1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. 2 Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν συνανακειμένων αὐτῷ. 3 Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4 Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι, 5 Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς; 6 Εἶπε δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾿ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. 7 Εἶπεν οὖν ὁ Ἰησοῦς, Ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. 8 Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 9 Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾿ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν· 11 ὅτι πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. 12 Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον, Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 14 Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ᾿ αὐτό, καθώς ἐστι γεγραμμένον, 15 Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδού, ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου. 16 Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον· ἀλλ᾿ ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾿ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσε τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς, Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. 20 Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 Ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσι τῷ Ἰησοῦ. 23 Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων, Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. 27 Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. 29 Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον, Ἄγγελος αὐτῷ λελάληκεν. 30 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν, Οὐ δι᾿ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾿ ὑμᾶς. 31 Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. 32 Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 Τοῦτο δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. 34 Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος, Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις ὅτι Δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾿ ὑμῶν ἐστι. Περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. 36 Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν. 37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν· 38 ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπε, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; 39 Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας, 40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν· ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ ἐπιστραφῶσι, καὶ ἰάσωμαι αὐτούς. 41 Ταῦτα εἶπεν Ἠσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ. 42 Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. 43 Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. 44 Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν, Ὁ πιστεύων εἰς ἐμέ, οὐ πιστεύει εἰς ἐμέ, ἀλλ᾿ εἰς τὸν πέμψαντά με· 45 καὶ ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με. 46 Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμέ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47 Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾿ ἵνα σώσω τὸν κόσμον. 48 Ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 49 Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα· ἀλλ᾿ ὁ πέμψας με πατήρ, αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω. 50 Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν λαλῶ ἐγώ, καθὼς εἴρηκέ μοι ὁ πατήρ, οὕτω λαλῶ.
Juan · Textus Receptus (cotejo de Boyd)
Juan 12 Textus Receptus (cotejo de Boyd)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Lazarus
A man of Bethany, brother of Mary and Martha, whom Jesus loved and raised from the dead and who was later at table with Him.
Citado en la guía: John 11:1; John 11:5; John 12:1
Lugares
Bethany
Bethany was Jesus' lodging near Jerusalem during Passion week and the home of Lazarus. Luke sets the Ascension close by.
Citado en la guía: John 11:1; John 12:1; Luke 24:50
Referencias cruzadas (50)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Marcos 14:3–8; Lucas 24:50; Juan 11:1; Mateo 21:17; Juan 11:55
- 2 Lucas 22:27; Apocalipsis 3:20; Lucas 10:38–42; Juan 12:9–10; Marcos 14:3
- 3 Marcos 14:3–9; Juan 11:2; Lucas 10:38–39; Lucas 7:37–38; Mateo 26:6–13
- 4 Mateo 10:4; 1 Samuel 17:28–29; Juan 18:2–5; Juan 13:2; Lucas 6:16
