Skip to the text

John · Patriarchal Text (Antoniades 1904/1912)

John 12 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ο ουν ιησους προ εξ ημερων του πασχα ηλθεν εις βηθανιαν, οπου ην λαζαρος ο τεθνηκως, ον ηγειρεν εκ νεκρων.
1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν.
2 εποιησαν ουν αυτω δειπνον εκει, και η μαρθα διηκονει· ο δε λαζαρος εις ην των ανακειμενων συν αυτω.
2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ.
3 η ουν μαρια, λαβουσα λιτραν μυρου ναρδου πιστικης πολυτιμου, ηλειψεν τους ποδας του ιησου και εξεμαξεν ταις θριξιν αυτης τους ποδας αυτου· η δε οικια επληρωθη εκ της οσμης του μυρου.
3 ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
4 λεγει ουν εις εκ των μαθητων αυτου, ιουδας σιμωνος ισκαριωτης, ο μελλων αυτον παραδιδοναι·
4 λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι·
5 διατι τουτο το μυρον ουκ επραθη τριακοσιων δηναριων και εδοθη πτωχοις;
5 διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;
6 ειπεν δε τουτο ουχ οτι περι των πτωχων εμελεν αυτω, αλλ οτι κλεπτης ην, και το γλωσσοκομον ειχεν και τα βαλλομενα εβασταζεν.
6 εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾽ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν.
7 ειπεν ουν ο ιησους· αφες αυτην, εις την ημεραν του ενταφιασμου μου τετηρηκεν αυτο.
7 εἶπεν οὖν ὁ Ἰησοῦς· ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό.
8 τους πτωχους γαρ παντοτε εχετε μεθ εαυτων, εμε δε ου παντοτε εχετε.
8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
9 εγνω ουν οχλος πολυς εκ των ιουδαιων οτι εκει εστιν, και ηλθον ου δια τον ιησουν μονον, αλλ ινα και τον λαζαρον ιδωσιν ον ηγειρεν εκ νεκρων.
9 Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν.
10 εβουλευσαντο δε οι αρχιερεις ινα και τον λαζαρον αποκτεινωσιν,
10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν,
11 οτι πολλοι δι αυτον υπηγον των ιουδαιων και επιστευον εις τον ιησουν.
11 ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
12 τη επαυριον οχλος πολυς ο ελθων εις την εορτην, ακουσαντες οτι ερχεται ιησους εις ιεροσολυμα,
12 Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα,
13 ελαβον τα βαια των φοινικων και εξηλθον εις υπαντησιν αυτω, και εκραζον· ωσαννα, ευλογημενος ο ερχομενος εν ονοματι κυριου, βασιλευς του ισραηλ.
13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ.
14 ευρων δε ο ιησους οναριον εκαθισεν επ αυτο, καθως εστιν γεγραμμενον·
14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾽ αὐτό, καθώς ἐστι γεγραμμένον·
15 μη φοβου, θυγατερ σιων· ιδου ο βασιλευς σου ερχεται καθημενος επι πωλον ονου.
15 μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου.
16 ταυτα δε ουκ εγνωσαν οι μαθηται αυτου το πρωτον, αλλ οτε εδοξασθη ο ιησους, τοτε εμνησθησαν οτι ταυτα ην επ αυτω γεγραμμενα, και ταυτα εποιησαν αυτω.
16 Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ᾽ ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ.
17 εμαρτυρει ουν ο οχλος ο ων μετ αυτου οτε τον λαζαρον εφωνησεν εκ του μνημειου και ηγειρεν αυτον εκ νεκρων.
17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
18 δια τουτο και υπηντησεν αυτω ο οχλος, οτι ηκουσαν τουτο αυτον πεποιηκεναι το σημειον.
18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
19 οι ουν φαρισαιοι ειπον προς εαυτους· θεωρειτε οτι ουκ ωφελειτε ουδεν; ιδε ο κοσμος οπισω αυτου απηλθεν.
19 οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
20 ησαν δε τινες ελληνες εκ των αναβαινοντων ινα προσκυνησωσιν εν τη εορτη.
20 Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ.
21 ουτοι ουν προσηλθον φιλιππω τω απο βηθσαιδα της γαλιλαιας, και ηρωτων αυτον λεγοντες· κυριε, θελομεν τον ιησουν ιδειν.
21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
22 ερχεται φιλιππος και λεγει τω ανδρεα, και παλιν ανδρεας και φιλιππος λεγουσιν τω ιησου·
22 ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσι τῷ Ἰησοῦ·
23 ο δε ιησους απεκρινατο αυτοις λεγων· εληλυθεν η ωρα ινα δοξασθη ο υιος του ανθρωπου.
23 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
24 αμην αμην λεγω υμιν, εαν μη ο κοκκος του σιτου πεσων εις την γην αποθανη, αυτος μονος μενει· εαν δε αποθανη, πολυν καρπον φερει.
24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
25 ο φιλων την ψυχην αυτου απολεσει αυτην, και ο μισων την ψυχην αυτου εν τω κοσμω τουτω, εις ζωην αιωνιον φυλαξει αυτην.
25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
