1 Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ Θεοῦ· ὅτι ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς· διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. 2 Ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ, καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων. 3 Καθὼς εὔξῃ εὐχὴν τῷ Θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ὅτι οὐκ ἔστι θέλημα ἐν ἄφροσι· σὺ οὖν ὅσα ἐὰν εὔξῃ, ἀπόδος. 4 Ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι. 5 Μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτῆσαι τὴν σάρκα σου, καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ Θεοῦ, ὅτι ἄγνοιά ἐστιν· ἵνα μὴ ὀργισθῇ ὁ Θεὸς ἐπὶ φωνῇ σου, καὶ διαφθείρῃ τὰ ποιήματα χειρῶν σου. 6 Ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιοτήτων καὶ λόγων πολλῶν, ὅτι σὺ τὸν Θεὸν φοβοῦ. 7 Ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι· ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξαι, καὶ ὑψηλοὶ ἐπʼ αὐτοῖς. 8 Καὶ περίσσεια γῆς ἐπὶ παντί ἐστι, βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου. 9 Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτῶν γέννημα; καί γε τοῦτο ματαιότης. 10 Ἐν πλήθει ἀγαθωσύνης ἐπληθύνθησαν ἔσθοντες αὐτήν· καὶ τί ἀνδρεία τῷ παρʼ αὐτῆς; ὅτι ἀρχὴ τοῦ ὁρᾷν ὀφθαλμοῖς αὐτοῦ. 11 Γλυκὺς ὕπνος τοῦ δούλου εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται, καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι, οὐκ ἔστιν ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι. 12 Ἔστιν ἀῤῥωστία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρʼ αὐτοῦ εἰς κακίαν αὐτῷ, 13 καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ, καὶ ἐγέννησεν υἱὸν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν. 14 Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνὸς, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει, καὶ οὐδὲν οὐ λήψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ. 15 Καί γε τοῦτο πονηρὰ ἀῤῥωστία· ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται· καὶ τίς ἡ περίσσεια αὐτοῦ ᾗ μοχθεῖ εἰς ἄνεμον; 16 Καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει, καὶ ἐν πένθει, καὶ θυμῷ πολλῷ, καὶ ἀῤῥωστίᾳ, καὶ χόλῳ. 17 Ἰδοὺ, εἶδον ἐγὼ ἀγαθὸν, ὅ ἐστι καλὸν, τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ ἰδεῖν ἀγαθωσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ ἐὰν μοχθῇ ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ ὧν ἔδωκεν αὐτῷ ὁ Θεὸς, ὅτι αὐτὸ μερὶς αὐτοῦ. 18 Καί γε πᾶς ἄνθρωπος ᾧ ἔδωκεν αὐτῷ ὁ Θεὸς πλοῦτον καὶ ὑπάρχοντα, καὶ ἐξουσίασεν αὐτῷ φαγεῖν ἀπʼ αὐτοῦ, καὶ λαβεῖν τὸ μέρος αὐτοῦ, καὶ τοῦ· εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ, τοῦτο δόμα Θεοῦ ἐστιν. 19 Ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ὅτι ὁ Θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ.
Ecclesiastes · Brenton's Greek Septuagint
Ecclesiastes 5 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (19)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 James 1:19; Hebrews 12:28–29; Proverbs 15:8; 1 Peter 2:1–2; Isaiah 1:12–20
- 2 Matthew 6:7; Proverbs 10:19; Isaiah 55:9; Matthew 6:9; Numbers 30:2–5
- 3 Proverbs 15:2; Ecclesiastes 10:12–14; Proverbs 10:19; Job 11:2
- 4 Numbers 30:2; Matthew 5:33; Deuteronomy 23:21–23; Psalm 76:11; Psalm 66:13–14
- 5 Acts 5:4; Deuteronomy 23:22; Proverbs 20:25
- 6 James 1:26; 2 John 8; James 3:2; Ecclesiastes 5:1–2; Malachi 2:7
- 7 Matthew 12:36; Ecclesiastes 12:13; Ecclesiastes 8:12; Ecclesiastes 5:3; Isaiah 50:10–11
- 8 Psalm 12:5; Ecclesiastes 4:1; Ecclesiastes 3:16; 1 Kings 21:19–20; Psalm 58:10–11
- 9 Psalm 115:16; 1 Kings 4:7–23; Genesis 1:29–30; Psalm 104:14–15; 1 Chronicles 27:26–31
- 10 1 Timothy 6:10; Matthew 6:24; Luke 12:15; Matthew 6:19; Ecclesiastes 4:8
- 11 1 John 2:16; Habakkuk 2:13; Psalm 119:36–37; Proverbs 23:5; Ecclesiastes 6:9
- 12 Proverbs 3:24; Psalm 4:8; Jeremiah 31:26; Psalm 127:2
- 13 Ecclesiastes 6:1–2; Luke 18:22–23; Luke 16:22–23; Genesis 19:14; James 5:1–4
- 14 Ecclesiastes 2:26; Haggai 2:16–17; Haggai 1:9; Job 20:15–29; Proverbs 23:5
- 15 Psalm 49:17; Job 1:21; 1 Timothy 6:7; Luke 12:20
- 16 Proverbs 11:29; Ecclesiastes 1:3; Mark 8:36; Ecclesiastes 5:13; John 6:27
- 17 Psalm 127:2; 2 Chronicles 24:24–25; Proverbs 1:27–29; Job 21:25; 1 Corinthians 11:30–32
- 18 Ecclesiastes 2:24; Ecclesiastes 3:22; Ecclesiastes 3:12–13; Ecclesiastes 9:7; 1 Timothy 6:17
- 19 Deuteronomy 8:18; Ecclesiastes 3:13; Ecclesiastes 6:2; 2 Chronicles 1:12; Ecclesiastes 2:24–26
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences