Skip to the text

John · Patriarchal Text (Antoniades 1904/1912)

John 13 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 προ δε της εορτης του πασχα ειδως ο ιησους οτι εληλυθεν αυτου η ωρα ινα μεταβη εκ του κοσμου τουτου προς τον πατερα, αγαπησας τους ιδιους τους εν τω κοσμω, εις τελος ηγαπησεν αυτους.
1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.
2 και δειπνου γενομενου, του διαβολου ηδη βεβληκοτος εις την καρδιαν ιουδα σιμωνος ισκαριωτου ινα αυτον παραδω,
2 καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ,
3 ειδως ο ιησους οτι παντα δεδωκεν αυτω ο πατηρ εις τας χειρας, και οτι απο θεου εξηλθεν και προς τον θεον υπαγει,
3 εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει,
4 εγειρεται εκ του δειπνου και τιθησιν τα ιματια, και λαβων λεντιον διεζωσεν εαυτον·
4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.
5 ειτα βαλλει υδωρ εις τον νιπτηρα, και ηρξατο νιπτειν τους ποδας των μαθητων και εκμασσειν τω λεντιω ω ην διεζωσμενος.
5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
6 ερχεται ουν προς σιμωνα πετρον, και λεγει αυτω εκεινος· κυριε, συ μου νιπτεις τους ποδας;
6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας;
7 απεκριθη ιησους και ειπεν αυτω· ο εγω ποιω, συ ουκ οιδας αρτι, γνωση δε μετα ταυτα.
7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
8 λεγει αυτω πετρος· ου μη νιψης τους ποδας μου εις τον αιωνα. απεκριθη αυτω ο ιησους· εαν μη νιψω σε, ουκ εχεις μερος μετ εμου.
8 λέγει αὐτῷ Πέτρος· οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ.
9 λεγει αυτω σιμων πετρος· κυριε, μη τους ποδας μου μονον, αλλα και τας χειρας και την κεφαλην.
9 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
10 λεγει αυτω ο ιησους· ο λελουμενος ου χρειαν εχει η τους ποδας νιψασθαι, αλλ εστιν καθαρος ολος· και υμεις καθαροι εστε, αλλ ουχι παντες.
10 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ᾽ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾽ οὐχὶ πάντες.
11 ηδει γαρ τον παραδιδοντα αυτον· δια τουτο ειπεν· ουχι παντες καθαροι εστε.
11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες καθαροί ἐστε.
12 οτε ουν ενιψεν τους ποδας αυτων και ελαβεν τα ιματια αυτου, αναπεσων παλιν ειπεν αυτοις· γινωσκετε τι πεποιηκα υμιν;
12 Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν εἶπεν αὐτοῖς· γινώσκετε τί πεποίηκα ὑμῖν;
13 υμεις φωνειτε με, ο διδασκαλος και ο κυριος, και καλως λεγετε· ειμι γαρ.
13 ὑμεῖς φωνεῖτέ με, ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.
14 ει ουν εγω ενιψα υμων τους ποδας, ο κυριος και ο διδασκαλος, και υμεις οφειλετε αλληλων νιπτειν τους ποδας.
14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.
15 υποδειγμα γαρ δεδωκα υμιν, ινα καθως εγω εποιησα υμιν, και υμεις ποιητε.
15 ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε·
16 αμην αμην λεγω υμιν, ουκ εστιν δουλος μειζων του κυριου αυτου, ουδε αποστολος μειζων του πεμψαντος αυτον.
16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
17 ει ταυτα οιδατε, μακαριοι εστε εαν ποιητε αυτα.
17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
18 ου περι παντων υμων λεγω· εγω οιδα ους εξελεξαμην· αλλ ινα η γραφη πληρωθη, ο τρωγων μετ εμου τον αρτον επηρεν επ εμε την πτερναν αυτου.
18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα οὓς ἐξελεξάμην· ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
19 απ αρτι λεγω υμιν προ του γενεσθαι, ινα οταν γενηται πιστευσητε οτι εγω ειμι.
19 ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι.
20 αμην αμην λεγω υμιν, ο λαμβανων εαν τινα πεμψω, εμε λαμβανει, ο δε εμε λαμβανων λαμβανει τον πεμψαντα με.
