Skip to the text

Proverbs · Brenton's Greek Septuagint

Proverbs 24 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μετʼ αὐτῶν. 2 Ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. 3 Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται. 4 Μετὰ αἰσθήσεως ἐμπίμπλανται ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. 5 Κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου. 6 Μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς. 7 Σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν· σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου, 8 ἀλλὰ λογίζονται ἐν συνεδρίοις· ἀπαιδεύτοις συναντᾷ θάνατος, 9 ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις· ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ, 10 ἐμμολυνθήσεται ἐν ἡμέρᾳ κακῇ, καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ. 11 Ῥῦσαι ἀγομένους εἰς θάνατον, καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ. 12 Ἐὰν δὲ εἴπῃς, οὐκ οἶδα τοῦτον, γίνωσκε, ὅτι Κύριος καρδίας πάντων γινώσκει· καὶ ὁ πλάσας πνοὴν πᾶσιν, αὐτὸς οἶδε πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. 13 Φάγε μέλι υἱὲ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ. 14 Οὕτως αἰσθητήσῃ σοφίαν τῇ σῇ ψυχῇ· ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου, καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει. 15 Μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων, μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας. 16 Ἑπτάκις γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς. 17 Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου. 18 Ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπʼ αὐτοῦ. 19 Μὴ χαῖρε ἐπὶ κακοποιοῖς, μηδὲ ζήλου ἁμαρτωλούς. 20 Οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ, λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται. 21 Φοβοῦ τὸν Θεὸν υἱὲ, καὶ βασιλέα, καὶ μηθʼ ἑτέρῳ αὐτῶν ἀπειθήσῃς. 22 Ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς, τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται; 22a Λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, [δεχόμενος δὲ ἐδέξατο αὐτόν· 22b μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω, καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μή ἐξέλθῃ· 22c μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη, ὃς δʼ ἂν παραδοθῇ συντριβήσεται· 22d ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει, 22e καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει, καὶ συγκαίει ὥσπερ φλὸξ, ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν· 22f τοὺς ἐμοὺς λόγους υἱὲ φοβήθητι, καὶ δεξάμενος αὐτοὺς μετανόει.] Τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. 22g Ἀφρονέστατος γάρ εἰμι ἁπάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί. 22h Θεὸς δεδίδαχέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα. 22i Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ; 22k Πάντες γὰρ λόγοι Θεοῦ πεπυρωμένοι, ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν. 22l Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε, καὶ ψευδὴς γένῃ. 22m Δύο αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με. 22n Μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον, πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη· 22o Ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι, καὶ εἴπω, τίς με ὁρᾷ; ἢ πενηθεὶς κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ. 22p Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μήποτε καταράσηταί σε καὶ ἀφανισθῇς. 22q Ἔκγονον κακὸν πατέρα καταρᾶται, τὴς δὲ μητέρα οὐκ εὐλογεῖ. 