Skip to the text

John · Patriarchal Text (Antoniades 1904/1912)

John 11 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ην δε τις ασθενων λαζαρος απο βηθανιας, εκ της κωμης μαριας και μαρθας της αδελφης αυτης.
1 Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
2 ην δε μαρια η αλειψασα τον κυριον μυρω και εκμαξασα τους ποδας αυτου ταις θριξιν αυτης, ης ο αδελφος λαζαρος ησθενει.
2 ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
3 απεστειλαν ουν αι αδελφαι προς αυτον λεγουσαι· κυριε, ιδε ον φιλεις ασθενει.
3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
4 ακουσας δε ο ιησους ειπεν· αυτη η ασθενεια ουκ εστιν προς θανατον, αλλ υπερ της δοξης του θεου, ινα δοξασθη ο υιος του θεου δι αυτης.
4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾽ αὐτῆς.
5 ηγαπα δε ο ιησους την μαρθαν και την αδελφην αυτης και τον λαζαρον.
5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
6 ως ουν ηκουσεν οτι ασθενει, τοτε μεν εμεινεν εν ω ην τοπω δυο ημερας·
6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας·
7 επειτα μετα τουτο λεγει τοις μαθηταις· αγωμεν εις την ιουδαιαν παλιν.
7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.
8 λεγουσιν αυτω οι μαθηται· ραββι, νυν εζητουν σε λιθασαι οι ιουδαιοι, και παλιν υπαγεις εκει;
8 λέγουσιν αὐτῷ οἱ μαθηταί· ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
9 απεκριθη ιησους· ουχι δωδεκα εισιν ωραι της ημερας; εαν τις περιπατη εν τη ημερα, ου προσκοπτει, οτι το φως του κοσμου τουτου βλεπει·
9 ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
10 εαν δε τις περιπατη εν τη νυκτι, προσκοπτει, οτι το φως ουκ εστιν εν αυτω.
10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
11 ταυτα ειπεν, και μετα τουτο λεγει αυτοις· λαζαρος ο φιλος ημων κεκοιμηται· αλλα πορευομαι ινα εξυπνισω αυτον.
11 ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
12 ειπον ουν οι μαθηται αυτου· κυριε, ει κεκοιμηται, σωθησεται.
12 εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται.
13 ειρηκει δε ο ιησους περι του θανατου αυτου· εκεινοι δε εδοξαν οτι περι της κοιμησεως του υπνου λεγει.
13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
14 τοτε ουν ειπεν αυτοις ο ιησους παρρησια· λαζαρος απεθανεν,
14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε,
15 και χαιρω δι υμας, ινα πιστευσητε, οτι ουκ ημην εκει· αλλ αγωμεν προς αυτον.
15 καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ᾽ ἄγωμεν πρὸς αὐτόν.
16 ειπεν ουν θωμας ο λεγομενος διδυμος τοις συμμαθηταις· αγωμεν και ημεις ινα αποθανωμεν μετ αυτου.
16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.
17 ελθων ουν ο ιησους ευρεν αυτον τεσσαρας ημερας ηδη εχοντα εν τω μνημειω.
17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ.
18 ην δε η βηθανια εγγυς των ιεροσολυμων ως απο σταδιων δεκαπεντε,
18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε,
19 και πολλοι εκ των ιουδαιων εληλυθεισαν προς τας περι μαρθαν και μαριαν ινα παραμυθησωνται αυτας περι του αδελφου αυτων.
19 καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.
20 η ουν μαρθα ως ηκουσεν οτι ο ιησους ερχεται, υπηντησεν αυτω· μαρια δε εν τω οικω εκαθεζετο.
20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
21 ειπεν ουν [η] μαρθα προς τον ιησουν· κυριε, ει ης ωδε, ο αδελφος μου ουκ αν ετεθνηκει.
21 εἶπεν οὖν [ἡ] Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.
22 αλλα και νυν οιδα οτι οσα αν αιτηση τον θεον, δωσει σοι ο θεος.
22 ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.
23 λεγει αυτη ο ιησους· αναστησεται ο αδελφος σου.
23 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου.
24 λεγει αυτω μαρθα· οιδα οτι αναστησεται εν τη αναστασει εν τη εσχατη ημερα.
24 λέγει αὐτῷ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
25 ειπεν αυτη ο ιησους· εγω ειμι η αναστασις και η ζωη. ο πιστευων εις εμε, καν αποθανη, ζησεται·
25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.
26 και πας ο ζων και πιστευων εις εμε ου μη αποθανη εις τον αιωνα. πιστευεις τουτο;
26 ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο;
27 λεγει αυτω· ναι, κυριε, εγω πεπιστευκα οτι συ ο χριστος ο υιος του θεου ο εις τον κοσμον ερχομενος.
27 λέγει αὐτῷ· ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
28 και ταυτα ειπουσα απηλθεν και εφωνησεν μαριαν την αδελφην αυτης λαθρα ειπουσα· ο διδασκαλος παρεστιν και φωνει σε.
28 καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε.
29 εκεινη ως ηκουσεν, εγειρεται ταχυ και ερχεται προς αυτον.
29 ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν.
30 ουπω δε εληλυθει ο ιησους εις την κωμην, αλλ ην εν τω τοπω οπου υπηντησεν αυτω η μαρθα.
30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