20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.
21 ταυτα ειπων ο ιησους εταραχθη τω πνευματι, και εμαρτυρησεν και ειπεν· αμην αμην λεγω υμιν οτι εις εξ υμων παραδωσει με.
21 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 εβλεπον ουν εις αλληλους οι μαθηται, απορουμενοι περι τινος λεγει.
22 ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.
23 ην δε ανακειμενος εις εκ των μαθητων αυτου εν τω κολπω του ιησου, ον ηγαπα ο ιησους·
23 ἦν δὲ ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς·
24 νευει ουν τουτω σιμων πετρος πυθεσθαι τις αν ειη περι ου λεγει.
24 νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.
25 επιπεσων δε εκεινος επι το στηθος του ιησου λεγει αυτω· κυριε, τις εστιν;
25 ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν;
26 αποκρινεται ο ιησους· εκεινος εστιν ω εγω βαψας το ψωμιον επιδωσω. και εμβαψας το ψωμιον διδωσιν ιουδα σιμωνος ισκαριωτη.
26 ἀποκρίνεται ὁ Ἰησοῦς· ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. καὶ ἐμβάψας τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ.
27 και μετα το ψωμιον τοτε εισηλθεν εις εκεινον ο σατανας. λεγει ουν αυτω ο ιησους· ο ποιεις, ποιησον ταχιον.
27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς. λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς· ὃ ποιεῖς, ποίησον τάχιον.
28 τουτο δε ουδεις εγνω των ανακειμενων προς τι ειπεν αυτω·
28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·
29 τινες γαρ εδοκουν, επει το γλωσσοκομον ειχεν ο ιουδας, οτι λεγει αυτω ο ιησους, αγορασον ων χρειαν εχομεν εις την εορτην, η τοις πτωχοις ινα τι δω.
29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
30 λαβων ουν το ψωμιον εκεινος ευθεως εξηλθεν· ην δε νυξ.
30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος εὐθέως ἐξῆλθεν· ἦν δὲ νύξ.
31 οτε [ουν] εξηλθεν, λεγει ο ιησους· νυν εδοξασθη ο υιος του ανθρωπου, και ο θεος εδοξασθη εν αυτω.
31 Ὅτε [οὖν] ἐξῆλθε, λέγει ὁ Ἰησοῦς· νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.
32 ει ο θεος εδοξασθη εν αυτω, και ο θεος δοξασει αυτον εν εαυτω, και ευθυς δοξασει αυτον.
32 εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
33 τεκνια, ετι μικρον μεθ υμων ειμι. ζητησετε με, και καθως ειπον τοις ιουδαιοις οτι οπου υπαγω εγω, υμεις ου δυνασθε ελθειν, και υμιν λεγω αρτι.
33 τεκνία, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι. ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ὑπάγω ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
34 εντολην καινην διδωμι υμιν ινα αγαπατε αλληλους, καθως ηγαπησα υμας ινα και υμεις αγαπατε αλληλους.
34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
35 εν τουτω γνωσονται παντες οτι εμοι μαθηται εστε, εαν αγαπην εχητε εν αλληλοις.
35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
36 λεγει αυτω σιμων πετρος· κυριε, που υπαγεις; απεκριθη αυτω ο ιησους· οπου εγω υπαγω, ου δυνασαι μοι νυν ακολουθησαι, υστερον δε ακολουθησεις μοι.
36 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ὕστερον δὲ ἀκολουθήσεις μοι.
37 λεγει αυτω ο πετρος· κυριε, διατι ου δυναμαι σοι ακολουθησαι αρτι; την ψυχην μου υπερ σου θησω.
37 λέγει αὐτῷ ὁ Πέτρος· Κύριε, διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
38 απεκριθη αυτω ο ιησους· την ψυχην σου υπερ εμου θησεις! αμην αμην λεγω σοι, ου μη αλεκτωρ φωνησει εως ου απαρνηση με τρις.
38 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις! ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ ἀπαρνήσῃ με τρίς.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Simon