22r Ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει, τὴν δʼ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν. 22s Ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει, τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται. 22t Ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει, καὶ τὰς μύλας, τομίδας, ὥστε ἀναλίσκειν καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς, καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων. 23 Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν· αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν. 24 Ὁ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη. 25 Οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται, ἐπʼ αὐτοὺς δὲ ἥξει εὐλογία· 26 χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς. 27 Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν, καὶ πορεύου κατόπισθέν μου, καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου. 28 Μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην, μηδὲ πλατύνου σοῖς χείλεσι. 29 Μὴ εἴπῃς, ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν. 30 Ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν. 31 Ἐὰν ἀφῇς αὐτὸν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος, καὶ γίνεται ἐκλελειμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται. 32 Ὕστερον ἐγὼ μετενόησα, ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν. 33 Ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ, ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶ στήθη. 34 Ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου, καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς. 35 Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι, καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτὴν, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν, ἱκανόν. 36 Ἄδης καὶ ἔρως γυναικὸς, καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν, ἀρκεῖ. 37 Ὀφθαλμὸν καταγελῶντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας μητρὸς, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων, καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν. 38 Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· 39 Ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι. 40 Τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἣ ὅτʼ ἂν πράξῃ ἀπονιψαμένη, οὐδέν φησι πεπραχέναι ἄτοπον. 41 Διὰ τριῶν σείεται ἡ γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν· 42 Ἐὰν οἰκέτης βασιλεύσῃ, καὶ ἄφρων πλησθῇ σιτίων, 43 καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. 44 Τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν· 45 Οἱ μύρμηκες οἷς μή ἐστιν ἰσχὺς, καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν· 46 Καὶ οἱ χοιρογρύλλιοι ἔθνος οὐκ ἰσχυρὸν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους· 47 Ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς, καὶ στρατεύει ἀφʼ ἑνὸς κελεύσματος εὐτάκτως· 48 Καὶ καλαβώτης χερσὶν ἐρειδόμενος, καὶ εὐάλωτος ὢν, κατοικεῖ ἐν ὀχυρώμασι βασιλέων. 49 Τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται, καὶ τέταρτον ὃ καλῶς διαβαίνει· 50 Σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέφεται, οὐδὲ καταπτήσσει κτῆνος· 51 Καὶ ἀλέκτωρ ἐμπεριπατῶν θηλείαις εὔψυχος, καὶ τράγος ἡγούμενος αἰπολίου, καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει. 52 Ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ, καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ. 53 Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας ἐξελεύσεται αἷμα, ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι. 54 Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ Θεοῦ, βασιλέως χρηματισμὸς, ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ. 55 Τί τέκνον τηρήσεις; τί; ῥήσεις Θεοῦ· πρωτογενὲς σοὶ λέγω υἱέ· τί τέκνον ἐμῆς κοιλίας; τί τέκνον ἐμῶν εὐχῶν; 56 Μὴ δῷς γυναιξὶ σὸν πλοῦτον, καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν· 57 μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς οἰνοπότει. Οἱ δυνάσται θυμώδεις εἰσὶν, οἶνον δὲ μὴ πινέτωσαν, 58 ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας, καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς. 59 Δίδοτε μέθην τοῖς ἐν λύπαις, καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, 60 ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι. 61 Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντας ὑγιῶς. 62 Ἄνοιγε σὸν στόμα καὶ κρίνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ.