31 οι ουν ιουδαιοι οι οντες μετ αυτης εν τη οικια και παραμυθουμενοι αυτην, ιδοντες την μαριαν οτι ταχεως ανεστη και εξηλθεν, ηκολουθησαν αυτη, λεγοντες οτι υπαγει εις το μνημειον ινα κλαυση εκει.
31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
32 η ουν μαρια ως ηλθεν οπου ην ο ιησους, ιδουσα αυτον επεσεν αυτου εις τους ποδας λεγουσα αυτω· κυριε, ει ης ωδε, ουκ αν απεθανεν μου ο αδελφος.
32 ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.
33 ιησους ουν ως ειδεν αυτην κλαιουσαν και τους συνελθοντας αυτη ιουδαιους κλαιοντας, ενεβριμησατο τω πνευματι και εταραξεν εαυτον,
33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
34 και ειπεν· που τεθεικατε αυτον; λεγουσιν αυτω· κυριε, ερχου και ιδε.
34 καὶ εἶπε· ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε.
35 εδακρυσεν ο ιησους.
35 ἐδάκρυσεν ὁ Ἰησοῦς.
36 ελεγον ουν οι ιουδαιοι· ιδε πως εφιλει αυτον·
36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν·
37 τινες δε εξ αυτων ειπον· ουκ ηδυνατο ουτος, ο ανοιξας τους οφθαλμους του τυφλου, ποιησαι ινα και ουτος μη αποθανη;
37 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38 ιησους ουν, παλιν εμβριμωμενος εν εαυτω, ερχεται εις το μνημειον· ην δε σπηλαιον, και λιθος επεκειτο επ αυτω.
38 Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ.
39 λεγει ο ιησους· αρατε τον λιθον. λεγει αυτω η αδελφη του τεθνηκοτος μαρθα· κυριε, ηδη οζει· τεταρταιος γαρ εστιν.
39 λέγει ὁ Ἰησοῦς· ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι.
40 λεγει αυτη ο ιησους· ουκ ειπον σοι οτι εαν πιστευσης, οψει την δοξαν του θεου;
40 λέγει αὐτῇ ὁ Ἰησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ;
41 ηραν ουν τον λιθον ου ην ο τεθνηκως κειμενος. ο δε ιησους ηρεν τους οφθαλμους ανω και ειπεν· πατερ, ευχαριστω σοι οτι ηκουσας μου.
41 ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
42 εγω δε ηδειν οτι παντοτε μου ακουεις· αλλα δια τον οχλον τον περιεστωτα ειπον, ινα πιστευσωσιν οτι συ με απεστειλας.
42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
43 και ταυτα ειπων φωνη μεγαλη εκραυγασεν· λαζαρε, δευρο εξω.
43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω.
44 και εξηλθεν ο τεθνηκως δεδεμενος τους ποδας και τας χειρας κειριαις, και η οψις αυτου σουδαριω περιεδεδετο. λεγει αυτοις ο ιησους· λυσατε αυτον και αφετε υπαγειν.
44 καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν.
45 πολλοι ουν εκ των ιουδαιων, οι ελθοντες προς την μαριαν και θεασαμενοι α εποιησεν ο ιησους, επιστευσαν εις αυτον.
45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν.
46 τινες δε εξ αυτων απηλθον προς τους φαρισαιους και ειπον αυτοις α εποιησεν ο ιησους.
46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς.
47 συνηγαγον ουν οι αρχιερεις και οι φαρισαιοι συνεδριον και ελεγον· τι ποιουμεν, οτι ουτος ο ανθρωπος πολλα σημεια ποιει;
47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ;
48 εαν αφωμεν αυτον ουτως, παντες πιστευσουσιν εις αυτον, και ελευσονται οι ρωμαιοι και αρουσιν ημων και τον τοπον και το εθνος.
48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
49 εις δε τις εξ αυτων καιαφας, αρχιερευς ων του ενιαυτου εκεινου, ειπεν αυτοις· υμεις ουκ οιδατε ουδεν,
49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν,
50 ουδε διαλογιζεσθε οτι συμφερει ημιν ινα εις ανθρωπος αποθανη υπερ του λαου και μη ολον το εθνος αποληται.
50 οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
51 τουτο δε αφ εαυτου ουκ ειπεν, αλλα αρχιερευς ων του ενιαυτου εκεινου προεφητευσεν οτι εμελλεν ο ιησους αποθνησκειν υπερ του εθνους,
51 τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους,
52 και ουχ υπερ του εθνους μονον, αλλ ινα και τα τεκνα του θεου τα διεσκορπισμενα συναγαγη εις εν.
52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
53 απ εκεινης ουν της ημερας συνεβουλευσαντο ινα αποκτεινωσιν αυτον.
53 ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
54 ιησους ουν ουκετι παρρησια περιεπατει εν τοις ιουδαιοις, αλλα απηλθεν εκειθεν εις την χωραν εγγυς της ερημου, εις εφραιμ λεγομενην πολιν, κακει διετριβεν μετα των μαθητων αυτου.
54 Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ.
55 ην δε εγγυς το πασχα των ιουδαιων, και ανεβησαν πολλοι εις ιεροσολυμα εκ της χωρας προ του πασχα ινα αγνισωσιν εαυτους.
55 ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
56 εζητουν ουν τον ιησουν και ελεγον μετ αλληλων εν τω ιερω εστηκοτες· τι δοκει υμιν, οτι ου μη ελθη εις την εορτην;
56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· τί δοκεῖ ὑμῖν, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
57 δεδωκεισαν δε και οι αρχιερεις και οι φαρισαιοι εντολην ινα εαν τις γνω που εστιν, μηνυση, οπως πιασωσιν αυτον.
57 δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Lazarus

