1 Ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ Θεοῦ, καί γε ἀγάπην καί γε μῖσος οὐκ ἔστιν εἰδὼς ὁ ἄνθρωπος· τὰ πάντα πρὸ προσώπου αὐτῶν. 2 Ματαιότης ἐν τοῖς πᾶσι· συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, καὶ τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, καὶ τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθὸς ὡς ὁ ἁμαρτάνων, ὡς ὁ ὀμνύων καθὼς ὁ τὸν ὅρκον φοβούμενος. 3 Τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσι· καί γε καρδια υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ, καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν, καὶ ὀπίσω αὐτῶν πρὸς τοὺς νεκρούς. 4 Ὅτι τίς ὃς κοινωνεῖ πρὸς πάντας τοὺς ζῶντας; ἔστιν ἐλπὶς, ὅτι ὁ κύων ὁ ζῶν αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν νεκρόν· 5 Ὅτι οἱ ζῶντες γνώσονται ὅτι ἀποθανοῦνται, καὶ οἱ νεκροὶ οὐκ εἰσὶ γινώσκοντες οὐδέν· καὶ οὐκ ἔστιν αὐτοῖς ἔτι μισθὸς, ὅτι ἐπελήσθη ἡ μνήμη αὐτῶν. 6 Καί γε ἀγάπη αὐτῶν, καί γε μῖσος αὐτῶν, καί γε ζῆλος αὐτῶν ἤδη ἀπώλετο· καί γε μερὶς οὐκ ἔστιν αὐτοῖς ἔτι εἰς τὸν αἰῶνα ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον. 7 Δεῦρο φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου, καὶ πίε ἐν καρδίᾳ ἀγαθῇ οἶνόν σου, ὅτι ἤδη εὐδόκησεν ὁ Θεὸς τὰ ποιήματά σου. 8 Ἐν παντὶ καιρῷ ἔστωσαν ἱμάτιά σου λευκὰ, καὶ ἔλαιον ἐπὶ κεφαλῆς σου μὴ ὑστερησάτω. 9 Καὶ ἴδε ζωὴν μετὰ γυναικὸς ἧς ἠγάπησας πάσας τὰς ἡμέρας ζωῆς ματαιότητός σου, τὰς δοθείσας σοι ὑπὸ τὸν ἥλιον, ὅτι αὐτὸ μερίς σου ἐν τῇ ζωῇ σου, καὶ ἐν τῷ μόχθῳ σου ᾧ σὺ μοχθεῖς ὑπὸ τὸν ἥλιον. 10 Πάντα ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὡς ἡ δύναμίς σου ποίησον, ὅτι οὐκ ἔστι ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ. 11 Ἐπέστρεψα καὶ εἶδον ὑπὸ τὸν ἥλιον, ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ ἄρτος, καί γε οὐ τοῖς συνετοῖς πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσι χάρις, ὅτι καιρὸς καὶ ἀπάντημα συνατήσεται σύμπασιν αὐτοῖς. 12 Ὅτι καί γε καὶ οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτοῦ, ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ κακῷ, καὶ ὡς ὄρνεα τὰ θηρευόμενα ἐν παγίδι· ὡς αὐτὰ παγιδεύονται οἱ υἱοὶ τοῦ ἀνθρώπου εἰς καιρὸν πονηρὸν, ὅταν ἐπιπέσῃ ἐπʼ αὐτοὺς ἄφνω. 13 Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστι πρὸς μέ· 14 Πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ ἐπʼ αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώσῃ αὐτὴν, καὶ οἰκοδομήσῃ ἐπʼ αὐτὴν χάρακας μεγάλους· 15 καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα σοφὸν, καὶ διασώσῃ αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου. 16 Καὶ εἶπα ἐγὼ, ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσακουόμενοι. 17 Λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται ὑπὲρ κραυγὴν ἐξουσιάζόντων ἐν ἀφροσύναις. 18 Ἀγαθὴ σοφία ὑπὲρ σκεύη πολέμου· καὶ ἁμαρτάνων εἷς ἀπολέσει ἀγαθωσύνην πολλήν.
Ecclesiastes · Brenton's Greek Septuagint
Ecclesiastes 9 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (18)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Deuteronomy 33:3; John 10:27–30; Job 12:10; Ecclesiastes 8:14; 1 Peter 1:5
- 2 Malachi 3:18; Ecclesiastes 2:14–16; Job 9:22; Psalm 73:3; Malachi 3:5
- 3 Jeremiah 17:9; Ecclesiastes 8:11; Ecclesiastes 1:17; Job 15:16; Titus 3:3
- 4 Job 14:7–12; Isaiah 38:18; Luke 16:26–29; Lamentations 3:21–22; Job 27:8
- 5 Isaiah 26:14; Ecclesiastes 1:11; Psalm 6:5; Psalm 88:10–12; Hebrews 9:27
- 6 Psalm 146:3–4; Matthew 2:20; Ecclesiastes 6:12; Job 3:17–18; Ecclesiastes 2:18–23
- 7 Ecclesiastes 3:12–13; Deuteronomy 12:7; Ecclesiastes 10:19; Ecclesiastes 8:15; Ecclesiastes 2:24–26
- 8 Revelation 19:14; Revelation 3:4–5; Revelation 19:8; Revelation 7:13–14; Revelation 16:15
- 9 Proverbs 5:18–19; Ecclesiastes 2:10; Malachi 2:15; Ecclesiastes 6:12; Ecclesiastes 3:13
- 10 Colossians 3:23; Ephesians 5:16; Romans 12:11; Psalm 6:5; Ecclesiastes 11:6
- 11 Jeremiah 9:23; Proverbs 21:30–31; Lamentations 3:37–38; Job 5:11–14; Ecclesiastes 3:17
- 12 1 Thessalonians 5:3; Luke 21:34–36; Proverbs 6:15; Luke 12:20; Proverbs 29:6
- 13 Ecclesiastes 8:16; Ecclesiastes 7:15; Ecclesiastes 6:1; Ecclesiastes 9:11
- 14 2 Samuel 20:15–22; 2 Kings 6:24–7:20
- 15 Ecclesiastes 4:13; Genesis 40:23; Esther 6:2–3; 2 Samuel 20:22; Ecclesiastes 2:16
- 16 Ecclesiastes 7:19; Proverbs 24:5; Proverbs 21:22; Mark 6:2–3; James 2:2–6
- 17 James 3:17–18; Proverbs 28:23; James 1:20; Isaiah 42:2; Genesis 41:33–40
- 18 Joshua 7:1; Joshua 7:11–12; Joshua 7:5; 2 Timothy 2:16–18; Ecclesiastes 9:16
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… thy wine with a merry heart (that is, the spiritual wine); and let oil be poured out upon thy head (thou seest he alludes even to the mystic Chrism); and let thy garments be always white, for the Lord is well pleased with thy works; for before thou camest to Baptism, thy works were vanity of vanities.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
So, since no human voice is strong enough to be heard in such a disturbance, I reckon silence more profitable than speech, for if there is any truth in the words of the Preacher, "The words of wise men are heard in quiet," in the present condition of things any discussion of them must be anything but becoming.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)