1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. 2 Ὡς γέγραπται ἐν τοῖς προφήταις, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 3 Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 4 Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5 Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6 Ἦν δὲ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. 7 Καὶ ἐκήρυσσε, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8 Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ. 9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. 10 Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. 12 Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 Καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. 14 Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ, 15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. 16 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς. 17 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν, ἠκολούθησαν αὐτῷ. 19 Καὶ προβὰς ἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. 20 Καὶ εὐθέως ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. 21 Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκε. 22 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε, 24 λέγων, Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. 25 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. 27 Καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς αὐτούς, λέγοντας, Τί ἐστι τοῦτο; Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 28 Ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας. 29 Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 Ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς· 31 καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς. 32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. 34 Καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν. 35 Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 36 Καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ· 37 καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντες ζητοῦσί σε. 38 Καὶ λέγει αὐτοῖς, Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα κἀκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. 39 Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων. 40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτόν, καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 41 Ὁ δὲ Ἰησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι. 42 Καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43 Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθέως ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾿ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. 45 Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾿ ἔξω ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.
Marcos · Textus Receptus (cotejo de Boyd)
Marcos 1 Textus Receptus (cotejo de Boyd)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Zebedee
A fisherman in whose boat his sons James and John were mending nets when Jesus called them; they left him in the boat with the hired men.
Citado en la guía: Matthew 4:21; Matthew 20:20; Mark 1:20
Referencias cruzadas (44)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 1 Juan 5:11–12; Mateo 4:3; Mateo 3:17; Juan 20:31; Mateo 17:5
- 2 Malaquías 3:1; Lucas 1:76; Mateo 11:10; Mateo 3:1–11; Lucas 1:15–17
- 3 Isaías 40:3–5; Mateo 3:3; Lucas 3:4–6; Juan 3:28–36; Juan 1:15
- 4 Hechos 19:3–4; Mateo 3:6; Hechos 13:24–25; Juan 3:23; Mateo 3:1–2
- 5 Levítico 26:40–42; Hechos 19:18; Mateo 3:5–6; Hechos 2:38; Mateo 4:25
- 6 2 Reyes 1:8; Levítico 11:22; Zacarías 13:4; Mateo 3:4
- 7 Hechos 13:25; Lucas 3:16; Juan 1:27; Mateo 3:11; Lucas 7:6–7
- 8 Hechos 1:5; 1 Corintios 12:13; Hechos 19:4–6; Hechos 2:4; Hechos 10:45
- 9 Mateo 3:13–17; Mateo 2:23; Lucas 3:21–22
- 10 Juan 1:31–34; Lucas 3:22; Isaías 42:1; Isaías 64:1; Mateo 3:16