    Brother of Martha and Mary

    A man of Bethany, brother of Mary and Martha, whom Jesus loved and raised from the dead and who was later at table with Him.

    Cited in the guide: John 11:1; John 11:5; John 12:1

  • Martha

    Sister of Lazarus and Mary

    A woman of Bethany who received Jesus into her home, was distracted with serving, and whose brother Lazarus Jesus raised.

    Cited in the guide: Luke 10:38; John 11:1; John 11:5

  • Mary

    Sister of Martha and Lazarus

    Sister of Martha and Lazarus of Bethany, who sat at Jesus' feet to listen and who anointed the Lord's feet with perfume and wiped them with her hair.

    Cited in the guide: Luke 10:39; John 11:1; John 11:2

  • Thomas

    Apostle called Didymus

    One of the Twelve, called Didymus, who said 'Let us also go, so that we may die with Him', was absent when Jesus first appeared, and was among those who fished with the disciples…

    Cited in the guide: Matthew 10:3; John 11:16; John 20:24

Places

  • Bethany

    Today: West Bank (al-Eizariya)

    Bethany was Jesus' lodging near Jerusalem during Passion week and the home of Lazarus. Luke sets the Ascension close by.

    Cited in the guide: John 11:1; John 12:1; Luke 24:50

Cross references (56)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 12:17; Luke 10:38–42; John 12:9; 2 Kings 20:1–12; John 11:11
  2. 2 John 12:3; Matthew 26:6–7; Mark 14:3; Luke 7:37–38
  3. 3 John 11:5; Revelation 3:19; Hebrews 12:6–7; John 13:23; Psalm 16:3
  4. 4 John 11:40; John 9:3; 1 Peter 4:14; John 5:23; John 17:5
  5. 5 John 15:9–13; John 11:36; John 17:26; John 16:27; John 11:8
  6. 6 Isaiah 30:18; Isaiah 55:8–9; Genesis 42:24; Genesis 22:14; Genesis 43:29–31
  7. 7 Acts 20:22–24; Acts 15:36; Luke 9:51; John 10:40–42
  8. 8 John 10:31; John 8:59; Acts 21:12–13; Matthew 16:21–23; John 10:39
  9. 9 John 9:4; John 12:35; Jeremiah 31:9; Luke 13:31–33; Proverbs 3:23
  10. 10 Proverbs 4:18–19; 1 John 2:10–11; Jeremiah 13:16; Jeremiah 20:11; Ecclesiastes 2:14
  11. 11 Daniel 12:2; John 11:13; 1 Thessalonians 5:10; John 11:43–44; Matthew 27:52
  12. 13 Matthew 9:24
  13. 14 John 16:25; John 16:29; John 10:24
  14. 15 2 Timothy 2:10; John 14:10–11; 1 John 5:13; John 11:4; Isaiah 54:15
  15. 16 John 13:37; Matthew 26:35; Matthew 10:3; Luke 6:15; Mark 3:18
  16. 17 John 11:39; Hosea 6:2; Acts 2:27–31; John 2:19
  17. 18 Luke 24:13; Revelation 14:20; John 11:1; Revelation 21:16; John 6:19
  18. 19 Job 2:11; 1 Thessalonians 5:11; John 11:31; 2 Corinthians 1:4; 1 Thessalonians 4:18
  19. 20 1 Thessalonians 4:17; Luke 10:38–42; Matthew 25:1; John 11:30; Acts 10:25