26 εαν εμοι διακονη τις, εμοι ακολουθειτω, και οπου ειμι εγω, εκει και ο διακονος ο εμος εσται· και εαν τις εμοι διακονη, τιμησει αυτον ο πατηρ.
26 ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.
27 νυν η ψυχη μου τεταρακται, και τι ειπω; πατερ, σωσον με εκ της ωρας ταυτης. αλλα δια τουτο ηλθον εις την ωραν ταυτην.
27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διά τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.
28 πατερ, δοξασον σου το ονομα. ηλθεν ουν φωνη εκ του ουρανου· και εδοξασα και παλιν δοξασω.
28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.
29 ο ουν οχλος ο εστως και ακουσας ελεγεν βροντην γεγονεναι· αλλοι ελεγον· αγγελος αυτω λελαληκεν.
29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν.
30 απεκριθη ο ιησους και ειπεν· ου δι εμε αυτη η φωνη γεγονεν, αλλα δι υμας.
30 ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν· οὐ δι᾽ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾽ ὑμᾶς.
31 νυν κρισις εστιν του κοσμου τουτου, νυν ο αρχων του κοσμου τουτου εκβληθησεται εξω·
31 νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·
32 καγω εαν υψωθω εκ της γης, παντας ελκυσω προς εμαυτον.
32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
33 τουτο δε ελεγεν σημαινων ποιω θανατω ημελλεν αποθνησκειν.
33 τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.
34 απεκριθη αυτω ο οχλος· ημεις ηκουσαμεν εκ του νομου οτι ο χριστος μενει εις τον αιωνα, και πως συ λεγεις, δει υψωθηναι τον υιον του ανθρωπου; τις εστιν ουτος ο υιος του ανθρωπου;
34 ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;
35 ειπεν ουν αυτοις ο ιησους· ετι μικρον χρονον το φως μεθ υμων εστιν· περιπατειτε εως το φως εχετε, ινα μη σκοτια υμας καταλαβη· και ο περιπατων εν τη σκοτια ουκ οιδεν που υπαγει.
35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾽ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει.
36 εως το φως εχετε, πιστευετε εις το φως, ινα υιοι φωτος γενησθε. ταυτα ελαλησεν ο ιησους, και απελθων εκρυβη απ αυτων.
36 ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν.
37 τοσαυτα δε αυτου σημεια πεποιηκοτος εμπροσθεν αυτων ουκ επιστευον εις αυτον,
37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,
38 ινα ο λογος ησαιου του προφητου πληρωθη ον ειπεν· κυριε, τις επιστευσεν τη ακοη ημων; και ο βραχιων κυριου τινι απεκαλυφθη;
38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
39 δια τουτο ουκ ηδυναντο πιστευειν, οτι παλιν ειπεν ησαιας·
39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας·
40 τετυφλωκεν αυτων τους οφθαλμους και πεπωρωκεν αυτων την καρδιαν, ινα μη ιδωσιν τοις οφθαλμοις και νοησωσιν τη καρδια και επιστραφωσιν, και ιασομαι αυτους.
40 τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς.
41 ταυτα ειπεν ησαιας οτε ειδεν την δοξαν αυτου και ελαλησεν περι αυτου.
41 ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ.
42 ομως μεντοι και εκ των αρχοντων πολλοι επιστευσαν εις αυτον, αλλα δια τους φαρισαιους ουχ ωμολογουν, ινα μη αποσυναγωγοι γενωνται·
42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·
43 ηγαπησαν γαρ την δοξαν των ανθρωπων μαλλον ηπερ την δοξαν του θεου.
43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.
44 ιησους δε εκραξεν και ειπεν· ο πιστευων εις εμε ου πιστευει εις εμε, αλλ εις τον πεμψαντα με,
44 Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ᾽ εἰς τὸν πέμψαντά με,
45 και ο θεωρων εμε θεωρει τον πεμψαντα με.
45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.
46 εγω φως εις τον κοσμον εληλυθα, ινα πας ο πιστευων εις εμε εν τη σκοτια μη μεινη.
46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
47 και εαν τις μου ακουση των ρηματων και μη πιστευση, εγω ου κρινω αυτον· ου γαρ ηλθον ινα κρινω τον κοσμον, αλλ ινα σωσω τον κοσμον.
47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον.
48 ο αθετων εμε και μη λαμβανων τα ρηματα μου, εχει τον κρινοντα αυτον· ο λογος ον ελαλησα, εκεινος κρινει αυτον εν τη εσχατη ημερα·
48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·
49 οτι εγω εξ εμαυτου ουκ ελαλησα, αλλ ο πεμψας με πατηρ αυτος μοι εντολην εδωκεν τι ειπω και τι λαλησω·
49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ᾽ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω·
50 και οιδα οτι η εντολη αυτου ζωη αιωνιος εστιν. α ουν λαλω εγω, καθως ειρηκεν μοι ο πατηρ, ουτως λαλω.
50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν λαλῶ ἐγώ, καθὼς εἴρηκέ μοι ὁ πατήρ, οὕτω λαλῶ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Lazarus

