 28 1 Corintios 5:3–7; 1 Tesalonicenses 5:14; Lucas 9:49–54; Judas 22–23; 2 Corintios 2:6–11
  29. 30 Mateo 3:12; 1 Timoteo 5:24; 1 Corintios 4:5; Juan 15:6; Malaquías 3:18–4:1
  30. 31 Lucas 13:18–19; Mateo 17:20; Marcos 4:30–32; Lucas 17:6; Mateo 13:24
  31. 32 Ezequiel 31:6; Daniel 4:12; Ezequiel 17:23–24; Hechos 21:20; Zacarías 8:20–23
  32. 33 Gálatas 5:9; 1 Corintios 5:6–7; Lucas 13:21; Filipenses 2:13–15; Génesis 18:6
  33. 34 Marcos 4:33–34; Juan 16:25; Mateo 13:13
  34. 35 Salmo 78:2; Efesios 3:9; 1 Pedro 1:20–21; Romanos 16:25–26; 1 Corintios 2:7
  35. 36 Mateo 13:11; Juan 16:17–20; Mateo 13:1; Marcos 8:9; Marcos 6:45
  36. 37 1 Corintios 3:5–7; Hechos 1:8; Mateo 13:27; Mateo 13:24; Lucas 10:16
  37. 38 Juan 8:44; Hechos 13:10; Filipenses 3:18–19; 1 Juan 3:8–10; 1 Pedro 1:23
  38. 39 Mateo 13:49; Apocalipsis 14:15–19; Mateo 25:31; Joel 3:13; Apocalipsis 19:20
  39. 40 Mateo 13:39
  40. 41 Mateo 24:31; Apocalipsis 21:27; Mateo 18:7; 2 Pedro 2:1–2; Mateo 13:49
  41. 42 Mateo 13:50; Apocalipsis 20:10; Apocalipsis 20:14–15; Mateo 8:12; Lucas 16:23–24
  42. 43 Daniel 12:3; Lucas 12:32; Mateo 25:34; 1 Corintios 15:41–54; Mateo 11:15
  43. 44 Proverbios 2:2–5; Colosenses 2:3; Filipenses 3:7–9; Mateo 6:21; Lucas 14:33
  44. 45 Proverbios 8:10–11; Mateo 16:26; Proverbios 3:13–18; Job 28:18; Mateo 13:24
  45. 46 Lucas 18:28–30; Efesios 3:8; Proverbios 2:4; Hechos 20:24; Colosenses 2:3
  46. 47 Juan 15:6; 2 Timoteo 3:2–5; Mateo 22:9–10; 2 Timoteo 4:3–4; 1 Juan 4:1–6
  47. 48 Mateo 13:30; Mateo 3:12; Mateo 13:40–43
  48. 49 Apocalipsis 20:12–15; Mateo 13:39; Mateo 24:31; 2 Tesalonicenses 1:7–10; Mateo 22:12–14
  49. 50 Apocalipsis 14:10–11; Lucas 13:27–28; Mateo 13:42; Mateo 8:12; Apocalipsis 16:10–11
  50. 51 Marcos 4:34; Mateo 13:19; Mateo 13:11; Mateo 15:17; Mateo 24:15
  51. 52 1 Juan 2:7–8; Tito 1:9; 2 Timoteo 3:16–17; 2 Corintios 3:4–6; Tito 2:6–7
  52. 53 Mateo 7:28; Marcos 4:33–35
  53. 54 Juan 7:15–16; Mateo 7:28; Marcos 6:1–6; Mateo 2:23; Lucas 4:16–30
  54. 55 Marcos 6:3; Juan 6:42; Lucas 3:23; Marcos 15:47–16:1; Lucas 4:22
  55. 57 Juan 4:44; Lucas 4:24; Mateo 11:6; Isaías 53:3; Juan 6:61
  56. 58 Marcos 6:5–6; Romanos 11:20; Hebreos 3:12–19; Lucas 4:25–29

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 13:19 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXIII)

    Both yesterday and to-day ye have heard the parables of the sower, in the words of our Lord Jesus Christ. Do ye who were present yesterday, recollect to-day.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Comentario 13:10 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLV)

    We have good cause to admire the disciples, how, longing as they do to learn, they know when they ought to ask. For they do it not before all: and this Matthew shows by saying, "And they came." And, as to this assertion not being conjecture, Mark hath expressed it more distinctly, by saying, that "they came to Him privately." …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 13:42 Justin Martyr, First Apology (Chapters XIII–XVI)

    And every tree that bringeth not forth good fruit, is hewn down and cast into the fire." And as to those who are not living pursuant to these His teachings, and are Christians only in name, we demand that all such be punished by you.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 13:43 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters XXXI–XXXII)

    … no such thing as good and evil, but certain things were deemed righteous, and certain others unrighteous, in human opinion only, He never would have expressed Himself thus in His teaching: "The righteous shall shine forth as the sun in the kingdom of their Father;" but He shall send the unrighteous, and those who do not the works of righteousness, …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 13:46 Augustine of Hippo, Confessions (Book VIII)

    For Thou hast said unto man, "Behold, the fear of the Lord, that is wisdom;" and desire not to seem wise, because, "Professing themselves to be wise, they became fools." But I had now found the goodly pearl, which, selling all that I had, I ought to have bought; and I hesitated.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)