Skip to the text

Isaiah · Brenton's Greek Septuagint

Isaiah 38 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. 2 Καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τεῖχον, καὶ προσηύξατο πρὸς Κύριον, 3 λέγων, μνήσθητι Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ. 4 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν, λέγων, 5 πορεύθητι, καὶ εἰπὸν Ἐζεκίᾳ, τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη, 6 καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης. 7 Τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει ὁ Θεὸς τὸ ῥῆμα τοῦτο· 8 Ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ὁ ἥλιος, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς· καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς, οὓς κατέβη ἡ σκιά. 9 ΠΡΟΣΕΥΧΗ ἘΖΕΚΙΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ἸΟΥΔΑΙΑΣ, ἩΝΙΚΑ ἘΜΑΛΑΚΙΣΘΗ, ΚΑΙ ἈΝΕΣΤΗ ἘΚ ΤΗΣ ΜΑΛΑΚΙΑΣ ΑΥΤΟΥ. 10 Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου, πορεύσομαι ἐν πύλαις ἅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. 11 Εἶπα, οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ Ἰσραὴλ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον. 12 Ἐξέλιπεν ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ ἐπίλοιπον τῆς ζωῆς μου, ἐξῆλθε καὶ ἀπῆλθεν ἀπʼ ἐμοῦ ὥσπερ ὁ σκηνὴν καταλύων πήξας· ὡς ἱστὸς τὸ πνεῦμά μου παρʼ ἐμοὶ ἐγένετο, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. 13 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι, οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως νυκτὸς παρεδόθην. 14 Ὡς χελιδὼν, οὕτω φωνήσω, καὶ ὡς περιστερὰ, οὕτω μελετῶ· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλατό με, 15 καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς. 16 Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοὴν, καὶ παρακληθεὶς ἔζησα. 17 Εἵλου γάρ μου τὴν ψυχὴν, ἴνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας. 18 Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾄδου τὴν ἐλεημοσύνην σου. 19 Οἱ ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κᾀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἅ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου 20 Θεὲ τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ. 21 Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν, λάβε παλάθην ἐκ σύκων, καὶ τρίψον, καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. 22 Καὶ εἶπεν Ἐζεκίας, τοῦτο σημεῖον πρὸς Ἐζεκίαν, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Hezekiah

    King of Judah

    A great reformer who trusted God and saw Jerusalem delivered from Assyria.

    Cited in the guide: 2 Kings 18-20; 2 Chron. 29-32; Isa. 36-39; Matt. 1:9-10

Cross references (21)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Chronicles 32:24; Isaiah 38:1–8; 2 Kings 20:1–11; 2 Samuel 17:23; Jonah 3:10
  2. 2 Matthew 6:6; Psalm 50:15; 1 Kings 8:30; Psalm 91:15
  3. 3 Hebrews 5:7; Hebrews 6:10; Psalm 18:20–27; Nehemiah 13:14; 2 Chronicles 31:20–21
  4. 5 1 John 5:14–15; Psalm 34:5–6; Revelation 7:17; Luke 1:13; Psalm 147:3
  5. 6 Isaiah 37:35; Isaiah 31:4–5; Isaiah 12:6; 2 Timothy 4:17; 2 Chronicles 32:22
  6. 7 Isaiah 37:30; Judges 6:37–39; 2 Kings 20:8–21; Judges 6:17–22; Isaiah 7:11–14
  7. 8 2 Kings 20:9–11; Joshua 10:12–14; Matthew 16:1; 2 Chronicles 32:24; 2 Chronicles 32:31
  8. 9 Judges 5:1–31; Job 5:18; Psalm 18:1; Isaiah 12:1–6; Jonah 2:1–9
  9. 10 2 Corinthians 1:9; Psalm 102:24; Job 7:7; Psalm 107:18; Isaiah 38:1
  10. 11 Psalm 27:13; Psalm 116:8–9; Ecclesiastes 9:5–6; Psalm 6:4–5; Job 35:14–15
  11. 12 2 Corinthians 5:1; Hebrews 1:12; Psalm 73:14; Isaiah 13:20; James 4:14
  12. 13 Psalm 51:8; Daniel 6:24; 1 Kings 13:24–26; Psalm 39:10; 1 Corinthians 11:30–32
  13. 14 Isaiah 59:11; Psalm 69:3; Job 30:29; Ezekiel 7:16; Psalm 123:1–4
  14. 15 Job 7:11; 1 Kings 21:27; Job 10:1; Job 21:25; 2 Kings 4:27
  15. 16 Psalm 119:25; 1 Corinthians 11:32; Hebrews 12:10–11; Matthew 4:4; Job 33:19–28
  16. 17 Isaiah 43:25; Micah 7:18–19; Jonah 2:6; Psalm 30:3; Jeremiah 31:34
  17. 18 Ecclesiastes 9:10; Psalm 30:9; Psalm 6:5; Psalm 88:10–11; Psalm 115:17–18
  18. 19 Deuteronomy 6:7; Psalm 119:175; Deuteronomy 4:9; Psalm 78:3–6; Deuteronomy 11:19
  19. 20 Psalm 116:2; Psalm 145:2; Psalm 150:4; Psalm 33:2; Psalm 51:15
  20. 21 2 Kings 20:7–8; John 9:6; Mark 7:33
  21. 22 2 Kings 20:8; John 5:14; Psalm 118:18–19; Psalm 84:1–2; Psalm 84:10–12

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences