PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και εξηλθεν εκειθεν και ηλθεν εις την πατριδα εαυτου· και ακολουθουσιν αυτω οι μαθηται αυτου. 1 He went out from there. He came into his own country, and his disciples followed him.
1 Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα ἑαυτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
2 και γενομενου σαββατου ηρξατο εν τη συναγωγη διδασκειν· και πολλοι ακουοντες εξεπλησσοντο λεγοντες· ποθεν τουτω ταυτα; και τις η σοφια η δοθεισα αυτω, και δυναμεις τοιαυται δια των χειρων αυτου γινονται; 2 When the Sabbath had come, he began to teach in the synagogue, and many hearing him were astonished, saying, “Where did this man get these things?” and, “What is the wisdom that is given to this man, that such mighty works come about by his hands?
2 καὶ γενομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· πόθεν τούτῳ ταῦτα; καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται;
3 ουχ ουτος εστιν ο τεκτων, ο υιος της μαριας, αδελφος δε ιακωβου και ιωση και ιουδα και σιμωνος; και ουκ εισιν αι αδελφαι αυτου ωδε προς ημας; και εσκανδαλιζοντο εν αυτω. 3 Isn’t this the carpenter, the son of Mary and brother of James, Joses, Judah, and Simon? Aren’t his sisters here with us?” So they were offended at him.
3 οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
4 ελεγεν δε αυτοις ο ιησους οτι ουκ εστιν προφητης ατιμος ει μη εν τη πατριδι αυτου και εν τοις συγγενεσιν και εν τη οικια αυτου. 4 Jesus said to them, “A prophet is not without honor, except in his own country, and among his own relatives, and in his own house.”
4 ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
5 και ουκ ηδυνατο εκει ουδεμιαν δυναμιν ποιησαι, ει μη ολιγοις αρρωστοις επιθεις τας χειρας εθεραπευσεν· 5 He could do no mighty work there, except that he laid his hands on a few sick people and healed them.
5 καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε.
6 και εθαυμαζεν δια την απιστιαν αυτων. και περιηγεν τας κωμας κυκλω διδασκων. 6 He marveled because of their unbelief. He went around the villages teaching.
6 καὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων.
7 και προσκαλειται τους δωδεκα, και ηρξατο αυτους αποστελλειν δυο δυο, και εδιδου αυτοις εξουσιαν των πνευματων των ακαθαρτων, 7 He called to himself the twelve, and began to send them out two by two; and he gave them authority over the unclean spirits.
7 Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων,
8 και παρηγγειλεν αυτοις ινα μηδεν αιρωσιν εις οδον ει μη ραβδον μονον, μη πηραν, μη αρτον, μη εις την ζωνην χαλκον, 8 He commanded them that they should take nothing for their journey, except a staff only: no bread, no wallet, no money in their purse,
8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν,
9 αλλ υποδεδεμενους σανδαλια, και μη ενδεδυσθαι δυο χιτωνας. 9 but to wear sandals, and not put on two tunics.
9 ἀλλ᾽ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδεδύσθαι δύο χιτῶνας.
10 και ελεγεν αυτοις· οπου εαν εισελθητε εις οικιαν, εκει μενετε εως αν εξελθητε εκειθεν· 10 He said to them, “Wherever you enter into a house, stay there until you depart from there.
10 καὶ ἔλεγεν αὐτοῖς· ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν·
11 και οσοι εαν μη δεξωνται υμας μηδε ακουσωσιν υμων, εκπορευομενοι εκειθεν εκτιναξατε τον χουν τον υποκατω των ποδων υμων εις μαρτυριον αυτοις· αμην λεγω υμιν, ανεκτοτερον εσται σοδομοις η γομορροις εν ημερα κρισεως η τη πολει εκεινη. 11 Whoever will not receive you nor hear you, as you depart from there, shake off the dust that is under your feet for a testimony against them. Assuredly, I tell you, it will be more tolerable for Sodom and Gomorrah in the day of judgment than for that city!”
11 καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
12 και εξελθοντες εκηρυσσον ινα μετανοησωσιν, 12 They went out and preached that people should repent.
12 Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι,
13 και δαιμονια πολλα εξεβαλλον, και ηλειφον ελαιω πολλους αρρωστους και εθεραπευον. 13 They cast out many demons, and anointed many with oil who were sick and healed them.
13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
14 και ηκουσεν ο βασιλευς ηρωδης· φανερον γαρ εγενετο το ονομα αυτου· και ελεγεν οτι ιωαννης ο βαπτιζων εκ νεκρων ηγερθη, και δια τουτο ενεργουσιν αι δυναμεις εν αυτω. 14 King Herod heard this, for his name had become known, and he said, “John the Baptizer has risen from the dead, and therefore these powers are at work in him.”
