PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 αγε νυν οι πλουσιοι, κλαυσατε ολολυζοντες επι ταις ταλαιπωριαις υμων ταις επερχομεναις. 1 Come now, you rich, weep and howl for your miseries that are coming on you.
1 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις·
2 ο πλουτος υμων σεσηπεν και τα ιματια υμων σητοβρωτα γεγονεν, 2 Your riches are corrupted and your garments are moth-eaten.
2 ὁ πλοῦτος ὑμῶν σέσηπε καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,
3 ο χρυσος υμων και ο αργυρος κατιωται, και ο ιος αυτων εις μαρτυριον υμιν εσται και φαγεται τας σαρκας υμων. ως πυρ εθησαυρισατε εν εσχαταις ημεραις. 3 Your gold and your silver are corroded, and their corrosion will be for a testimony against you and will eat your flesh like fire. You have laid up your treasure in the last days.
3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν. ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
4 ιδου ο μισθος των εργατων των αμησαντων τας χωρας υμων ο απεστερημενος αφ υμων κραζει, και αι βοαι των θερισαντων εις τα ωτα κυριου σαβαωθ εισεληλυθασιν. 4 Behold, the wages of the laborers who mowed your fields, which you have kept back by fraud, cry out; and the cries of those who reaped have entered into the ears of the Lord of Armies.
4 ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ᾽ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν.
5 ετρυφησατε επι της γης και εσπαταλησατε, εθρεψατε τας καρδιας υμων ως εν ημερα σφαγης. 5 You have lived in luxury on the earth, and taken your pleasure. You have nourished your hearts as in a day of slaughter.
5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς.
6 κατεδικασατε, εφονευσατε τον δικαιον· ουκ αντιτασσεται υμιν. 6 You have condemned and you have murdered the righteous one. He doesn’t resist you.
6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.
7 μακροθυμησατε ουν, αδελφοι, εως της παρουσιας του κυριου. ιδου ο γεωργος εκδεχεται τον τιμιον καρπον της γης, μακροθυμων επ αυτω εως λαβη υετον πρωιμον και οψιμον. 7 Be patient therefore, brothers, until the coming of the Lord. Behold, the farmer waits for the precious fruit of the earth, being patient over it, until it receives the early and late rain.
7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ᾽ αὐτῷ ἕως λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον.
8 μακροθυμησατε και υμεις, στηριξατε τας καρδιας υμων, οτι η παρουσια του κυριου ηγγικεν. 8 You also be patient. Establish your hearts, for the coming of the Lord is at hand.
8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε.
9 μη στεναζετε κατ αλληλων, αδελφοι, ινα μη κριθητε· ιδου ο κριτης προ των θυρων εστηκεν. 9 Don’t grumble, brothers, against one another, so that you won’t be judged. Behold, the judge stands at the door.
9 μὴ στενάζετε κατ᾽ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
10 υποδειγμα λαβετε, αδελφοι μου, της κακοπαθειας και της μακροθυμιας τους προφητας, οι ελαλησαν τω ονοματι κυριου. 10 Take, brothers, for an example of suffering and of perseverance, the prophets who spoke in the name of the Lord.
10 ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου.
11 ιδου μακαριζομεν τους υπομενοντας· την υπομονην ιωβ ηκουσατε, και το τελος κυριου ειδετε, οτι πολυσπλαγχνος εστιν ο κυριος και οικτιρμων. 11 Behold, we call them blessed who endured. You have heard of the perseverance of Job and have seen the Lord in the outcome, and how the Lord is full of compassion and mercy.
11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων.
12 προ παντων δε, αδελφοι μου, μη ομνυετε μητε τον ουρανον μητε την γην μητε αλλον τινα ορκον· ητω δε υμων το ναι ναι, και το ου ου, ινα μη εις υποκρισιν πεσητε. 12 But above all things, my brothers, don’t swear—not by heaven, or by the earth, or by any other oath; but let your “yes” be “yes”, and your “no”, “no”, so that you don’t fall into hypocrisy.
12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε.
13 κακοπαθει τις εν υμιν; προσευχεσθω· ευθυμει τις; ψαλλετω. 13 Is any among you suffering? Let him pray. Is any cheerful? Let him sing praises.
13 Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω.
14 ασθενει τις εν υμιν; προσκαλεσασθω τους πρεσβυτερους της εκκλησιας, και προσευξασθωσαν επ αυτον αλειψαντες αυτον ελαιω εν τω ονοματι του κυριου· 14 Is any among you sick? Let him call for the elders of the assembly, and let them pray over him, anointing him with oil in the name of the Lord;
14 ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου·
15 και η ευχη της πιστεως σωσει τον καμνοντα, και εγερει αυτον ο κυριος· καν αμαρτιας η πεποιηκως, αφεθησεται αυτω. 15 and the prayer of faith will heal him who is sick, and the Lord will raise him up. If he has committed sins, he will be forgiven.
15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.
16 εξομολογεισθε αλληλοις τα παραπτωματα, και ευχεσθε υπερ αλληλων, οπως ιαθητε· πολυ ισχυει δεησις δικαιου ενεργουμενη. 16 Confess your sins to one another and pray for one another, that you may be healed. The insistent prayer of a righteous person is powerfully effective.
16 ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
17 ηλιας ανθρωπος ην ομοιοπαθης ημιν, και προσευχη προσηυξατο του μη βρεξαι, και ουκ εβρεξεν επι της γης ενιαυτους τρεις και μηνας εξ· 17 Elijah was a man with a nature like ours, and he prayed earnestly that it might not rain, and it didn’t rain on the earth for three years and six months.
17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
18 και παλιν προσηυξατο, και ο ουρανος υετον εδωκεν και η γη εβλαστησεν τον καρπον αυτης. 18 He prayed again, and the sky gave rain, and the earth produced its fruit.
18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς.
19 αδελφοι, εαν τις εν υμιν πλανηθη απο της αληθειας, και επιστρεψη τις αυτον, 19 Brothers, if any among you wanders from the truth and someone turns him back,
19 Ἀδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν,
20 γινωσκετω οτι ο επιστρεψας αμαρτωλον εκ πλανης οδου αυτου σωσει ψυχην εκ θανατου και καλυψει πληθος αμαρτιων. 20 let him know that he who turns a sinner from the error of his way will save a soul from death and will cover a multitude of sins.
20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.