1 Ἰησοῦς δὲ πνεύματος ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι εἰς τὴν ἔρημον, 2 ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν, ὕστερον ἐπείνασε. 3 Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. 4 Καὶ ἀπεκρίθη Ἰησοῦς πρὸς αὐτόν, λέγων, Γέγραπται ὅτι Οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι Θεοῦ. 5 Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου. 6 Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν· ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν. 7 Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σοῦ πάντα. 8 Καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ, Προσκυνήσεις Κύριον τὸν Θεόν σου, καὶ αὐτῷ μόνῳ λατρεύσεις. 9 Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, Εἰ ὁ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10 γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε· 11 καὶ ὅτι Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 12 Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. 13 Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾿ αὐτοῦ ἄχρι καιροῦ. 14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ᾿ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15 Καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων. 16 Καὶ ἦλθεν εἰς τὴν Ναζαρέθ, οὗ ἦν τεθραμμένος· καὶ εἰσῆλθε, κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 Καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἠσαΐου τοῦ προφήτου. Καὶ ἀναπτύξας τὸ βιβλίον, εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον, 18 Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με εὐαγγελίζεσθαι πτωχοῖς· ἀπέσταλκέ με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν· κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, 19 κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν. 20 Καὶ πτύξας τὸ βιβλίον, ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 Καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ; 23 Καὶ εἶπε πρὸς αὐτούς, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24 Εἶπε δέ, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 Ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν· 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδῶνος πρὸς γυναῖκα χήραν. 27 Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισσαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ· καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Νεεμὰν ὁ Σύρος. 28 Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ, ἀκούοντες ταῦτα, 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως τῆς ὀφρύος τοῦ ὄρους ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. 30 Αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο. 31 Καὶ κατῆλθεν εἰς Καπερναοὺμ πόλιν τῆς Γαλιλαίας· καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι. 32 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 33 Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξε φωνῇ μεγάλῃ, 34 λέγων, Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. 35 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. Καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾿ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν. 36 Καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους, λέγοντες, Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ἐξέρχονται; 37 Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου. 38 Ἀναστὰς δὲ ἐκ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος· ἡ πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ· καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. 39 Καὶ ἐπιστὰς ἐπάνω αὐτῆς, ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς. 40 Δύνοντος δὲ τοῦ ἡλίου, πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶς ἐθεράπευσεν αὐτούς. 41 Ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κράζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ. Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι. 42 Γενομένης δὲ ἡμέρας, ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι ἐζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾿ αὐτῶν. 43 Ὁ δὲ εἶπε πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ· ὅτι εἰς τοῦτο ἀπέσταλμαι. 44 Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς τῆς Γαλιλαίας.
Lucas · Textus Receptus (cotejo de Boyd)
Lucas 4 Textus Receptus (cotejo de Boyd)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
Referencias cruzadas (44)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Mateo 4:1–11; Hechos 10:38; Marcos 1:12–13; Lucas 4:18; Isaías 61:1
- 2 Éxodo 34:28; Hebreos 4:15; 1 Reyes 19:8; Deuteronomio 9:9; Hebreos 2:18