14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
15 αλλοι ελεγον οτι ηλιας εστιν· αλλοι δε ελεγον οτι προφητης εστιν ως εις των προφητων. 15 But others said, “He is Elijah.” Others said, “He is a prophet, or like one of the prophets.”
15 ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν.
16 ακουσας δε ο ηρωδης ειπεν οτι ον εγω απεκεφαλισα ιωαννην, ουτος εστιν· αυτος ηγερθη εκ νεκρων. 16 But Herod, when he heard this, said, “This is John, whom I beheaded. He has risen from the dead.”
16 ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.
17 αυτος γαρ ο ηρωδης αποστειλας εκρατησεν τον ιωαννην και εδησεν αυτον εν φυλακη δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου, οτι αυτην εγαμησεν. 17 For Herod himself had sent out and arrested John and bound him in prison for the sake of Herodias, his brother Philip’s wife, for he had married her.
17 αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.
18 ελεγεν γαρ ο ιωαννης τω ηρωδη οτι ουκ εξεστιν σοι εχειν την γυναικα του αδελφου σου. 18 For John had said to Herod, “It is not lawful for you to have your brother’s wife.”
18 ἔλεγε γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
19 η δε ηρωδιας ενειχεν αυτω και ηθελεν αυτον αποκτειναι, και ουκ ηδυνατο. 19 Herodias set herself against him and desired to kill him, but she couldn’t,
19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο·
20 ο γαρ ηρωδης εφοβειτο τον ιωαννην, ειδως αυτον ανδρα δικαιον και αγιον, και συνετηρει αυτον, και ακουσας αυτου πολλα εποιει και ηδεως αυτου ηκουεν. 20 for Herod feared John, knowing that he was a righteous and holy man, and kept him safe. When he heard him, he did many things, and he heard him gladly.
20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε.
21 και γενομενης ημερας ευκαιρου, οτε ηρωδης τοις γενεσιοις αυτου δειπνον εποιει τοις μεγιστασιν αυτου και τοις χιλιαρχοις και τοις πρωτοις της γαλιλαιας, 21 Then a convenient day came when Herod on his birthday made a supper for his nobles, the high officers, and the chief men of Galilee.
21 καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
22 και εισελθουσης της θυγατρος αυτης της ηρωδιαδος και ορχησαμενης και αρεσασης τω ηρωδη και τοις συνανακειμενοις, ειπεν ο βασιλευς τω κορασιω· αιτησον με ο εαν θελης, και δωσω σοι. 22 When the daughter of Herodias herself came in and danced, she pleased Herod and those sitting with him. The king said to the young lady, “Ask me whatever you want, and I will give it to you.”
22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι.
23 και ωμοσεν αυτη οτι ο εαν με αιτησης δωσω σοι, εως ημισους της βασιλειας μου. 23 He swore to her, “Whatever you ask of me, I will give you, up to half of my kingdom.”
23 καὶ ὤμοσεν αὐτῇ ὅτι ὃ ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου.
24 η δε εξελθουσα ειπεν τη μητρι αυτης· τι αιτησομαι; η δε ειπεν· την κεφαλην ιωαννου του βαπτιστου. 24 She went out and said to her mother, “What shall I ask?” She said, “The head of John the Baptizer.”
24 ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· τί αἰτήσομαι; ἡ δὲ εἶπε· τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
25 και εισελθουσα ευθεως μετα σπουδης προς τον βασιλεα ητησατο λεγουσα· θελω ινα μοι δως εξαυτης επι πινακι την κεφαλην ιωαννου του βαπτιστου. 25 She came in immediately with haste to the king and requested, “I want you to give me right now the head of John the Baptizer on a platter.”
25 καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
26 και περιλυπος γενομενος ο βασιλευς, δια τους ορκους και τους συνανακειμενους ουκ ηθελησεν αυτην αθετησαι. 26 The king was exceedingly sorry, but for the sake of his oaths and of his dinner guests, he didn’t wish to refuse her.
26 καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι.
27 και ευθεως αποστειλας ο βασιλευς σπεκουλατωρα επεταξεν ενεχθηναι την κεφαλην αυτου. 27 Immediately the king sent out a soldier of his guard and commanded to bring John’s head; and he went and beheaded him in the prison,
27 καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ.
28 ο δε απελθων απεκεφαλισεν αυτον εν τη φυλακη, και ηνεγκεν την κεφαλην αυτου επι πινακι και εδωκεν αυτην τω κορασιω, και το κορασιον εδωκεν αυτην τη μητρι αυτης. 28 and brought his head on a platter, and gave it to the young lady; and the young lady gave it to her mother.
28 ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
29 και ακουσαντες οι μαθηται αυτου ηλθον και ηραν το πτωμα αυτου, και εθηκαν αυτο εν μνημειω. 29 When his disciples heard this, they came and took up his corpse and laid it in a tomb.
29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
30 και συναγονται οι αποστολοι προς τον ιησουν, και απηγγειλαν αυτω παντα, και οσα εποιησαν και οσα εδιδαξαν. 30 The apostles gathered themselves together to Jesus, and they told him all things, whatever they had done, and whatever they had taught.
30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
31 και ειπεν αυτοις· δευτε υμεις αυτοι κατ ιδιαν εις ερημον τοπον, και αναπαυεσθε ολιγον· ησαν γαρ οι ερχομενοι και οι υπαγοντες πολλοι, και ουδε φαγειν ευκαιρουν· 31 He said to them, “Come away into a deserted place, and rest awhile.” For there were many coming and going, and they had no leisure so much as to eat.
31 καὶ εἶπεν αὐτοῖς· δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύεσθε ὀλίγον· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.
32 και απηλθον εις ερημον τοπον εν πλοιω κατ ιδιαν. 32 They went away in the boat to a deserted place by themselves.
32 καὶ ἀπῆλθον εἰς ἔρημον τόπον ἐν πλοίῳ κατ᾽ ἰδίαν.
33 και ειδον αυτους υπαγοντας, και επεγνωσαν αυτους πολλοι, και πεζη απο πασων των πολεων συνεδραμον εκει και προηλθον αυτους και συνηλθον προς αυτον. 33 They saw them going, and many recognized him and ran there on foot from all the cities. They arrived before them and came together to him.
33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας, καὶ ἐπέγνωσαν αὐτοὺς πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτοὺς καὶ συνῆλθον πρὸς αὐτόν.
34 και εξελθων ο ιησους ειδεν πολυν οχλον και εσπλαγχνισθη επ αυτοις, οτι ησαν ως προβατα μη εχοντα ποιμενα, και ηρξατο διδασκειν αυτους πολλα. 34 Jesus came out, saw a great multitude, and he had compassion on them because they were like sheep without a shepherd; and he began to teach them many things.
34 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
35 και ηδη ωρας πολλης γενομενης προσελθοντες αυτω οι μαθηται αυτου λεγουσιν οτι ερημος εστιν ο τοπος και ηδη ωρα πολλη· 35 When it was late in the day, his disciples came to him and said, “This place is deserted, and it is late in the day.
35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή·
36 απολυσον αυτους, ινα απελθοντες εις τους κυκλω αγρους και κωμας αγορασωσιν εαυτοις αρτους· τι γαρ φαγωσιν ουκ εχουσιν. 36 Send them away, that they may go into the surrounding country and villages and buy themselves bread, for they have nothing to eat.”
36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους· τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.
37 ο δε αποκριθεις ειπεν αυτοις· δοτε αυτοις υμεις φαγειν. και λεγουσιν αυτω· απελθοντες αγορασωμεν δηναριων διακοσιων αρτους και δωμεν αυτοις φαγειν; 37 But he answered them, “You give them something to eat.” They asked him, “Shall we go and buy two hundred denarii worth of bread and give them something to eat?”
37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δῶμεν αὐτοῖς φαγεῖν;
38 ο δε λεγει αυτοις· ποσους αρτους εχετε; υπαγετε και ιδετε. και γνοντες λεγουσιν· πεντε, και δυο ιχθυας. 38 He said to them, “How many loaves do you have? Go see.” When they knew, they said, “Five, and two fish.”
38 ὁ δὲ λέγει αὐτοῖς· πόσους ἄρτους ἔχετε; ὑπάγετε καὶ ἴδετε. καὶ γνόντες λέγουσι· πέντε, καὶ δύο ἰχθύας.
39 και επεταξεν αυτοις ανακλιναι παντας συμποσια συμποσια επι τω χλωρω χορτω. 39 He commanded them that everyone should sit down in groups on the green grass.
39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
40 και ανεπεσον πρασιαι πρασιαι ανα εκατον και ανα πεντηκοντα. 40 They sat down in ranks, by hundreds and by fifties.
40 καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα.
41 και λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν, και κατεκλασεν τους αρτους και εδιδου τοις μαθηταις ινα παραθωσιν αυτοις, και τους δυο ιχθυας εμερισεν πασιν. 41 He took the five loaves and the two fish; and looking up to heaven, he blessed and broke the loaves, and he gave to his disciples to set before them, and he divided the two fish among them all.
