1 Καὶ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ. 2 Καὶ εἶπε, Κύριος ἐκ Σινὰ ἥκει, καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν, καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν, σὺν μυρίασι Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετʼ αὐτοῦ. 3 Καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσί· καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ 4 νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ. 5 Καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ. 6 Ζήτω Ῥουβὴν, καὶ μὴ ἀποθανέτω, καὶ ἔστω πολὺς ἐν ἀριθμῷ. 7 Καὶ αὕτη Ἰούδα· εἰσάκουσον Κύριε φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοις ἄν· αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν ἔσῃ. 8 Καὶ τῷ Λευὶ εἶπε, δότε Λευὶ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ· ἐλοιδόρησαν αὐτὸν ἐφʼ ὕδατος ἀντιλογίας· 9 Ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ, οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησε. 10 Δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακὼβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διαπαντὸς ἐπὶ τὸ θυσιαστήριόν σου. 11 Εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφῦν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν. 12 Καὶ τῷ Βενιαμὶν εἶπεν, ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθὼς, καὶ ὁ Θεὸς σκιάζει ἐπʼ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀναμέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε. 13 Καὶ τῷ Ἰωσὴφ εἶπεν, ἀπʼ εὐλογίας Κύριου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ, καὶ δρόσου, καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν, 14 καὶ καθʼ ὥραν γεννημάτων ἡλίου τροπῶν, καὶ ἀπὸ συνόδων μηνῶν, 15 ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων, 16 καὶ καθʼ ὥραν γῆς πληρώσεως· καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῇ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐπʼ ἀδελφοῖς. 17 Πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα, ἕως ἀπʼ ἄκρου γῆς· αὗται μυρίαδες Ἐφραὶμ, καὶ αὗται χιλιάδες Μανασσῆ. 18 Καὶ τῷ Ζαβουλὼν εἶπεν, εὐφράνθητι Ζαβουλὼν ἐν ἐξοδίᾳ σου, καὶ Ἰσσάχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ. 19 Ἔθνη ἐξολοθρεύσουσι· καὶ ἐπικαλέσεσθε ἐκεῖ, καὶ θύσετε ἐκεῖ θυσίαν δικαιοσύνης· ὅτι πλοῦτος θαλάσσης θηλάσει σε, καὶ ἐμπόρια παράλιον κατοικούντων. 20 Καὶ τῷ Γὰδ εἶπεν, εὐλογημένος ἐμπλατύνων Γάδ· ὡς λέων ἐνεπαύσατο, συντρίψας βραχίονα καὶ ἄρχοντα. 21 Καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην Κύριος ἐποίησε, καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ. 22 Καὶ τῷ Δὰν εἶπε, Δὰν σκύμνος λέοντος, καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασάν. 23 Καὶ τῷ Νεφθαλὶ εἶπε, Νεφθαλὶ πλησμονὴ δεκτῶν· καὶ ἐμπλησθήτω εὐλογία παρὰ Κυρίου· θάλασσαν καὶ Λίβα κληρονομήσει. 24 Καὶ τῷ Ἀσὴρ εἶπεν, εὐλογημένος ἀπὸ τέκνων Ἀσήρ, καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ· βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ. 25 Σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται· ὡς αἱ ἡμέραι σου, ἡ ἰσχύς σου. 26 Οὐκ ἔστιν ὥσπερ ὁ Θεὸς τοῦ ἠγαπημένου, ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου, καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος. 27 Καὶ σκεπάσει σε Θεοῦ ἀρχὴ, καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων· καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν, λέγων, ἀπόλοιο. 28 Καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθὼς, μόνος ἐπὶ γῆς Ἰακὼβ, ἐπὶ σίτῳ καὶ οἴνῳ· καὶ ὁ οὐρανός σοι συννεφὴς δρόσῳ. 29 Μακάριος σὺ Ἰσραήλ· τίς ὅμοιός σοι λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου· καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.