  20. 21 John 11:32; Matthew 9:18; 1 Kings 17:18; Psalm 78:19; John 11:37
  21. 22 John 9:31; John 11:41–42; Mark 9:23; Matthew 28:18; Hebrews 11:17–19
  22. 23 John 11:43–44
  23. 24 Daniel 12:2–3; Acts 24:15; John 5:28–29; Isaiah 26:19; Acts 17:31–32
  24. 25 1 Thessalonians 4:14; John 3:36; 1 John 5:11–12; John 1:4; Romans 8:10–11
  25. 26 John 10:28; John 5:24; Romans 8:13; 1 John 5:10–12; John 8:51–53
  26. 27 Matthew 16:16; John 6:14; John 6:69; Malachi 3:1; 1 John 5:1
  27. 28 John 13:13; John 11:20; Mark 10:49; John 20:16; 1 Thessalonians 4:17–18
  28. 29 Psalm 27:8; Proverbs 15:23; Song of Songs 3:1–4; Psalm 119:59–60; Proverbs 27:17
  29. 30 John 11:20
  30. 31 John 11:19; 2 Samuel 12:16–18; Genesis 37:35; 1 Corinthians 2:15
  31. 32 John 11:21; Luke 5:8; Luke 17:16; Luke 8:41; Revelation 5:14
  32. 33 John 11:38; John 12:27; Mark 3:5; Romans 12:15; Genesis 43:30–31
  33. 34 Matthew 28:6; John 20:2; Mark 16:6; Mark 15:47; John 1:39
  34. 35 Luke 19:41; Hebrews 4:15; John 11:33; Isaiah 53:3; Psalm 119:136
  35. 36 John 11:3; 1 John 3:1; Revelation 1:5; 1 John 4:9–10; Ephesians 5:2
  36. 37 John 9:6–7; Psalm 78:19–20; John 11:32; Luke 23:35; Matthew 27:40–42
  37. 38 John 11:33; Matthew 27:60; Luke 24:2; Genesis 23:19; Isaiah 22:16
  38. 39 John 11:17; Psalm 49:7; Mark 16:3; Philippians 3:21; Genesis 3:19
  39. 40 John 11:4; John 11:23–26; Romans 4:17–25; Psalm 63:2; John 1:14
  40. 41 Matthew 11:25; John 17:1; Psalm 123:1; Philippians 4:6; Luke 10:21
  41. 42 John 3:17; John 17:21; Hebrews 7:25; 1 John 4:14; Hebrews 5:7
  42. 43 2 Kings 4:33–36; Acts 9:40; Acts 9:34; Luke 7:14–15; 1 Kings 17:21–22
  43. 44 John 5:25; John 20:7; John 11:25–26; Luke 7:15; John 5:21
  44. 45 John 11:19; John 2:23; John 12:42; John 12:17–19; John 7:31
  45. 46 Luke 16:30–31; John 9:13; Acts 5:25; John 5:15–16; John 12:37
  46. 47 Matthew 26:3; Acts 4:16–17; Matthew 5:22; Acts 4:5–6; John 2:11
  47. 48 1 Thessalonians 2:15–16; Daniel 9:26–27; Matthew 23:35–38; Zechariah 14:1–2; Matthew 27:25
  48. 49 Proverbs 26:12; Matthew 26:3; John 18:13–14; John 11:51; Luke 3:2
  49. 50 John 18:14; Luke 24:46; Romans 3:8; John 19:12; John 11:48
  50. 51 2 Corinthians 5:21; Daniel 9:26; 1 Samuel 23:9; Matthew 20:28; Exodus 28:30
  51. 52 John 10:16; Isaiah 49:6; 1 John 2:2; 1 Peter 1:1; Ephesians 1:9–10
  52. 53 Acts 5:33; Acts 9:23; Psalm 2:2; Matthew 26:59; John 11:47
  53. 54 John 7:1; John 7:4; 2 Chronicles 13:19; John 7:13; John 18:20
  54. 55 2 Chronicles 30:17–20; Hebrews 9:13–14; John 2:13; Exodus 19:10; John 6:4
  55. 56 John 7:11; John 11:7–8
  56. 57 Psalm 109:4; John 10:39; John 9:22; John 5:16–18; John 8:59