41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ἵνα παραθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι.
42 και εφαγον παντες και εχορτασθησαν, 42 They all ate and were filled.
42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν,
43 και ηραν κλασματων δωδεκα κοφινους πληρεις, και απο των ιχθυων. 43 They took up twelve baskets full of broken pieces and also of the fish.
43 καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων.
44 και ησαν οι φαγοντες τους αρτους πεντακισχιλιοι ανδρες. 44 Those who ate the loaves were five thousand men.
44 καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.
45 και ευθεως ηναγκασεν τους μαθητας αυτου εμβηναι εις το πλοιον και προαγειν εις το περαν προς βηθσαιδαν, εως αυτος απολυση τον οχλον· 45 Immediately he made his disciples get into the boat and go ahead to the other side, to Bethsaida, while he himself sent the multitude away.
45 Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον·
46 και αποταξαμενος αυτοις απηλθεν εις το ορος προσευξασθαι. 46 After he had taken leave of them, he went up the mountain to pray.
46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
47 και οψιας γενομενης ην το πλοιον εν μεσω της θαλασσης, και αυτος μονος επι της γης. 47 When evening had come, the boat was in the middle of the sea, and he was alone on the land.
47 καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
48 και ιδων αυτους βασανιζομενους εν τω ελαυνειν· ην γαρ ο ανεμος εναντιος αυτοις· και περι τεταρτην φυλακην της νυκτος ερχεται προς αυτους περιπατων επι της θαλασσης, και ηθελεν παρελθειν αυτους. 48 Seeing them distressed in rowing, for the wind was contrary to them, about the fourth watch of the night he came to them, walking on the sea; and he would have passed by them,
48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν· ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς· καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελε παρελθεῖν αὐτούς.
49 οι δε ιδοντες αυτον περιπατουντα επι της θαλασσης εδοξαν φαντασμα ειναι, και ανεκραξαν· 49 but they, when they saw him walking on the sea, supposed that it was a ghost, and cried out;
49 οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἔδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν·
50 παντες γαρ αυτον ειδον και εταραχθησαν. και ευθεως ελαλησεν μετ αυτων και λεγει αυτοις· θαρσειτε, εγω ειμι, μη φοβεισθε. 50 for they all saw him and were troubled. But he immediately spoke with them and said to them, “Cheer up! It is I! Don’t be afraid.”
50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. καὶ εὐθέως ἐλάλησε μετ᾽ αὐτῶν καὶ λέγει αὐτοῖς· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.
51 και ανεβη εις το πλοιον προς αυτους, και εκοπασεν ο ανεμος· και λιαν εκ περισσου εν εαυτοις εξισταντο και εθαυμαζον. 51 He got into the boat with them; and the wind ceased, and they were very amazed among themselves, and marveled;
51 καὶ ἀνέβη εἰς τὸ πλοῖον πρὸς αὐτούς, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο καὶ ἐθαύμαζον.
52 ου γαρ συνηκαν επι τοις αρτοις, αλλ ην αυτων η καρδια πεπωρωμενη. 52 for they hadn’t understood about the loaves, but their hearts were hardened.
52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ᾽ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.
53 και διαπερασαντες απηλθον επι την γην γεννησαρετ και προσωρμισθησαν. 53 When they had crossed over, they came to land at Gennesaret and moored to the shore.
53 Καὶ διαπεράσαντες ἀπῆλθον ἐπὶ τὴν γῆν Γεννησαρὲτ καὶ προσωρμίσθησαν.
54 και εξελθοντων αυτων εκ του πλοιου ευθεως επιγνοντες αυτον 54 When they had come out of the boat, immediately the people recognized him,
54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθέως ἐπιγνόντες αὐτὸν
55 περιεδραμον ολην την περιχωρον εκεινην και ηρξαντο επι τοις κραβαττοις τους κακως εχοντας περιφερειν οπου ηκουον οτι εκει εστιν· 55 and ran around that whole region, and began to bring those who were sick on their mats to where they heard he was.
55 περιέδραμον ὅλην τὴν περίχωρον ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι·
56 και οπου αν εισεπορευετο εις κωμας η πολεις η αγρους, εν ταις αγοραις ετιθεσαν τους ασθενουντας και παρεκαλουν αυτον ινα καν του κρασπεδου του ιματιου αυτου αψωνται· και οσοι αν ηπτοντο αυτου, εσωζοντο. 56 Wherever he entered—into villages, or into cities, or into the country—they laid the sick in the marketplaces and begged him that they might just touch the fringe of his garment; and as many as touched him were made well.
56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ, ἐσῴζοντο.