Saltar al texto

Juan · Textus Receptus (cotejo de Boyd)

Juan 10 Textus Receptus (cotejo de Boyd)

Read in English
Sobre TR
  • Traductor individual
  • NT: Textus Receptus
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2022
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. 2 Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. 3 Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα, καὶ ἐξάγει αὐτά. 4 Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. 5 Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. 6 Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. 7 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8 Πάντες ὅσοι πρὸ ἐμοῦ ἦλθον κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9 Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10 Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. 11 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. 12 Ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. 13 Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. 15 Καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. 17 Διὰ τοῦτο ὁ πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18 Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾿ ἐμοῦ, ἀλλ᾿ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου. 19 Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 Ἄλλοι ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν; 22 Ἐγένετο δὲ τὰ Ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις, καὶ χειμὼν ἦν· 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶντος. 24 Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλ᾿ ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν. 27 Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· 28 κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 Ὁ πατήρ μου ὃς δέδωκέ μοι, μείζων πάντων ἐστί· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. 30 Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. 31 Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με; 33 Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. 34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, Ἐγὼ εἶπα, Θεοί ἐστε; 35 Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο — καὶ οὐ δύναται λυθῆναι ἡ γραφή — 36 ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι; 37 Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε· ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν αὐτῷ. 39 Ἐζήτουν οὖν πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν. 40 Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ. 41 Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν. 42 Καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.

Referencias cruzadas (41)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Mateo 7:15; Juan 10:8–10; 1 Juan 4:1; Romanos 16:18; Hebreos 5:4
  2. 2 Juan 10:14; Hechos 20:28; 1 Pedro 5:4; Salmo 23:1; Isaías 40:11
  3. 3 Ezequiel 34:11–16; 2 Timoteo 2:19; Juan 10:4; Juan 10:16; Apocalipsis 3:20
  4. 4 Deuteronomio 1:30; Juan 10:16; Juan 12:26; Juan 18:37; Juan 10:8
  5. 5 1 Juan 4:5–6; Colosenses 2:6–10; Proverbios 19:27; Marcos 4:24; 1 Pedro 2:1–3
  6. 6 Isaías 56:11; Salmo 82:5; Proverbios 28:5; Juan 16:25; Isaías 6:9–10
  7. 7 Juan 14:6; Efesios 2:18; Juan 10:1; Juan 10:9; Ezequiel 34:31
  8. 8 Ezequiel 34:2; Jeremías 23:1; Juan 10:1; Ezequiel 22:25–28; Isaías 56:10–12
  9. 9 Juan 14:6; Efesios 2:18; Juan 10:7; Juan 10:1; Romanos 5:1–2
  10. 10 Lucas 19:10; Juan 6:51; Juan 12:47; Juan 3:17; Juan 6:33
  11. 11 Salmo 23:1; Juan 10:14–15; Juan 15:13; Apocalipsis 7:17; Isaías 40:11
  12. 12 2 Pedro 2:3; Hechos 20:29; Zacarías 11:16–17; Ezequiel 34:2–6; Mateo 10:16
  13. 13 Filipenses 2:20; Juan 12:6; Hechos 18:17
  14. 14 Juan 10:27; 2 Timoteo 2:19; Juan 10:11; Efesios 1:17; 1 Juan 5:20
  15. 15 Gálatas 1:4; Juan 10:11; Mateo 11:27; 1 Juan 2:2; Isaías 53:10
  16. 16 Isaías 56:8; Juan 11:52; 1 Pedro 2:25; Ezequiel 34:23; Ezequiel 37:24
  17. 17 Juan 10:18; Juan 10:15; Juan 10:11; Hebreos 2:9; Juan 15:9–10
  18. 18 Tito 2:14; Hebreos 2:9; Juan 10:17; Juan 2:19–21; Isaías 53:10–12
  19. 19 Juan 9:16; 1 Corintios 3:3; Juan 7:40–43; Hechos 23:7–10; Hechos 14:4
  20. 20 Juan 7:20; Marcos 3:21; Juan 8:52; Juan 8:47–48; Mateo 9:34
  21. 21 Éxodo 4:11; Isaías 35:5–6; Salmo 94:9; Mateo 11:5; Éxodo 8:19
  22. 23 Hechos 5:12; Hechos 3:11
  23. 24 Juan 1:19; Lucas 22:67–70; Juan 8:53; Juan 8:25; Mateo 11:3
  24. 25 Juan 10:38; Juan 8:58; Hebreos 2:3; Juan 5:17–43; Juan 14:11
  25. 26 Juan 8:47; 2 Corintios 4:3–4; Juan 12:37–40; Juan 6:65; Juan 10:27
  26. 27 Juan 10:16; Juan 10:14; Apocalipsis 3:20; 1 Corintios 8:3; Juan 10:3–4
  27. 28 Juan 6:39–40; Juan 6:37; Juan 3:15–16; Hebreos 7:25; Juan 18:9
  28. 29 Juan 6:37; Juan 17:2; Juan 17:9; Juan 14:28; Juan 17:6
  29. 30 Juan 1:1–2; Juan 14:9; Juan 17:21–23; Juan 5:23; Juan 8:58
  30. 31 Juan 5:18; Juan 8:59; 1 Samuel 30:6; Juan 11:8; Éxodo 17:4
  31. 32 Hechos 2:22; 1 Juan 3:12; Eclesiastés 4:4; Juan 5:36; Salmo 109:4–5
  32. 33 Juan 5:18; Juan 10:30; Levítico 24:16; Filipenses 2:6; Salmo 82:6
  33. 34 Salmo 82:6–7; Éxodo 7:1; Salmo 82:1; Éxodo 4:16; Salmo 138:1
  34. 35 Mateo 24:35; Romanos 13:1; Lucas 16:17; Lucas 24:44–46; Génesis 15:1
  35. 36 Juan 3:17; Juan 5:17–18; Jeremías 1:5; Juan 6:27; Juan 10:30–33
  36. 37 Juan 15:24; Juan 10:25; Juan 10:32; Juan 5:31; Mateo 11:20–24
  37. 38 Juan 14:20; Juan 10:30; Juan 10:25; Juan 14:9–11; Juan 17:21–23
  38. 39 Juan 7:30; Juan 8:59; Juan 7:44; Lucas 4:29–30; Juan 10:31
  39. 40 Juan 1:28; Juan 11:54; Juan 7:1; Juan 3:26
  40. 41 Juan 1:33–34; Juan 1:29–30; Juan 1:27; Mateo 14:2; Marcos 1:37
  41. 42 Juan 4:41; Juan 12:42; Juan 2:23; Juan 11:45; Juan 8:30