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 11:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XI — 1-54)

    Among all the miracles wrought by our Lord Jesus Christ, the resurrection of Lazarus holds a foremost place in preaching. But if we consider attentively who did it, our duty is to rejoice rather than to wonder.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Commentary 11:1 John Chrysostom, Homilies on the Gospel of John (Homily LXII)

    Many men, when they see any of those who are pleasing to God suffering anything terrible, as, for instance, having fallen into sickness, or poverty, and any other the like, are offended, not knowing that to those especially dear to God it belongeth to endure these things; since Lazarus also was one of the friends of Christ, and was sick.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  3. Quotes verse 11:54 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XXI)

    Then, when He had raised Lazarus from the dead, and plots were formed against Him by the Pharisees, He withdrew to a city called Ephraim; and from that place, as it is written "He came to Bethany six days before the passover," and going up from Bethany to Jerusalem, He there ate the passover, and suffered on the day following.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 11:15 Augustine of Hippo, The City of God (Book XIV, Chapter 9)

    When, therefore, we read in the Gospel that the hard-heartedness of the Jews moved Him to sorrowful indignation, that He said, "I am glad for your sakes, to the intent ye may believe," that when about to raise Lazarus He even shed tears, that He earnestly desired to eat the passover with His disciples, that as His passion drew near …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 11:42 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XVI)

    … Lazarus, added also a prayer; and then, lest this should make Him appear less than Him that begat Him, He, to correct this suspicion, added, "I said these things, because of the people which standeth by, that they may believe that thou hast sent me." And neither doth He work all things as one who acted by His own power, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)