Deuteronomy · Brenton's Greek Septuagint
Deuteronomy 33 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (29)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Joshua 14:6; Psalm 90:1; 2 Timothy 3:17; 2 Peter 1:21; John 14:27
- 2 Habakkuk 3:3; Jude 14; Revelation 5:11; Psalm 68:17; Judges 5:4–5
- 3 Luke 10:39; Malachi 1:2; Deuteronomy 7:6–8; Acts 22:3; Ephesians 2:4–5
- 4 Psalm 119:111; John 7:19; John 1:17; Deuteronomy 9:26–29; Psalm 119:72
- 5 Deuteronomy 32:15; Judges 17:6; Genesis 36:31; Judges 8:22; Exodus 18:19
- 6 Genesis 49:8; Numbers 32:31–32; Joshua 22:1–9; Genesis 49:3–4
- 7 Genesis 49:8–12; Psalm 21:8; Psalm 20:2; Revelation 20:10–15; 1 Corinthians 15:25
- 8 Exodus 17:7; Exodus 28:30; Numbers 20:13; Leviticus 8:8; Psalm 106:16
- 9 Matthew 10:37; Exodus 32:25–29; Jeremiah 18:18; Leviticus 21:11; Luke 14:26
- 10 Psalm 51:19; Leviticus 10:11; Deuteronomy 17:9–11; Exodus 30:7–8; Ezekiel 43:27
- 11 2 Samuel 24:23; Ezekiel 43:27; Ezekiel 20:40–41; Amos 5:10; 1 Thessalonians 4:8
- 12 2 Chronicles 15:2; Psalm 91:4; Matthew 23:37; Isaiah 37:35; Isaiah 51:16
- 13 Genesis 49:22–26; Micah 5:7; Proverbs 3:20; Genesis 27:28–29; Isaiah 18:4
- 14 Psalm 8:3; Psalm 65:9–13; Leviticus 26:4; Psalm 74:16; Deuteronomy 28:8
- 15 Habakkuk 3:6; Genesis 49:26; James 5:7
- 16 Acts 7:35; Exodus 3:2–4; Psalm 24:1; Genesis 49:26; Psalm 89:11
- 17 Numbers 23:22; 1 Kings 22:11; Psalm 44:5; Genesis 48:19; 1 Chronicles 5:1
- 18 Genesis 49:13–15; Joshua 19:11; Judges 5:14
- 19 Isaiah 2:3; Isaiah 60:5; Psalm 4:5; Exodus 15:17; Psalm 50:13–15
- 20 Genesis 49:19; 1 Chronicles 12:8–14; Micah 5:8; Joshua 13:8; 1 Chronicles 12:37–38
- 21 Joshua 4:12–13; Judges 5:2; Numbers 32:1–6; Joshua 22:1–4; Judges 5:11
- 22 Joshua 19:47; Judges 18:27; Judges 16:30; Judges 13:24–25; Judges 15:15
- 23 Genesis 49:21; Jeremiah 31:14; Psalm 36:8; Matthew 4:16; Matthew 4:13
- 24 Genesis 49:20; Job 29:6; Romans 14:18; Proverbs 3:3–4; Psalm 128:6
- 25 Isaiah 41:10; Philippians 4:13; Psalm 138:3; Colossians 1:11; Isaiah 40:29
- 26 Exodus 15:11; Isaiah 43:11–13; Habakkuk 3:8; Jeremiah 10:6; Psalm 104:3
- 27 Psalm 90:1–2; Psalm 18:2; Psalm 46:1; Isaiah 25:4; Psalm 91:1–2
- 28 Numbers 23:9; Genesis 27:28; Jeremiah 23:6; Exodus 33:16; Revelation 21:27
- 29 Isaiah 45:17; Isaiah 12:2; Psalm 115:9–11; Deuteronomy 4:7–8; 2 Samuel 7:23
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Of whom Moses also says in Deuteronomy, when blessing Levi, "Who said unto his father and to his mother, I have not known thee; neither did he acknowledge his brethren, and he disinherited his own sons: he kept Thy commandments, and observed Thy covenant." But who are they that have left father and mother, and have said adieu to all …
… of idols, but even to stone them; and in Deuteronomy again, admiring these, He saith, "Who said unto his father, and to his mother, I have not seen thee; neither did he acknowledge his brethren, and his own sons he disowned: he kept Thy oracles." And if Paul gives many directions touching parents, commanding us to obey them in all …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… "They mount up to heaven." Moses, blessing the tribe of Joseph, desires for it the fruits and the dews of heaven, of the suns of summer and the conjunctions of the moon, and blessings from the tops of the mountains and from the everlasting hills, in one word, from all which fertilises the earth.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)