- 3 Mateo 4:3; Lucas 3:22
- 4 Deuteronomio 8:3; Mateo 4:4; Mateo 6:31; Efesios 6:17; Éxodo 23:25
- 5 1 Juan 2:15–16; 1 Corintios 15:52; Mateo 4:8; Salmo 73:19; Job 20:5
- 6 Juan 12:31; 1 Juan 5:19; Juan 14:30; Efesios 2:2; Apocalipsis 20:2–3
- 7 Salmo 72:11; Apocalipsis 22:8; Apocalipsis 5:8; Lucas 8:28; Mateo 2:11
- 8 Deuteronomio 6:13; Deuteronomio 10:20; Mateo 4:10; Salmo 83:18; Apocalipsis 19:10
- 9 Mateo 4:5–6; Lucas 4:3; Romanos 1:4; Mateo 8:29; Job 2:6
- 10 Salmo 91:11–12; Hebreos 1:14; 2 Corintios 11:14; Lucas 4:3
- 11 Salmo 91:12
- 12 Deuteronomio 6:16; Hebreos 3:8–9; 1 Corintios 10:9; Malaquías 3:15; Mateo 4:7
- 13 Santiago 4:7; Hebreos 4:15; Mateo 4:11; Juan 14:30
- 14 Hechos 10:37; Mateo 4:23–25; Mateo 4:12; Marcos 1:28; Marcos 1:14
- 15 Mateo 4:23; Isaías 55:5; Marcos 1:39; Marcos 1:45; Mateo 9:8
- 16 Mateo 2:23; Marcos 6:1–3; Mateo 13:54–55; Hechos 13:14–16; Lucas 2:51
- 17 Isaías 61:1–3; Hechos 13:15; Hechos 7:42; Hechos 13:27; Lucas 20:42
- 18 Isaías 61:1; Mateo 11:5; Salmo 146:7–8; Hechos 10:38; Lucas 7:22
- 19 Isaías 61:2; Isaías 63:4; Lucas 19:42; Levítico 25:50–54; Levítico 25:8–13
- 20 Lucas 4:17; Juan 8:2; Hechos 16:13; Mateo 5:1–2; Lucas 5:3
- 21 Juan 4:25–26; Hechos 3:18; Mateo 13:14; Lucas 10:23–24; Hechos 2:16–18
- 22 Mateo 13:54–56; Salmo 45:2; Juan 6:42; Hechos 6:10; Marcos 6:2–3
- 23 Mateo 11:23–24; Juan 4:46–53; Juan 2:3–4; Marcos 2:1–12; Romanos 2:21–22
- 24 Mateo 13:57; Juan 4:44; Marcos 6:4–5; Hechos 22:3; Hechos 22:18–22
- 25 Santiago 5:17; 1 Reyes 17:1; Mateo 20:15; 1 Reyes 18:1–2; Marcos 7:26–29
- 26 1 Reyes 17:9–24; Mateo 11:21; Abdías 20
- 27 2 Reyes 5:1–27; Juan 17:12; Mateo 12:4; 1 Reyes 19:19–21; Job 36:23
- 28 Hechos 7:54; Hechos 22:21–23; Jeremías 37:15–16; Lucas 6:11; Lucas 11:53–54
- 29 Juan 8:59; Juan 8:37; Hechos 21:28–32; Juan 15:24–25; Hebreos 13:12
- 30 Juan 10:39; Juan 8:59; Juan 18:6–7; Hechos 12:18
- 31 Marcos 1:21–28; Mateo 4:13; Hechos 17:1–3; Hechos 13:50–14:2; Mateo 10:23
- 32 Lucas 4:36; Mateo 7:28–29; 2 Corintios 10:4–5; Hebreos 4:12–13; Tito 2:15
- 33 Marcos 1:23
- 34 Marcos 1:24; Santiago 2:19; Mateo 8:29; Apocalipsis 3:7; Lucas 1:35
- 35 Lucas 4:41; Lucas 4:39; Mateo 8:26; Apocalipsis 12:12; Marcos 9:26
- 36 Lucas 4:32; Marcos 16:17–20; Marcos 7:37; Lucas 10:17–20; Marcos 1:27
- 37 Marcos 1:45; Lucas 4:14; Isaías 52:13; Mateo 9:26; Mateo 4:23–25
- 38 Mateo 8:14–15; Marcos 1:29–31; Santiago 5:14–15; Juan 11:22; Lucas 7:3–4
- 39 Lucas 4:41; Lucas 4:35; Lucas 8:24; Lucas 8:2–3; 2 Corintios 5:14–15
- 40 Marcos 1:32–34; Mateo 8:16–17; Marcos 5:23; Hechos 19:12; Marcos 3:10
- 41 Marcos 1:34; Santiago 2:19; Hechos 16:17–18; Juan 20:31; Lucas 4:34–35
- 42 Lucas 6:12; Marcos 1:35–38; Juan 4:34; Marcos 1:45; Juan 6:24
- 43 Marcos 1:38–39; 2 Timoteo 4:2; Juan 6:38–40; Juan 20:21; Marcos 1:14–15
- 44 Mateo 4:23; Marcos 1:39; Lucas 4:15
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
For this reason, too, did the Lord Himself read at Capernaum the prophecies of Isaiah: "The Spirit of the Lord is upon Me, because He hath anointed Me; to preach the Gospel to the poor hath He sent Me, to heal the broken-hearted, to preach deliverance to the captives, and sight to the blind." At the same time, showing that …
She accounted the Lord a prophet, and a prophet indeed He was; for it was of Himself He said, that "a prophet is not without honor, save in his own country." Again, of Him it was said to Moses, "A Prophet will I raise up to them of their brethren, like unto thee." Like, namely, as to the form of …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
Which Luke also was declaring, when he said, that "he departed from Him for a season;" showing that hereafter he approached Him by his proper instruments.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Never say then that riches are the devil's: for though he say, All these will I give thee, for they are delivered unto me, one may indeed even reject his assertion; for we need not believe the liar: and yet perhaps he spake the truth, being compelled by the power of His presence: for he said not, All these …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
He then, having been thus signally defeated, and then, as it were, concentrating his forces, drawing up in order all his available power for falsehood, in the third place "showed Him all the kingdoms of the world, and the glory of them," saying, as Luke relates, "All these will I give thee,--for they are delivered to me; and to whom …