PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 τοτε ο ιησους ελαλησεν τοις οχλοις και τοις μαθηταις αυτου 1 Then Jesus spoke to the multitudes and to his disciples,
1 Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
2 λεγων· επι της μωσεως καθεδρας εκαθισαν οι γραμματεις και οι φαρισαιοι. 2 saying, “The scribes and the Pharisees sit on Moses’ seat.
2 λέγων· ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.
3 παντα ουν οσα εαν ειπωσιν υμιν τηρειν, τηρειτε και ποιειτε, κατα δε τα εργα αυτων μη ποιειτε· λεγουσιν γαρ, και ου ποιουσιν. 3 All things therefore whatever they tell you to observe, observe and do, but don’t do their works; for they say, and don’t do.
3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσι γάρ, καὶ οὐ ποιοῦσι.
4 δεσμευουσιν γαρ φορτια βαρεα και δυσβαστακτα και επιτιθεασιν επι τους ωμους των ανθρωπων, τω δε δακτυλω αυτων ου θελουσιν κινησαι αυτα. 4 For they bind heavy burdens that are grievous to be borne, and lay them on men’s shoulders; but they themselves will not lift a finger to help them.
4 δεσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά.
5 παντα δε τα εργα αυτων ποιουσιν προς το θεαθηναι τοις ανθρωποις. πλατυνουσιν γαρ τα φυλακτηρια αυτων και μεγαλυνουσιν τα κρασπεδα των ιματιων αυτων, 5 But they do all their works to be seen by men. They make their phylacteries broad and enlarge the fringes of their garments,
5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν,
6 φιλουσιν δε την πρωτοκλισιαν εν τοις δειπνοις και τας πρωτοκαθεδριας εν ταις συναγωγαις 6 and love the place of honor at feasts, the best seats in the synagogues,
6 φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
7 και τους ασπασμους εν ταις αγοραις και καλεισθαι υπο των ανθρωπων ραββι ραββι. 7 the salutations in the marketplaces, and to be called ‘Rabbi, Rabbi’ by men.
7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββὶ ῥαββί.
8 υμεις δε μη κληθητε ραββι· εις γαρ υμων εστιν [ο] διδασκαλος, ο χριστος· παντες δε υμεις αδελφοι εστε. 8 But you are not to be called ‘Rabbi’, for one is your teacher, the Christ, and all of you are brothers.
8 ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββί· εἷς γὰρ ὑμῶν ἐστιν [ὁ] διδάσκαλος, ὁ Χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
9 και πατερα μη καλεσητε υμων επι της γης· εις γαρ εστιν ο πατηρ υμων, ο εν τοις ουρανοις. 9 Call no man on the earth your father, for one is your Father, he who is in heaven.
9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ πατήρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.
10 μηδε κληθητε καθηγηται· εις γαρ υμων εστιν [ο] καθηγητης, ο χριστος. 10 Neither be called masters, for one is your master, the Christ.
10 μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστιν [ὁ] καθηγητής, ὁ Χριστός.
11 ο δε μειζων υμων εσται υμων διακονος. 11 But he who is greatest among you will be your servant.
11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
12 οστις δε υψωσει εαυτον ταπεινωθησεται, και οστις ταπεινωσει εαυτον υψωθησεται. 12 Whoever exalts himself will be humbled, and whoever humbles himself will be exalted.
12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.
13 ουαι δε υμιν, γραμματεις και φαρισαιοι υποκριται, οτι κατεσθιετε τας οικιας των χηρων και προφασει μακρα προσευχομενοι· δια τουτο ληψεσθε περισσοτερον κριμα. 13 “Woe to you, scribes and Pharisees, hypocrites! For you devour widows’ houses, and as a pretense you make long prayers. Therefore you will receive greater condemnation.
13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρῖμα.
14 ουαι υμιν, γραμματεις και φαρισαιοι υποκριται, οτι κλειετε την βασιλειαν των ουρανων εμπροσθεν των ανθρωπων· υμεις γαρ ουκ εισερχεσθε, ουδε τους εισερχομενους αφιετε εισελθειν. 14 “But woe to you, scribes and Pharisees, hypocrites! Because you shut up the Kingdom of Heaven against men; for you don’t enter in yourselves, neither do you allow those who are entering in to enter.