Cross references (53)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Psalm 37:7; Proverbs 23:17; Proverbs 3:31; James 4:5–6; Psalm 37:1
  2. 2 Psalm 7:14; Psalm 28:3; Psalm 10:7; Isaiah 59:4; Job 15:35
  3. 3 Proverbs 14:1; Proverbs 9:1; 1 Corinthians 3:9; Colossians 2:7; Jeremiah 10:12
  4. 4 Proverbs 15:6; Proverbs 21:20; Proverbs 20:15; Proverbs 8:21; Matthew 13:52
  5. 5 Ecclesiastes 7:19; Colossians 1:11; Isaiah 40:31; Proverbs 21:22; Proverbs 8:14
  6. 6 Proverbs 11:14; Proverbs 20:18; Ephesians 6:10–20; Proverbs 15:22; Luke 14:31
  7. 7 Proverbs 14:6; Psalm 10:5; 1 Corinthians 2:14; Psalm 92:5–6; Amos 5:10
  8. 8 Psalm 21:11; Ezekiel 38:10–11; Romans 1:30; Nahum 1:11; Proverbs 6:14
  9. 9 Matthew 15:19; 2 Corinthians 10:5; Isaiah 55:7; Proverbs 29:8; Acts 8:22
  10. 10 Isaiah 40:28–31; Ephesians 3:13; Jeremiah 51:46; Hebrews 12:3–5; 1 Samuel 27:1
  11. 11 Psalm 82:4; Isaiah 58:6–7; 1 John 3:16–17; Job 29:17; Luke 10:31–32
  12. 12 Job 34:11; Jeremiah 17:10; Revelation 2:23; Romans 2:6; 1 Samuel 16:7
  13. 13 Isaiah 7:15; Song of Songs 5:1; Proverbs 25:16; Song of Songs 4:11; Matthew 3:4
  14. 14 James 1:25; Proverbs 2:10; Jeremiah 15:16; Psalm 119:103; Proverbs 23:18
  15. 15 Jeremiah 11:19; Acts 9:24; 1 Samuel 22:18–19; 1 Samuel 9:11; Matthew 26:4
  16. 16 Psalm 34:19; Psalm 37:24; Micah 7:8–10; Job 5:19; 2 Corinthians 4:8–12
  17. 17 Obadiah 12; Job 31:29; 1 Corinthians 13:6–7; Proverbs 17:5; 2 Samuel 16:5–14
  18. 18 Lamentations 4:21–22; Zechariah 1:15–16
  19. 19 Proverbs 23:17; Psalm 37:1; Psalm 1:1; Proverbs 13:20; Proverbs 24:1
  20. 20 Proverbs 13:9; Job 18:5–6; Job 21:17; Psalm 11:6; Proverbs 20:20
  21. 21 Romans 13:1–7; 1 Peter 2:13–17; Titus 3:1; 1 Kings 12:16; Exodus 14:31
  22. 22 Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  23. 23 Proverbs 28:21; Proverbs 18:5; James 3:17; Leviticus 19:15; Psalm 107:43
  24. 24 Proverbs 17:15; Isaiah 5:23; Proverbs 11:26; Exodus 23:6–7; Proverbs 28:27
  25. 25 1 Timothy 5:20; 1 Samuel 3:13; Proverbs 28:23; Nehemiah 13:8–11; 1 Kings 21:19–20
  26. 26 Proverbs 15:23; Genesis 41:38–57; Proverbs 25:11–12; Job 6:25; Proverbs 16:1
  27. 27 Luke 14:28–30; 1 Kings 5:17–18; 1 Kings 6:7
  28. 28 Ephesians 4:25; Matthew 26:59–60; Proverbs 25:18; 1 Kings 21:9–13; Colossians 3:9
  29. 29 Romans 12:17–21; Proverbs 20:22; 1 Thessalonians 5:15; Matthew 5:39–44; Proverbs 25:21–22
  30. 30 Proverbs 12:11; Proverbs 6:6–19; Ecclesiastes 8:9–11; Job 4:8; Proverbs 10:13
  31. 31 Isaiah 5:5; Ecclesiastes 10:18; Genesis 3:17–19; Jeremiah 4:3; Proverbs 22:13
  32. 32 1 Corinthians 10:11; Deuteronomy 21:21; Luke 2:51; 1 Corinthians 10:6; Job 7:17
  33. 33 Proverbs 6:4–11; 1 Thessalonians 5:6–8; Romans 13:11; Ephesians 5:14
  34. 34 Proverbs 10:4; Proverbs 13:4
  35. 22a Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  36. 22b Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  37. 22c Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  38. 22d Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  39. 22e Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  40. 22f Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  41. 22g Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  42. 22h Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  43. 22i Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  44. 22k Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  45. 22l Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  46. 22m Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  47. 22n Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  48. 22o Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  49. 22p Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  50. 22q Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  51. 22r Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  52. 22s Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17
  53. 22t Numbers 16:31–35; Psalm 90:11; 2 Samuel 18:7–8; Hosea 5:11; 2 Chronicles 13:16–17

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 24:16 Augustine of Hippo, The City of God (Book XI, Chapters 30–33)

    On this account it is often put for all numbers together, as, "A just man falleth seven times, and riseth up again," --that is, let him fall never so often, he will not perish (and this was meant to be understood not of sins, but of afflictions conducing to lowliness).

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  2. Quotes verse 24:16 Augustine of Hippo, Expositions on the Psalms (Psalm CXIX)

    For no other reason it was said, "a just man falleth seven times, and riseth up again:" that is, the just man perisheth not, though brought low in every way, yet not induced to transgress, otherwise he will not be just.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  3. Quotes verse 24:16 Augustine of Hippo, Expositions on the Psalms (Psalm CXLV)

    But "God strengtheneth." For "the just falleth seven times, and riseth again; but the wicked shall be weakened in evils." When evils befall the wicked, they are weakened thereby; when evils befall the righteous, "the Lord strengtheneth all that are falling."..."And lifteth up all those that have been cast down:" all, that is, who belong to him; for "God resisteth …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)