    Brother of Martha and Mary

    A man of Bethany, brother of Mary and Martha, whom Jesus loved and raised from the dead and who was later at table with Him.

    Cited in the guide: John 11:1; John 11:5; John 12:1

Places

  • Bethany

    Today: West Bank (al-Eizariya)

    Bethany was Jesus' lodging near Jerusalem during Passion week and the home of Lazarus. Luke sets the Ascension close by.

    Cited in the guide: John 11:1; John 12:1; Luke 24:50

Cross references (50)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Mark 14:3–8; Luke 24:50; John 11:1; Matthew 21:17; John 11:55
  2. 2 Luke 22:27; Revelation 3:20; Luke 10:38–42; John 12:9–10; Mark 14:3
  3. 3 Mark 14:3–9; John 11:2; Luke 10:38–39; Luke 7:37–38; Matthew 26:6–13
  4. 4 Matthew 10:4; 1 Samuel 17:28–29; John 18:2–5; John 13:2; Luke 6:16
  5. 5 Luke 12:33; Luke 18:22; Mark 14:4–5; Matthew 26:8–9; Luke 6:41
  6. 6 John 13:29; Psalm 50:16–20; James 2:6; James 2:2; 2 Kings 5:20–27
  7. 7 Matthew 26:12; Mark 14:6; Matthew 27:57–60; Matthew 26:10; Mark 15:42–47
  8. 8 Deuteronomy 15:11; Mark 14:7; Matthew 26:11; John 12:35; John 13:33
  9. 9 Acts 4:14; John 11:43–45; Acts 3:10–11
  10. 10 Luke 16:31; Genesis 4:4–10; Matthew 2:16; John 11:47–53; Job 40:8–9
  11. 11 John 11:45; Acts 13:45; James 3:14–16; John 12:18; John 15:18–25
  12. 12 Mark 11:7–10; Luke 19:35–38; Matthew 21:4–9; John 11:55–56
  13. 13 Psalm 118:25–26; Revelation 15:3; Luke 19:35–38; Matthew 21:9–11; Revelation 7:9
  14. 14 Zechariah 9:9; Mark 11:1–7; Matthew 21:1–7; Luke 19:29–35
  15. 15 Zechariah 9:9; Isaiah 62:11; Zephaniah 3:16–17; Isaiah 35:4–5; 2 Samuel 16:2
  16. 16 John 2:22; John 14:26; John 7:39; John 12:23; Acts 2:36
  17. 17 1 John 5:9–12; Revelation 1:2; Acts 1:22; John 12:9; Acts 5:32
  18. 18 John 12:11
  19. 19 Acts 17:6; Psalm 22:27; Acts 4:16–17; 1 John 2:2; John 3:26
  20. 20 John 7:35; Isaiah 11:10; Acts 17:4; 1 Kings 8:41–43; Mark 7:26
  21. 21 Matthew 2:2; Luke 19:2–4; John 14:8–9; John 6:40; Matthew 11:21
  22. 22 Luke 9:49–50; John 1:40–41; Mark 10:13–14; John 6:8; Matthew 10:5
  23. 23 John 13:31–32; John 17:1–5; Mark 14:41; 1 Peter 2:9–10; Isaiah 49:5–6
  24. 24 1 Corinthians 15:36–38; Hebrews 2:9–10; Isaiah 53:10–12; John 12:32–33; Psalm 72:16
  25. 25 Matthew 10:39; Luke 9:23–24; Mark 8:35; Luke 17:33; Matthew 16:25
  26. 26 Colossians 3:24; Galatians 1:10; 1 Samuel 2:30; John 10:27; John 17:24
  27. 27 John 12:23; Isaiah 38:15; Hebrews 5:7; Mark 14:33–36; Matthew 26:42
  28. 28 John 13:31–32; Matthew 26:42; Revelation 5:9–14; John 11:40–44; Isaiah 49:3–7
  29. 29 Job 37:2–5; Revelation 6:1; Revelation 14:2; Exodus 19:16; Ezekiel 10:5
  30. 30 John 11:42; 2 Corinthians 8:9; John 11:15; John 5:34
  31. 31 2 Corinthians 4:4; 1 John 3:8; 1 John 5:19; John 14:30; Ephesians 6:12
  32. 32 John 3:14; John 8:28; 1 Peter 2:24; 1 John 2:2; John 1:7
  33. 33 John 18:32; John 21:19
