Saltar al texto

Marcos · Nuevo Testamento griego SBL

Marcos 11 Nuevo Testamento griego SBL

Read in English
Sobre SBLGNT
  • Edición académica
  • NT: Texto crítico
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2010
  • CC BY 4.0

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ 2 καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ ⸀εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφʼ ὃν οὐδεὶς ⸀οὔπω ἀνθρώπων ⸀ἐκάθισεν ⸂λύσατε αὐτὸν καὶ φέρετε. 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ⸀ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ ⸀εὐθὺς αὐτὸν ἀποστέλλει ⸀πάλιν ὧδε. 4 ⸂καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον ⸀πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. 5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον; 6 οἱ δὲ εἶπαν αὐτοῖς καθὼς ⸀εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. 7 καὶ ⸀φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ⸀ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπʼ ⸀αὐτόν 8 ⸂καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας ⸂κόψαντες ἐκ τῶν ἀγρῶν. 9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ⸀ἔκραζον Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· 10 Εὐλογημένη ἡ ἐρχομένη ⸀βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 11 Καὶ εἰσῆλθεν εἰς ⸀Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα ⸀ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. 12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. 13 καὶ ἰδὼν συκῆν ⸀ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα ⸂τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπʼ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ⸂ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων. 14 καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι ⸂εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. 15 Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ ⸀εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ⸀τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, 17 καὶ ἐδίδασκεν ⸂καὶ ἔλεγεν ⸀αὐτοῖς Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ⸀πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. 18 καὶ ἤκουσαν οἱ ⸂ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ⸂πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19 Καὶ ⸀ὅταν ὀψὲ ἐγένετο, ⸀ἐξεπορεύοντο ἔξω τῆς πόλεως. 20 Καὶ ⸂παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. 22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ· 23 ⸀ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ ⸀πιστεύῃ ὅτι ⸂ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ. 24 διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ⸂προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ⸀ἐλάβετε καὶ ἔσται ὑμῖν. 25 καὶ ὅταν ⸀στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ⸀ὑμῶν. 27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28 καὶ ⸀ἔλεγον αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ⸀ἢ τίς σοι ⸂ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; 29 ὁ δὲ ⸀Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω ⸀ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 30 τὸ βάπτισμα ⸀τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. 31 καὶ ⸀διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ⸂Τί εἴπωμεν; ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί ⸀οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 32 ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ⸀ὄχλον ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ⸂ὄντως ὅτι προφήτης ἦν. 33 καὶ ἀποκριθέντες ⸂τῷ Ἰησοῦ λέγουσιν · Οὐκ οἴδαμεν. καὶ ὁ ⸀Ἰησοῦς λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Esta traducción no tiene el versículo 26; los siguientes conservan su numeración habitual.

Referencias cruzadas (29)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Mateo 21:1–11; Lucas 19:29–40; Juan 12:14–19; Hechos 1:12; Mateo 24:3
  2. 2 Mateo 21:2–3; Lucas 19:30–31
  3. 3 2 Corintios 8:9; Hebreos 2:7–9; Hechos 17:25; Marcos 14:15; Hechos 10:36
  4. 4 Hebreos 11:8; Lucas 19:32–34; Juan 2:5; Mateo 21:6–7; Mateo 26:19
  5. 7 Zacarías 9:9; Lucas 19:35–36; Mateo 21:4–5; Mateo 21:7–8; Juan 12:12–16
  6. 8 Levítico 23:40
  7. 9 Salmo 118:25–26; Mateo 21:9; Mateo 23:39; Lucas 19:37–38; Juan 19:15
  8. 10 Ezequiel 37:24–25; Lucas 2:14; Lucas 19:38–40; Amós 9:11–12; Lucas 1:31–33
  9. 11 Juan 8:1–2; Sofonías 1:12; Ezequiel 8:9; Lucas 21:37–38; Malaquías 3:1
  10. 12 Mateo 21:18–22; Mateo 4:2; Juan 19:28; Juan 4:6–7; Lucas 4:2
  11. 13 Mateo 21:19; Lucas 13:6–9; Isaías 5:7; Lucas 12:6–7
  12. 14 Mateo 21:19; Mateo 3:10; Mateo 7:19; Juan 15:6; Marcos 11:20–21
  13. 15 Juan 2:13–17; Mateo 21:12–16; Lucas 19:45–47; Deuteronomio 14:25–26
  14. 17 Isaías 56:7; Jeremías 7:11; Lucas 19:46; Juan 2:16; 1 Reyes 8:41–48
  15. 18 Mateo 7:28; Marcos 12:12; Juan 11:53–57; Hechos 24:25; Marcos 6:20
  16. 19 Lucas 21:37; Marcos 11:11; Juan 12:36
  17. 20 Mateo 15:13; Mateo 21:19–22; Marcos 11:14; Mateo 13:6; Juan 15:6
  18. 21 Zacarías 5:3–4; Mateo 23:7; Proverbios 3:33; Mateo 25:41; 1 Corintios 16:22
  19. 22 Salmo 62:8; Juan 14:1; Marcos 9:23; 2 Crónicas 20:20; Isaías 7:9
  20. 23 Mateo 17:20; Juan 15:7; Mateo 21:21; Salmo 37:4; Juan 14:13
  21. 24 Mateo 21:22; 1 Juan 5:14–15; 1 Juan 3:22; Santiago 1:5–6; Juan 15:7
  22. 25 Mateo 6:14–15; Colosenses 3:13; Efesios 4:32; Lucas 6:37; Mateo 6:12
  23. 27 Lucas 20:1–8; Mateo 21:23–27; Hechos 4:27–28; Salmo 2:1–5; Juan 10:23
  24. 28 Éxodo 2:14; Números 16:13; Hechos 7:27–28; Hechos 7:38–39; Hechos 7:51
  25. 29 Mateo 21:24; Isaías 52:13; Lucas 20:3–8
  26. 30 Juan 1:15–36; Juan 3:25–36; Lucas 3:1–20; Mateo 3:1–17; Juan 1:6–8
  27. 31 Juan 1:29; Juan 1:15; Juan 3:29–36; Juan 1:34; Juan 1:36
  28. 32 Mateo 14:5; Mateo 21:46; Marcos 12:12; Juan 10:41; Mateo 21:31–32
  29. 33 Isaías 6:9–10; 2 Tesalonicenses 2:10–12; 2 Corintios 4:3–4; Juan 3:10; Juan 9:27

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 11:13 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXXIX)

    But to this is added, that as we read it in the narrative of the other Evangelist who expressly mentions this, "it was not the time for that fruit." For that was the time when the fig-tree shoots forth its tender leaves, which come, we know, before the fruit; and this we prove, because the day of the Lord's Passion …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Cita 11:13 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXVII)

    "And when He saw a fig tree in the way, He came to it, and found nothing thereon, but leaves only." Another evangelist saith, "The time of figs was not yet;" but if it was not time, how doth the other evangelist say, "He came, if haply He might find fruit thereon." Whence it is manifest that this belongs to …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 11:13 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLVIII)

    For he who says that Christ only worked miracles, for the miracles' sake, may say too that He was ignorant that it was not the time for fruit, when He sought figs upon the fig-tree. For it was not the time for that fruit, as the Evangelist testifies; and yet being hungry He sought for fruit upon the tree.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)