1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ⸀ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ⸀ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, 2 καὶ εἶπαν ⸂λέγοντες πρὸς αὐτόν⸃· Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; 3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς ⸀κἀγὼ λόγον, καὶ εἴπατέ μοι· 4 Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; 6 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, ⸂ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι· 7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. 8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ⸀Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. 10 ⸀καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος ⸀δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ⸂ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν. 11 καὶ προσέθετο ⸂ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 καὶ προσέθετο ⸂τρίτον πέμψαι · οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως ⸀τοῦτον ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ⸀ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· ⸀ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία· 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· Μὴ γένοιτο. 17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; 18 πᾶς ὁ πεσὼν ἐπʼ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ, λικμήσει αὐτόν. 19 καὶ ἐζήτησαν οἱ ⸂γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπʼ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν ⸂τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς ⸂εἶπεν τὴν παραβολὴν ταύτην. 20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ⸀ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· 22 ἔξεστιν ⸀ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ; 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς ⸀αὐτούς 24 ⸀Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ⸀ἀποκριθέντες δὲ εἶπαν· Καίσαρος. 25 ὁ δὲ εἶπεν ⸂πρὸς αὐτούς· Τοίνυν ἀπόδοτε⸃ τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι ⸀τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν. 27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ⸀ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν 28 λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ⸀ᾖ ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ ⸂ὁ δεύτερος 31 καὶ ὁ τρίτος ἔλαβεν ⸀αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον· 32 ὕστερον ⸂καὶ ἡ γυνὴ ἀπέθανεν. 33 ⸂ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 34 ⸀Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ⸀γαμίσκονται 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται 36 ⸀οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί ⸀εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ ⸀καὶ θεὸν Ἰσαὰκ ⸁καὶ θεὸν Ἰακώβ· 38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν. 39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· Διδάσκαλε, καλῶς εἶπας· 40 οὐκέτι ⸀γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. 41 Εἶπεν δὲ πρὸς αὐτούς· Πῶς λέγουσιν τὸν χριστὸν ⸂εἶναι Δαυὶδ υἱόν ; 42 ⸂αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· ⸀Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44 Δαυὶδ οὖν ⸂αὐτὸν κύριον καλεῖ, καὶ πῶς ⸂αὐτοῦ υἱός ἐστιν; 45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς ⸀μαθηταῖς 46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.
Lucas · Nuevo Testamento griego SBL
Lucas 20 Nuevo Testamento griego SBL
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Referencias cruzadas (44)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Mateo 21:23–27; Lucas 8:1; Hechos 6:12; Lucas 19:47–48; Hechos 4:1
- 2 Juan 2:18; Hechos 7:27; Mateo 21:23–27; Marcos 11:28–33; Éxodo 2:14
- 3 Colosenses 4:6; Lucas 22:68; Mateo 15:2–3
- 4 Mateo 11:7–19; Daniel 4:25–26; Lucas 15:18; Mateo 17:11–12; Juan 1:19–28
- 5 Hechos 13:25; Juan 1:34; Juan 5:33–35; Juan 1:30; Juan 3:36
- 6 Mateo 21:26; Mateo 11:9; Lucas 1:76; Marcos 12:12; Juan 10:41
- 7 Isaías 41:28; Isaías 42:19–20; Juan 3:19–20; Jeremías 8:7–9; 2 Pedro 3:3
- 8 Mateo 16:4; Mateo 21:27; Marcos 11:33; Proverbios 26:4–5; Job 5:12–13
- 9 Mateo 21:33–46; Marcos 12:1–12; Jeremías 2:21; Isaías 5:1–7; Salmo 80:8–14
- 10 Nehemías 9:26; 2 Crónicas 36:15–16; Nehemías 9:30; 2 Reyes 17:13; Mateo 21:34–36
- 11 Hechos 7:52; 1 Tesalonicenses 2:2; Mateo 23:30–37; Hebreos 11:36–37; Oseas 10:1
- 13 Mateo 3:17; Juan 3:16–17; Juan 1:34; 1 Juan 4:9–15; Juan 3:35–36
- 14 Hebreos 1:2; Romanos 8:17; Salmo 2:1–6; Mateo 27:21–25; Mateo 2:2–16
- 15 Hebreos 13:12; Marcos 12:6–9; Mateo 21:37–40
- 16 Lucas 19:27; Hechos 13:46; Mateo 21:41; Salmo 2:8–9; Mateo 22:7
- 17 Salmo 118:22; Isaías 28:16; Hechos 4:11; Mateo 21:42; 1 Pedro 2:7–8
- 18 Isaías 8:14–15; Daniel 2:44–45; Daniel 2:34–35; Zacarías 12:3; Mateo 21:44
- 19 Lucas 19:47–48; Mateo 26:3–4; Lucas 20:14; Mateo 21:45–46; Marcos 12:12
- 20 Lucas 11:54; Mateo 22:15–22; Salmo 81:15; Jeremías 11:19; Lucas 20:26
- 21 1 Tesalonicenses 2:4–5; Mateo 22:16; Mateo 26:49–50; 2 Corintios 2:17; Salmo 55:21
- 22 Nehemías 9:37; Mateo 22:17–21; Esdras 4:19–22; Hechos 5:37; Deuteronomio 17:15
- 23 Lucas 5:22; 1 Corintios 3:19; Mateo 22:18; 1 Corintios 10:9; Lucas 11:16–17
- 24 Mateo 18:28; Lucas 23:2; Hechos 11:28; Lucas 2:1; Filipenses 4:22
- 25 Romanos 13:6–7; 1 Pedro 2:13–17; Marcos 12:17; Hechos 5:29; Mateo 17:27
- 26 Lucas 20:20; Mateo 22:22; Mateo 22:12; Lucas 20:39–40; Lucas 13:17
- 27 Hechos 4:1–2; 1 Corintios 15:12; Marcos 12:18–27; Mateo 22:23–33; Hechos 23:6–8
- 28 Deuteronomio 25:5–10; Génesis 38:8; Génesis 38:11; Génesis 38:26; Rut 1:11–12
- 29 Jeremías 22:30; Levítico 20:20
- 32 Eclesiastés 9:5; Eclesiastés 1:4; Jueces 2:10; Hebreos 9:27
- 33 Mateo 22:24–28; Marcos 12:19–23
- 34 Lucas 16:8; Hebreos 13:4; Lucas 17:27; 1 Corintios 7:2–16; Efesios 5:31
- 35 2 Tesalonicenses 1:5; Daniel 12:2–3; Juan 5:29; Mateo 12:32; Hechos 24:15
- 36 Filipenses 3:21; Apocalipsis 21:4; Mateo 22:30; 1 Corintios 15:42; Apocalipsis 20:6
- 37 Éxodo 3:2–6; Marcos 12:26–27; Hechos 7:30–32; Génesis 17:7; Génesis 32:9
- 38 Juan 11:25–26; Colosenses 3:3–4; Romanos 6:10–11; Juan 14:19; Romanos 14:7–9
- 39 Marcos 12:28–34; Mateo 22:34–40; Hechos 23:9
- 40 Mateo 22:46; Marcos 12:34; Proverbios 26:5
- 41 Marcos 12:35–37; Jeremías 23:5–6; Mateo 1:1; Isaías 11:1–2; Mateo 22:41–45
- 42 Salmo 110:1; Hechos 2:34–35; Hebreos 1:13; Marcos 12:36–37; Mateo 22:43–45
- 43 Lucas 19:27; Salmo 110:1; Apocalipsis 19:14–21; Salmo 110:5–6; Salmo 2:1–9
- 44 Apocalipsis 22:16; Lucas 2:11; Mateo 1:23; Romanos 9:5; Gálatas 4:4
- 45 1 Timoteo 5:20; Mateo 15:10; Mateo 23:1–2; Mateo 23:5–7; Marcos 12:38–39
- 46 Marcos 12:38–39; Lucas 11:43; Lucas 14:7; Lucas 12:1; Mateo 16:6
- 47 Marcos 12:40; Santiago 3:1; Lucas 12:1; Tito 1:16; Lucas 12:47–48
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… complete this most blessed city would have been as great though no one had sinned, as it is now that the grace of God gathers its citizens out of the multitude of sinners, so long as the children of this world generate and are generated. And therefore that marriage, worthy of the happiness of Paradise, should have had desirable fruit …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
The stone which the builders rejected, the same is become the head of the corner; and every one that falleth upon it shall be broken." But Matthew, that they themselves delivered the sentence.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
But Enos means man in so restricted a sense, that Hebrew linguists tell us it cannot be applied to woman: it is the equivalent of the "child of the resurrection," when they neither marry nor are given in marriage. For there shall be no generation in that place to which regeneration shall have brought us.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
"For in the resurrection," saith He, "they neither marry, nor are given in marriage, but are as angels of God in Heaven." But Luke saith, "As Sons of God." If then they marry not, the question is vain.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
And the Lord says to them, Neither tell I you by what authority I do these things." And they were confounded by means of John; and in them were the words fulfilled, "I have ordained a lamp for mine anointed.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)