  34. 34 Ezekiel 37:24–25; Isaiah 9:7; Daniel 7:14; Psalm 110:4; Daniel 2:44
  35. 35 John 12:46; John 16:16; Ephesians 5:8; 1 John 1:6–7; John 8:12
  36. 36 Ephesians 5:8; 1 Thessalonians 5:5; John 8:59; Luke 16:8; John 1:7
  37. 37 Luke 16:31; John 1:11; John 15:24; Matthew 11:20; John 11:42
  38. 38 Isaiah 53:1; Romans 10:16; Romans 10:20; 1 Corinthians 1:24; 2 Corinthians 4:3–6
  39. 39 John 5:44; Isaiah 6:9–10; 2 Peter 2:14; John 10:38; John 6:44
  40. 40 Isaiah 6:10; Matthew 13:13–15; Luke 8:10; Mark 4:12; Isaiah 57:18–19
  41. 41 Isaiah 6:1–5; John 1:14; Isaiah 6:9–10; John 1:18; John 5:39
  42. 42 John 7:13; Isaiah 51:7; John 9:22; Proverbs 29:25; Matthew 10:32
  43. 43 John 5:44; Matthew 23:5–7; John 5:41; Luke 16:15; 2 Corinthians 10:18
  44. 44 Matthew 10:40; John 5:24; John 13:20; Mark 9:37; John 7:28
  45. 45 John 14:9–10; 2 Corinthians 4:6; Colossians 1:15; Hebrews 1:3; John 12:41
  46. 46 John 8:12; Psalm 36:9; John 9:5; Isaiah 42:7; John 12:35–36
  47. 47 John 3:17; John 12:48; John 8:15–16; 1 Timothy 1:15–16; 1 John 4:14
  48. 48 Luke 10:16; Hebrews 9:27–28; Romans 2:16; 2 Thessalonians 1:8; John 3:17–20
  49. 49 John 14:10; John 8:26; John 5:30; John 17:8; Deuteronomy 18:18
  50. 50 John 17:3; John 6:68; 1 John 5:20; John 6:63; 1 Timothy 1:16

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 12:44 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XC)

    What is it, Brethren, which we have heard the Lord saying, "He that believeth on Me, believeth not on Me, but on Him that sent Me"?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 12:12 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XII — 12-26)

    After our Lord's raising of one to life, who had been four days dead, to the utter amazement of the Jews, some of whom believed on seeing it, and others perished in their envy, because of that sweet savor which is unto life to some, and to others unto death; after He had sat down to meat with Lazarus--the one …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Commentary 12:8 John Chrysostom, Homilies on the Gospel of John (Homily LXVI)

    As wealth is wont to hurl into destruction those who are not heedful, so also is power; the first leads into covetousness, the second into pride.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Quotes verse 12:27 Irenaeus of Lyons, Against Heresies (Book I, Chapter VIII)

    … again, was indicated when He said, "My soul is exceeding sorrowful, even unto death;" her fear by the words, "Father, if it be possible, let this cup pass from Me;" and her perplexity, too, when He said, "And what I shall say, I know not."

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 12:35 Augustine of Hippo, Confessions (Book X, Chapters XXIII–XXVIII)

    For there is yet a little light in men; let them walk--let them "walk," that the "darkness" seize them not.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)