- 11 Isaías 42:1; Marcos 9:7; Mateo 3:17; Salmo 2:7; Colosenses 1:13
- 12 Mateo 4:1–11; Lucas 4:1–13
- 13 Hebreos 2:17–18; Hebreos 4:15; Éxodo 34:28; Mateo 26:53; 1 Reyes 19:5–8
- 14 Mateo 4:23; Mateo 4:12; Lucas 8:1; Mateo 9:35; Efesios 2:17
- 15 Mateo 3:2; Mateo 4:17; Hechos 2:36–38; Hechos 20:21; Efesios 1:10
- 16 Mateo 4:18–22; Juan 1:40–42; Juan 6:8; Lucas 6:14; Marcos 3:16
- 17 Lucas 5:10; Mateo 4:19–20; Hechos 2:38–41; Ezequiel 47:10
- 18 Lucas 18:28–30; Filipenses 3:8; Lucas 14:33; Mateo 19:27–30; Marcos 10:28–31
- 19 Mateo 4:21; Hechos 1:13; Marcos 9:2; Hechos 12:2; Marcos 10:35
- 20 Lucas 14:26; Marcos 10:29; Mateo 10:37; Mateo 8:21–22; 2 Corintios 5:16
- 21 Marcos 6:2; Marcos 1:39; Mateo 4:23; Hechos 13:14–52; Hechos 17:2
- 22 Mateo 7:28–29; Mateo 13:54; Lucas 4:32; Juan 7:46; Lucas 21:15
- 23 Marcos 9:25; Marcos 1:34; Marcos 5:2; Mateo 12:43; Marcos 7:25
- 24 Santiago 2:19; Mateo 8:29; Lucas 4:34; Hechos 3:14; Apocalipsis 3:7
- 25 Marcos 1:34; Marcos 3:11–12; Lucas 4:41; Hechos 16:17; Marcos 9:25
- 26 Marcos 9:26; Marcos 9:20; Lucas 11:22; Lucas 9:39; Lucas 9:42
- 27 Marcos 7:37; Lucas 9:1; Mateo 15:31; Mateo 9:33; Lucas 4:36
- 28 Mateo 9:31; Lucas 4:37; Miqueas 5:4; Mateo 4:24; Marcos 1:45
- 29 Mateo 8:14–15; Lucas 4:38–39; Marcos 1:21; Lucas 9:58; Marcos 1:23
- 30 1 Corintios 9:5; Juan 11:3; Marcos 5:23; Santiago 5:14–15
- 31 Hechos 9:41; Salmo 103:1–3; Salmo 116:12; Lucas 8:2–3; Marcos 5:41
- 32 Mateo 8:16; Lucas 4:40; Mateo 4:24; Marcos 3:2; Marcos 1:21
- 33 Marcos 1:5; Hechos 13:44
- 34 Lucas 4:41; Marcos 3:12; Hechos 16:16–18; Mateo 4:23; Marcos 1:25
- 35 Lucas 6:12; Lucas 5:16; Lucas 22:39–46; Efesios 6:18; Salmo 5:3
- 37 Juan 12:19; Zacarías 11:11; Juan 3:26; Marcos 1:5; Juan 11:48
- 38 Lucas 4:43; Isaías 61:1–3; Juan 17:8; Juan 17:4; Lucas 4:18–21
- 39 Mateo 4:23; Marcos 1:21; Lucas 4:41; Lucas 4:43–44; Marcos 7:30
- 40 Lucas 5:12–14; Mateo 8:2–4; Levítico 13:1–14; 2 Samuel 3:29; Mateo 17:14
- 41 Mateo 9:36; Hebreos 4:15; Lucas 7:12–13; Marcos 5:41; Hebreos 2:17
- 42 Juan 15:3; Mateo 15:28; Salmo 33:9; Juan 4:50–53; Marcos 1:31
- 43 Mateo 9:30; Marcos 3:12; Marcos 7:36; Lucas 8:56; Marcos 5:43
- 44 Levítico 14:1–32; Mateo 8:4; Lucas 17:14; 1 Corintios 10:11; Romanos 15:4
- 45 Mateo 9:31; Marcos 2:13; Salmo 77:11; Juan 6:2; Lucas 5:15–17
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… Mark, the interpreter and follower of Peter, does thus commence his Gospel narrative: "The beginning of the Gospel of Jesus Christ, the Son of God; as it is written in the prophets, Behold, I send My messenger before Thy face, which shall prepare Thy way. The voice of one crying in the wilderness, Prepare ye the way of the Lord, …
The devils themselves knew this manifestation of God so well, that they said to the Lord though clothed with the infirmity of flesh, "What have we to do with Thee, Jesus of Nazareth? Art Thou come to destroy us before the time?" From these words, it is clear that they had great knowledge, and no charity.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Having then found Him in the wilderness, and in a pathless wilderness (for that the wilderness was such, Mark hath declared, saying, that He "was with the wild beasts" ), behold with how much craft he draws near, and wickedness; and for what sort of opportunity he watches.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
For it saith, The beginning of the Gospel of Jesus Christ, &c.: John came baptising in the wilderness.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
Wherefore Mark also says: "The beginning of the Gospel of Jesus Christ, the Son of God; as it is written in the prophets." Knowing one and the same Son of God, Jesus Christ, who was announced by the prophets, who from the fruit of David's body was Emmanuel, "the messenger of great counsel of the Father;" through whom God caused …