    Father of Judas Iscariot

    Named in John 6:71, 13:2 and 13:26 as the father of Judas Iscariot.

    Cited in the guide: John 6:71; John 13:2; John 13:26

Cross references (37)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 12:23; 1 John 4:19; John 13:34; John 13:3; John 16:28
  2. 2 James 1:13–17; Acts 5:3; John 6:70–71; John 13:26–27; Luke 22:31
  3. 3 John 3:35; Matthew 11:27; Hebrews 1:2; Matthew 28:18; John 17:2
  4. 4 2 Corinthians 8:9; Luke 22:27; Luke 12:37; Philippians 2:6–8; Luke 17:7
  5. 5 Luke 7:44; Psalm 51:2; 1 Timothy 5:10; Genesis 18:4; Genesis 19:2
  6. 6 John 1:27; Matthew 3:11–14; Luke 5:8
  7. 7 Daniel 12:8; John 12:16; John 14:26; James 5:7–11; John 13:10–12
  8. 8 Titus 3:5; Ezekiel 36:25; Acts 22:16; Ephesians 5:26; Hebrews 10:22
  9. 9 Psalm 51:2; Psalm 51:7; Psalm 26:6; 1 Peter 3:21; Hebrews 10:22
  10. 10 John 15:3; 2 Corinthians 7:1; 2 Corinthians 5:17; Numbers 19:19–21; Ephesians 5:26–27
  11. 11 John 13:26; John 13:18; John 13:21; John 13:2; John 2:25
  12. 12 John 13:7; John 13:4; Ezekiel 24:24; Ezekiel 24:19; Matthew 13:51
  13. 13 Luke 6:46; 1 Corinthians 12:3; Philippians 2:11; John 11:28; Romans 14:8–9
  14. 14 1 Peter 5:5; Acts 20:35; Romans 12:16; Galatians 5:13; Luke 22:26–27
  15. 15 1 John 2:6; Matthew 11:29; 1 Peter 2:21; 1 Peter 3:17–18; Ephesians 5:2
  16. 16 Luke 6:40; John 15:20; Matthew 10:24–25; John 3:5; John 3:3
  17. 17 Luke 11:28; James 4:17; James 1:25; Matthew 7:24–25; Ezekiel 36:27
  18. 18 Psalm 41:9; Matthew 26:23; John 17:12; Mark 14:20; John 13:26
  19. 19 Isaiah 43:10; John 14:29; Revelation 1:17–18; John 16:4; John 8:23–24
  20. 20 Luke 10:16; Luke 9:48; Mark 9:37; Matthew 25:40; Matthew 10:40–42
  21. 21 Matthew 26:21; John 13:18; Mark 14:18; John 12:27; Acts 1:16–17
  22. 22 Luke 22:23; Mark 14:19; Matthew 26:22; Genesis 42:1
  23. 23 John 19:26; John 20:2; John 21:20; John 21:7; Revelation 1:16–18
  24. 24 Acts 13:16; Acts 12:17; Luke 1:22; Luke 5:7; Acts 21:40
  25. 25 John 21:20; Genesis 44:4–12; Esther 7:5
  26. 26 Matthew 26:23; John 13:30; Luke 22:21; Mark 14:19–20; John 6:70–71
  27. 27 Luke 22:3; John 13:2; Acts 5:3; Matthew 12:45; Proverbs 1:16
  28. 29 Acts 20:34–35; John 12:5–6; Ephesians 4:28; John 13:1; Galatians 2:10
  29. 30 Isaiah 59:7; Proverbs 4:16; Romans 3:15; Luke 22:53; Job 24:13–15
  30. 31 1 Peter 4:11; John 14:13; John 7:39; 1 Peter 1:21; John 16:14
  31. 32 Revelation 22:3; Revelation 22:1; John 17:1; John 17:4–6; John 12:23
  32. 33 John 7:33–34; 1 John 2:1; John 16:16–22; John 8:21–24; John 12:35–36
  33. 34 Ephesians 5:2; Leviticus 19:18; John 15:17; 1 Peter 1:22; 1 John 3:23
  34. 35 1 John 4:20–21; 1 John 2:10; 1 John 3:10–14; John 17:21; 1 John 2:5
  35. 36 2 Peter 1:14; John 21:21–22; John 13:33; John 14:2; John 21:18–19
  36. 37 Acts 20:24; Acts 21:13; John 21:15; Mark 14:27–31; Matthew 26:31–35
  37. 38 Luke 22:34; Matthew 26:34; Mark 14:30; Proverbs 16:18; Matthew 26:69–75

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 13:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XIII — 1-5)

    The Lord's Supper, as set forth in John, must, with His assistance, be unfolded in a becoming number of Lectures, and explained with all the ability He is pleased to grant us.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Commentary 13:1 John Chrysostom, Homilies on the Gospel of John (Homily LXX)

    "Be ye imitators of me," said Paul, "as I also am of Christ." ( 1 Cor. xi. 1.) For on this account He took also flesh of our substance, that by means of it He might teach us virtue.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  3. Quotes verse 13:5 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XXI)

    Now in the last days, when the fulness of the time of liberty had arrived, the Word Himself did by Himself "wash away the filth of the daughters of Zion," when He washed the disciples' feet with His own hands. For this is the end of the human race inheriting God; that as in the beginning, by means of our …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 13:2 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XVII)

    "The devil," saith the Scripture, "entered into the heart of Judas, that he should betray the Lord." One may say then, what have I done?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  5. Quotes verse 13:7 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XII)

    For so he too would have forbidden Him to wash his feet, but when he had heard, "What I do thou knowest not now, but thou shalt know hereafter," and "thou hast no part with me," he speedily withdrew from his determination, and went over to the contrary.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)