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 10:14 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXXVIII)

    We have heard the Lord Jesus setting forth to us the office of a good shepherd. And herein He hath doubtless given us to know, as we may understand it, that there are good shepherds.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Comentario 10:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter X — 1-10)

    Our Lord's discourse to the Jews began in connection with the man who was born blind and was restored to sight. Your Charity therefore ought to know and be advised that today's lesson is interwoven with that one.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Comentario 10:14 John Chrysostom, Homilies on the Gospel of John (Homily LX)

    A great matter, beloved, a great matter it is to preside over a Church: a matter needing wisdom and courage as great as that of which Christ speaketh, that a man should lay down his life for the sheep, and never leave them deserted or naked; that he should stand against the wolf nobly.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Cita 10:18 Augustine of Hippo, Confessions (Book X, Chapters XLI–XLIII)

    … loved us, for whom He, who thought it no robbery to be equal with Thee, "became obedient unto death, even the death of the cross;" He alone "free among the dead," that had power to lay down His life, and power to take it again; for us was He unto Thee both Victor and Victim, and the Victor as being …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Cita 10:33 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIX)

    And not here only, but also in another case again, when they were saying, "For a good work we stone thee not, but for blasphemy, and because that thou, being a man, makest thyself God," neither in that instance did He put down this opinion, but again confirmed it, saying, "If I do not the works of my Father, believe …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)