1 Φεύγει ἀσεβὴς μηδενὸς διώκοντος, δίκαιος δὲ ὥσπερ λέων πέποιθε. 2 Διʼ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται, ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς. 3 Ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς· ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελὴς, 4 οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν· οἱ δὲ ἀγαπῶντες τὸν νόμον, περιβάλλουσιν ἑαυτοῖς τεῖχος. 5 Ἄνδρες κακοὶ οὐ συνήσουσι κρίμα, οἱ δὲ ζητοῦντες τὸν Κύριον συνήσουσιν ἐν παντί. 6 Κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ, πλουσίου ψευδοῦς. 7 Φυλάσσει νόμον υἱὸς συνετὸς, ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα. 8 Ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν, τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν. 9 Ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακοῦσαι νόμου, καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται. 10 Ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ, εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται· οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ, καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά. 11 Σοφὸς παρʼ ἑαυτῷ ἀνὴρ πλούσιος, πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ. 12 Διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα, ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. 13 Ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται. 14 Μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα διʼ εὐλάβειαν, ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς. 15 Λέων πεινῶν καὶ λύκος διψῶν, ὃς τυραννεῖ, πτωχὸς ὢν, ἔθνους πενιχροῦ. 16 Βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης, ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται. 17 Ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος, φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ· 17a παίδευε υἱὸν καὶ ἀγαπήσει σε, καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ, οὐ μὴ ὑπακούσει ἔθνει παρανόμῳ. 18 Ὁ πορευόμενος δικαίως βεβοήθηται, ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται. 19 Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων, ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας. 20 Ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται, ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται. 21 Ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθὸς, ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα. 22 Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. 23 Ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς, χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος. 24 Ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα, καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς. 25 Ἄπιστος ἀνὴρ κρίνει εἰκῆ, ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται. 26 Ὃς πέποιθε θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων, ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται. 27 Ὃς δίδωσι πτωχοῖς οὐκ ἐνδεηθήσεται, ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ ἔσται. 28 Ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι, ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.
Proverbs · Brenton's Greek Septuagint
Proverbs 28 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (29)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Deuteronomy 28:7; Psalm 53:5; Isaiah 26:3–4; Psalm 27:1–2; Psalm 112:7
- 2 1 Kings 16:8–29; Job 22:28–30; Genesis 45:5–8; 1 Kings 15:28; 2 Kings 15:8–31
- 3 Matthew 18:28–30
- 4 Romans 1:32; Ephesians 5:11; Matthew 14:4; Matthew 3:7; 1 Kings 18:18
- 5 James 1:5; Psalm 92:6; 1 John 2:27; 1 John 2:20; John 7:17
- 6 Proverbs 19:1; Luke 16:19–23; Proverbs 28:18; Proverbs 19:22; Proverbs 16:8
- 7 Proverbs 29:3; Proverbs 29:15; 1 Peter 4:3–4; Proverbs 28:24; Proverbs 19:26
- 8 Job 27:16–17; Proverbs 13:22; Ecclesiastes 2:26; Exodus 22:25; Leviticus 25:36
- 9 Psalm 66:18; 2 Timothy 4:3–4; Zechariah 7:11–13; Proverbs 15:8; Psalm 109:7
- 10 Proverbs 26:27; Psalm 37:25–26; Psalm 7:15–16; Proverbs 15:6; Psalm 37:11
- 11 Proverbs 18:17; Ecclesiastes 9:15–17; Proverbs 26:16; Proverbs 19:1; Romans 12:16
- 12 Proverbs 29:2; Proverbs 11:10; Proverbs 28:28; Esther 8:15–17; Job 29:11–20
- 13 1 John 1:8–10; Psalm 32:3–5; Job 31:33; Luke 15:18–24; Jeremiah 3:12–13
- 14 Proverbs 23:17; Psalm 2:11; Isaiah 66:2; Romans 11:20; Jeremiah 32:40
- 15 1 Peter 5:8; Matthew 2:16; Exodus 1:22; Proverbs 19:12; Proverbs 20:2
- 16 Exodus 18:21; Jeremiah 22:15–17; 1 Kings 12:14; 1 Kings 12:10; Isaiah 33:15–16
- 17 Genesis 9:6; Exodus 21:14; 1 Kings 21:19; Numbers 35:14–34; Acts 28:4
- 18 Proverbs 10:9; Proverbs 28:6; Revelation 3:3; Psalm 84:11; Proverbs 11:3–6
- 19 Proverbs 12:11; Judges 9:4; Proverbs 27:23–27; Proverbs 13:20; Proverbs 14:4
- 20 Luke 16:10–12; Proverbs 13:11; Revelation 2:10; Proverbs 10:6; Psalm 112:4–9
- 21 Proverbs 24:23; Ezekiel 13:19; Proverbs 18:5; Exodus 23:2; Micah 3:5
- 22 Proverbs 23:6; 1 Timothy 6:9; Proverbs 28:20; Matthew 20:15; Job 27:16–17
- 23 Proverbs 27:5–6; Matthew 18:15; Psalm 141:5; 2 Peter 3:15–16; 2 Samuel 12:7
- 24 Proverbs 18:9; Proverbs 19:26; Matthew 15:4–6; Proverbs 28:7; Judges 17:2
- 25 Proverbs 11:25; 1 Timothy 6:6; Proverbs 13:4; Proverbs 13:10; Proverbs 29:25
- 26 Proverbs 3:5; Jeremiah 17:9; Job 28:28; Romans 8:7; James 1:5
- 27 Proverbs 19:17; Proverbs 11:24; Psalm 41:1–3; Deuteronomy 15:7; Psalm 112:5–9
- 28 Proverbs 29:2; Proverbs 28:12; Job 24:4; Acts 12:23–24; Esther 8:17
- 17a Genesis 9:6; Exodus 21:14; 1 Kings 21:19; Numbers 35:14–34; Acts 28:4
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Or rather even before that loss, no life so wretched as he must live that follows after this; dwelling with continual despondencies, alarms, cares, anxieties; which a certain wise man also was intimating when he said, "The wicked fleeth, when no man is pursuing." For such men tremble at their shadows, suspect their friends, their enemies, their servants, such as …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)