1 Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. 2 Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. 3 Καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. 4 Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις· 5 ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6 Οὐκ ἔστιν ὧδε, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7 λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8 Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. 10 Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. 12 Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. 13 Καὶ ἰδού, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. 14 Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. 16 Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 Εἶπε δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε σκυθρωποί; 18 Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεοπᾶς, εἶπε πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 Καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ· 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. 21 Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. 22 Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον· 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν. 24 Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. 25 Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. 28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. 29 Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστί, καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. 30 Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. 31 Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. 32 Καὶ εἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι Ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. 35 Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. 36 Ταῦτα δὲ αὐτῶν λαλούντων, αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. 37 Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 Καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; 39 Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 Καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. 43 Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 Εἶπε δὲ αὐτοῖς, Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς· 46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48 Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 49 Καὶ ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. 50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾿ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52 Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης· 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.
Lucas · Textus Receptus (cotejo de Boyd)
Lucas 24 Textus Receptus (cotejo de Boyd)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Cleopas
One of two disciples walking to Emmaus on the day of the resurrection, who told the unrecognized Jesus of the events in Jerusalem.
Citado en la guía: Luke 24:18
Joanna
Wife of Chuza, Herod's household manager, among the women healed who ministered to Jesus out of their means, and one who told the apostles of the empty tomb.
Citado en la guía: Luke 8:3; Luke 24:10
Lugares
Bethany
Bethany was Jesus' lodging near Jerusalem during Passion week and the home of Lazarus. Luke sets the Ascension close by.
Citado en la guía: John 11:1; John 12:1; Luke 24:50
Emmaus
Emmaus's location is disputed — Emmaus Nicopolis, Abu Ghosh, el-Qubeibeh, and Motza are all proposed (approximate location). It is remembered for the risen Christ's road encounter.
Citado en la guía: Luke 24:13; Luke 24:30-31
Referencias cruzadas (50)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Juan 20:1–2; Mateo 28:1–8; Marcos 16:1–8; Lucas 24:10; Lucas 23:55–56
- 2 Mateo 27:60–66; Marcos 16:3–4; Juan 20:1–2; Marcos 15:46–47; Mateo 28:2
- 3 Lucas 24:23; Juan 20:6–7
- 4 Juan 20:11–12; Marcos 16:5; Hechos 1:10; Mateo 28:2–6; Génesis 18:2
- 5 Marcos 16:5–6; Apocalipsis 1:18; Mateo 28:3–5; Apocalipsis 2:8; Lucas 1:12–13
- 6 Mateo 17:22–23; Lucas 9:22; Marcos 8:31; Mateo 28:6; Mateo 27:63
- 7 Mateo 16:21
- 8 Juan 14:26; Juan 12:16; Juan 2:19–22
- 9 Mateo 28:7–8; Marcos 16:7–8; Lucas 24:22–24; Marcos 16:10
- 10 Marcos 15:40–41; Lucas 8:2–3; Mateo 27:56; Juan 20:11–18; Marcos 16:9–11
- 11 Job 9:16; Marcos 16:11; Salmo 126:1; Génesis 19:14; 2 Reyes 7:2
- 12 Juan 20:3–10
- 13 Lucas 24:18; Marcos 16:12–13
- 14 Lucas 6:45; Deuteronomio 6:7
- 15 Mateo 18:20; Lucas 24:36; Juan 14:18–19
- 16 Juan 20:14; Juan 21:4; Lucas 24:31; Marcos 16:12; 2 Reyes 6:18–20
- 17 Juan 16:6; Juan 16:20–22; Ezequiel 9:4–6
- 18 Juan 19:25
- 19 Mateo 21:11; Lucas 7:16; Juan 6:14; Juan 4:19; Juan 3:2
- 20 Mateo 27:20; Hechos 3:13–15; Lucas 23:13; Hechos 4:8–10; Hechos 13:27–29
- 21 Lucas 1:68; Isaías 59:20; Lucas 2:38; 1 Pedro 1:18–19; Salmo 130:8
- 22 Marcos 16:9–10; Mateo 28:7–8; Juan 20:1–2; Juan 20:18; Lucas 24:1–11
- 24 Lucas 24:12; Juan 20:1–10
- 25 Marcos 9:19; Marcos 7:18; Hebreos 5:11–12; Marcos 16:14; Marcos 8:17–18
- 26 1 Pedro 1:11; Zacarías 13:7; Isaías 53:1–12; Hechos 17:3; Hebreos 2:8–10
- 27 Isaías 7:14; Lucas 24:44; Deuteronomio 18:15; Isaías 53:1–12; Jeremías 33:14–15
- 28 Marcos 6:48; Génesis 19:2; Génesis 42:7; Génesis 32:26
- 29 2 Reyes 4:8; Génesis 19:3; Lucas 14:23; Hechos 16:14
- 30 Mateo 14:19; Lucas 24:35; Mateo 15:36; Lucas 9:16; Hechos 27:35
- 31 Lucas 24:16; Juan 8:59; Lucas 4:30; Juan 20:13–16
- 32 Lucas 24:45; Jeremías 23:29; Hebreos 4:12; Salmo 39:3; Jeremías 15:16
- 33 Juan 20:19–26; Marcos 16:13; Hechos 1:14
- 34 1 Corintios 15:5; Marcos 16:7; Lucas 22:54–62
- 35 Marcos 16:12–13; Hechos 2:42; Lucas 24:30–31
- 36 2 Tesalonicenses 3:16; Isaías 57:18; Lucas 10:5; Juan 20:19–23; Marcos 16:14
- 37 Mateo 14:26–27; Marcos 6:49–50; Job 4:14–16; 1 Samuel 28:13; Hechos 12:15
- 38 Jeremías 4:14; Hebreos 4:13; Daniel 4:19; Daniel 4:5; Mateo 16:8
- 39 Juan 20:27; 1 Juan 1:1; Eclesiastés 12:7; Juan 20:20; 1 Tesalonicenses 5:23
- 41 Juan 21:5; Salmo 126:1–2; Juan 21:10–13; Job 9:16; Juan 16:22
- 43 Hechos 10:41
- 44 Zacarías 12:10; Lucas 24:26–27; Zacarías 9:9; Salmo 110:1–7; Hechos 13:33
- 45 Hechos 16:14; 1 Juan 5:20; Salmo 119:18; 2 Corintios 3:14–18; Hechos 26:18
- 46 Isaías 53:2–12; Isaías 50:6; Lucas 24:44; Lucas 24:26–27; Lucas 24:7
- 47 Hechos 5:31; Isaías 49:6; Mateo 28:19; Hechos 2:38; Hechos 20:21
- 48 Hechos 13:31; Hechos 2:32; Hechos 1:8; Hechos 5:32; Hechos 10:41
- 49 Hechos 1:8; Hechos 1:4; Joel 2:28–32; Juan 14:26; Isaías 32:15
- 50 Hechos 1:12; Marcos 11:1; Génesis 49:28; Mateo 21:17; Números 6:23–27
- 51 Hechos 1:9; Marcos 16:19; Juan 20:17; 2 Reyes 2:11; Hebreos 1:3
- 52 Mateo 28:9; Salmo 30:11; 1 Pedro 1:8; Juan 16:22; Juan 20:28
- 53 Marcos 16:20; Hechos 5:41–42; Mateo 28:20; Hechos 2:46–47; Apocalipsis 22:21
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
The Lord appeared to His disciples after His resurrection, as ye have heard, and saluted them, saying, "Peace be unto you." This is peace indeed, and the salutation of salvation: for the very word salutation has received its name from salvation. And what can be better than that Salvation Itself should salute man? For Christ is our Salvation.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
… was that the Lord discoursed with the disciples after His resurrection from the dead, proving to them from the Scriptures themselves "that Christ must suffer, and enter into His glory, and that remission of sins should be preached in His name throughout all the world." And the disciple will be perfected, and [rendered] like the householder, "who bringeth forth from …
O ye sons of men, how long so slow of heart? Even now, after the Life is descended to you, will ye not ascend and live?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
let the heretics be silenced who speak against His humanity, for they speak against Him, who saith, Handle me, and see; for a spirit hath not flesh and bones, as ye see me have.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
His running to the fig-tree, His shrinking, that is, His drawing back, His praying, and His making as though He would have gone further For neither as God nor as man was He in need of these or similar things, but only because His form was that of a man as necessity and expediency demanded.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)