- 5 Lucas 12:33; Lucas 18:22; Marcos 14:4–5; Mateo 26:8–9; Lucas 6:41
- 6 Juan 13:29; Salmo 50:16–20; Santiago 2:6; Santiago 2:2; 2 Reyes 5:20–27
- 7 Mateo 26:12; Marcos 14:6; Mateo 27:57–60; Mateo 26:10; Marcos 15:42–47
- 8 Deuteronomio 15:11; Marcos 14:7; Mateo 26:11; Juan 12:35; Juan 13:33
- 9 Hechos 4:14; Juan 11:43–45; Hechos 3:10–11
- 10 Lucas 16:31; Génesis 4:4–10; Mateo 2:16; Juan 11:47–53; Job 40:8–9
- 11 Juan 11:45; Hechos 13:45; Santiago 3:14–16; Juan 12:18; Juan 15:18–25
- 12 Marcos 11:7–10; Lucas 19:35–38; Mateo 21:4–9; Juan 11:55–56
- 13 Salmo 118:25–26; Apocalipsis 15:3; Lucas 19:35–38; Mateo 21:9–11; Apocalipsis 7:9
- 14 Zacarías 9:9; Marcos 11:1–7; Mateo 21:1–7; Lucas 19:29–35
- 15 Zacarías 9:9; Isaías 62:11; Sofonías 3:16–17; Isaías 35:4–5; 2 Samuel 16:2
- 16 Juan 2:22; Juan 14:26; Juan 7:39; Juan 12:23; Hechos 2:36
- 17 1 Juan 5:9–12; Apocalipsis 1:2; Hechos 1:22; Juan 12:9; Hechos 5:32
- 18 Juan 12:11
- 19 Hechos 17:6; Salmo 22:27; Hechos 4:16–17; 1 Juan 2:2; Juan 3:26
- 20 Juan 7:35; Isaías 11:10; Hechos 17:4; 1 Reyes 8:41–43; Marcos 7:26
- 21 Mateo 2:2; Lucas 19:2–4; Juan 14:8–9; Juan 6:40; Mateo 11:21
- 22 Lucas 9:49–50; Juan 1:40–41; Marcos 10:13–14; Juan 6:8; Mateo 10:5
- 23 Juan 13:31–32; Juan 17:1–5; Marcos 14:41; 1 Pedro 2:9–10; Isaías 49:5–6
- 24 1 Corintios 15:36–38; Hebreos 2:9–10; Isaías 53:10–12; Juan 12:32–33; Salmo 72:16
- 25 Mateo 10:39; Lucas 9:23–24; Marcos 8:35; Lucas 17:33; Mateo 16:25
- 26 Colosenses 3:24; Gálatas 1:10; 1 Samuel 2:30; Juan 10:27; Juan 17:24
- 27 Juan 12:23; Isaías 38:15; Hebreos 5:7; Marcos 14:33–36; Mateo 26:42
- 28 Juan 13:31–32; Mateo 26:42; Apocalipsis 5:9–14; Juan 11:40–44; Isaías 49:3–7
- 29 Job 37:2–5; Apocalipsis 6:1; Apocalipsis 14:2; Éxodo 19:16; Ezequiel 10:5
- 30 Juan 11:42; 2 Corintios 8:9; Juan 11:15; Juan 5:34
- 31 2 Corintios 4:4; 1 Juan 3:8; 1 Juan 5:19; Juan 14:30; Efesios 6:12
- 32 Juan 3:14; Juan 8:28; 1 Pedro 2:24; 1 Juan 2:2; Juan 1:7
- 33 Juan 18:32; Juan 21:19
- 34 Ezequiel 37:24–25; Isaías 9:7; Daniel 7:14; Salmo 110:4; Daniel 2:44
- 35 Juan 12:46; Juan 16:16; Efesios 5:8; 1 Juan 1:6–7; Juan 8:12
- 36 Efesios 5:8; 1 Tesalonicenses 5:5; Juan 8:59; Lucas 16:8; Juan 1:7
- 37 Lucas 16:31; Juan 1:11; Juan 15:24; Mateo 11:20; Juan 11:42
- 38 Isaías 53:1; Romanos 10:16; Romanos 10:20; 1 Corintios 1:24; 2 Corintios 4:3–6
- 39 Juan 5:44; Isaías 6:9–10; 2 Pedro 2:14; Juan 10:38; Juan 6:44
- 40 Isaías 6:10; Mateo 13:13–15; Lucas 8:10; Marcos 4:12; Isaías 57:18–19
- 41 Isaías 6:1–5; Juan 1:14; Isaías 6:9–10; Juan 1:18; Juan 5:39
- 42 Juan 7:13; Isaías 51:7; Juan 9:22; Proverbios 29:25; Mateo 10:32
- 43 Juan 5:44; Mateo 23:5–7; Juan 5:41; Lucas 16:15; 2 Corintios 10:18
- 44 Mateo 10:40; Juan 5:24; Juan 13:20; Marcos 9:37; Juan 7:28
- 45 Juan 14:9–10; 2 Corintios 4:6; Colosenses 1:15; Hebreos 1:3; Juan 12:41
- 46 Juan 8:12; Salmo 36:9; Juan 9:5; Isaías 42:7; Juan 12:35–36
- 47 Juan 3:17; Juan 12:48; Juan 8:15–16; 1 Timoteo 1:15–16; 1 Juan 4:14
- 48 Lucas 10:16; Hebreos 9:27–28; Romanos 2:16; 2 Tesalonicenses 1:8; Juan 3:17–20
- 49 Juan 14:10; Juan 8:26; Juan 5:30; Juan 17:8; Deuteronomio 18:18
- 50 Juan 17:3; Juan 6:68; 1 Juan 5:20; Juan 6:63; 1 Timoteo 1:16
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
What is it, Brethren, which we have heard the Lord saying, "He that believeth on Me, believeth not on Me, but on Him that sent Me"?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
After our Lord's raising of one to life, who had been four days dead, to the utter amazement of the Jews, some of whom believed on seeing it, and others perished in their envy, because of that sweet savor which is unto life to some, and to others unto death; after He had sat down to meat with Lazarus--the one …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
As wealth is wont to hurl into destruction those who are not heedful, so also is power; the first leads into covetousness, the second into pride.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
… again, was indicated when He said, "My soul is exceeding sorrowful, even unto death;" her fear by the words, "Father, if it be possible, let this cup pass from Me;" and her perplexity, too, when He said, "And what I shall say, I know not."
For there is yet a little light in men; let them walk--let them "walk," that the "darkness" seize them not.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)