14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
15 ουαι υμιν, γραμματεις και φαρισαιοι υποκριται, οτι περιαγετε την θαλασσαν και την ξηραν ποιησαι ενα προσηλυτον, και οταν γενηται, ποιειτε αυτον υιον γεεννης διπλοτερον υμων. 15 Woe to you, scribes and Pharisees, hypocrites! For you travel around by sea and land to make one proselyte; and when he becomes one, you make him twice as much a son of Gehenna as yourselves.
15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
16 ουαι υμιν, οδηγοι τυφλοι, οι λεγοντες· ος αν ομοση εν τω ναω, ουδεν εστιν, ος δ αν ομοση εν τω χρυσω του ναου, οφειλει. 16 “Woe to you, you blind guides, who say, ‘Whoever swears by the temple, it is nothing; but whoever swears by the gold of the temple, he is obligated.’
16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες· ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
17 μωροι και τυφλοι! τις γαρ μειζων εστιν, ο χρυσος η ο ναος ο αγιαζων τον χρυσον; 17 You blind fools! For which is greater, the gold or the temple that sanctifies the gold?
17 μωροὶ καὶ τυφλοί! τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν;
18 και· ος αν ομοση εν τω θυσιαστηριω, ουδεν εστιν, ος δ αν ομοση εν τω δωρω τω επανω αυτου, οφειλει. 18 And, ‘Whoever swears by the altar, it is nothing; but whoever swears by the gift that is on it, he is obligated.’
18 καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
19 μωροι και τυφλοι! τι γαρ μειζον, το δωρον η το θυσιαστηριον το αγιαζον το δωρον; 19 You blind fools! For which is greater, the gift, or the altar that sanctifies the gift?
19 μωροὶ καὶ τυφλοί! τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
20 ο ουν ομοσας εν τω θυσιαστηριω ομνυει εν αυτω και εν πασιν τοις επανω αυτου· 20 He therefore who swears by the altar, swears by it and by everything on it.
20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ·
21 και ο ομοσας εν τω ναω ομνυει εν αυτω και εν τω κατοικησαντι αυτον· 21 He who swears by the temple, swears by it and by him who has been living in it.
21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν·
22 και ο ομοσας εν τω ουρανω ομνυει εν τω θρονω του θεου και εν τω καθημενω επανω αυτου. 22 He who swears by heaven, swears by the throne of God and by him who sits on it.
22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 ουαι υμιν, γραμματεις και φαρισαιοι υποκριται, οτι αποδεκατουτε το ηδυοσμον και το ανηθον και το κυμινον, και αφηκατε τα βαρυτερα του νομου, την κρισιν και τον ελεον και την πιστιν· ταυτα δε εδει ποιησαι κακεινα μη αφιεναι. 23 “Woe to you, scribes and Pharisees, hypocrites! For you tithe mint, dill, and cumin, and have left undone the weightier matters of the law: justice, mercy, and faith. But you ought to have done these, and not to have left the other undone.
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι.
24 οδηγοι τυφλοι, οι διυλιζοντες τον κωνωπα, την δε καμηλον καταπινοντες! 24 You blind guides, who strain out a gnat, and swallow a camel!
24 ὁδηγοὶ τυφλοί, οἱ διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες!
25 ουαι υμιν, γραμματεις και φαρισαιοι υποκριται, οτι καθαριζετε το εξωθεν του ποτηριου και της παροψιδος, εσωθεν δε γεμουσιν εξ αρπαγης και αδικιας. 25 “Woe to you, scribes and Pharisees, hypocrites! For you clean the outside of the cup and of the platter, but within they are full of extortion and unrighteousness.
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας.
26 φαρισαιε τυφλε, καθαρισον πρωτον το εντος του ποτηριου και της παροψιδος, ινα γενηται και το εκτος αυτων καθαρον. 26 You blind Pharisee, first clean the inside of the cup and of the platter, that its outside may become clean also.
26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
27 ουαι υμιν, γραμματεις και φαρισαιοι υποκριται, οτι παρομοιαζετε ταφοις κεκονιαμενοις, οιτινες εξωθεν μεν φαινονται ωραιοι, εσωθεν δε γεμουσιν οστεων νεκρων και πασης ακαθαρσιας. 27 “Woe to you, scribes and Pharisees, hypocrites! For you are like whitened tombs, which outwardly appear beautiful, but inwardly are full of dead men’s bones and of all uncleanness.
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
28 ουτως και υμεις εξωθεν μεν φαινεσθε τοις ανθρωποις δικαιοι, εσωθεν δε μεστοι εστε υποκρισεως και ανομιας. 28 Even so you also outwardly appear righteous to men, but inwardly you are full of hypocrisy and iniquity.
28 οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
29 ουαι υμιν, γραμματεις και φαρισαιοι υποκριται, οτι οικοδομειτε τους ταφους των προφητων και κοσμειτε τα μνημεια των δικαιων, 29 “Woe to you, scribes and Pharisees, hypocrites! For you build the tombs of the prophets and decorate the tombs of the righteous,
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
30 και λεγετε· ει ημεν εν ταις ημεραις των πατερων ημων, ουκ αν ημεν κοινωνοι αυτων εν τω αιματι των προφητων. 30 and say, ‘If we had lived in the days of our fathers, we wouldn’t have been partakers with them in the blood of the prophets.’
30 καὶ λέγετε· εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
31 ωστε μαρτυρειτε εαυτοις οτι υιοι εστε των φονευσαντων τους προφητας. 31 Therefore you testify to yourselves that you are children of those who killed the prophets.
31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.
32 και υμεις πληρωσατε το μετρον των πατερων υμων. 32 Fill up, then, the measure of your fathers.
32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
33 οφεις, γεννηματα εχιδνων! πως φυγητε απο της κρισεως της γεεννης; 33 You serpents, you offspring of vipers, how will you escape the judgment of Gehenna?
33 ὄφεις, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
34 δια τουτο ιδου εγω αποστελλω προς υμας προφητας και σοφους και γραμματεις, και εξ αυτων αποκτενειτε και σταυρωσετε, και εξ αυτων μαστιγωσετε εν ταις συναγωγαις υμων και διωξετε απο πολεως εις πολιν, 34 Therefore, behold, I send to you prophets, wise men, and scribes. Some of them you will kill and crucify; and some of them you will scourge in your synagogues and persecute from city to city,
34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν,
35 οπως ελθη εφ υμας παν αιμα δικαιον εκχυνομενον επι της γης απο του αιματος αβελ του δικαιου εως του αιματος ζαχαριου υιου βαραχιου, ον εφονευσατε μεταξυ του ναου και του θυσιαστηριου. 35 that on you may come all the righteous blood shed on the earth, from the blood of righteous Abel to the blood of Zachariah son of Barachiah, whom you killed between the sanctuary and the altar.
35 ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
36 αμην λεγω υμιν οτι ηξει ταυτα παντα επι την γενεαν ταυτην. 36 Most certainly I tell you, all these things will come upon this generation.
36 ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
37 ιερουσαλημ ιερουσαλημ, η αποκτεννουσα τους προφητας και λιθοβολουσα τους απεσταλμενους προς αυτην! ποσακις ηθελησα επισυναγαγειν τα τεκνα σου ον τροπον επισυναγει ορνις τα νοσσια εαυτης υπο τας πτερυγας, και ουκ ηθελησατε. 37 “Jerusalem, Jerusalem, who kills the prophets and stones those who are sent to her! How often I would have gathered your children together, even as a hen gathers her chicks under her wings, and you would not!
37 Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
38 ιδου αφιεται υμιν ο οικος υμων ερημος. 38 Behold, your house is left to you desolate.
38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
39 λεγω γαρ υμιν, ου μη με ιδετε απ αρτι εως αν ειπητε, ευλογημενος ο ερχομενος εν ονοματι κυριου. 39 For I tell you, you will not see me from now on, until you say, ‘Blessed is he who comes in the name of the Lord!’”
39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾽ ἄρτι ἕως ἂν εἴπητε, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.