Skip to the text

Philemon · Patriarchal Text (Antoniades 1904/1912)

Philemon 1 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 παυλος, δεσμιος χριστου ιησου, και τιμοθεος ο αδελφος, φιλημονι τω αγαπητω και συνεργω ημων
1 Παῦλος, δέσμιος Χριστοῦ Ἰησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
2 και απφια τη αγαπητη και αρχιππω τω συστρατιωτη ημων και τη κατ οικον σου εκκλησια·
2 καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ·
3 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου.
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
4 ευχαριστω τω θεω μου παντοτε μνειαν σου ποιουμενος επι των προσευχων μου,
4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
5 ακουων σου την αγαπην και την πιστιν ην εχεις προς τον κυριον ιησουν και εις παντας τους αγιους,
5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
6 οπως η κοινωνια της πιστεως σου ενεργης γενηται εν επιγνωσει παντος αγαθου του εν ημιν εις χριστον ιησουν.
6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν.
7 χαριν γαρ εχομεν πολλην και παρακλησιν επι τη αγαπη σου, οτι τα σπλαγχνα των αγιων αναπεπαυται δια σου, αδελφε.
7 χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
8 διο, πολλην εν χριστω παρρησιαν εχων επιτασσειν σοι το ανηκον,
8 Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
9 δια την αγαπην μαλλον παρακαλω· τοιουτος ων, ως παυλος πρεσβυτης, νυνι δε και δεσμιος ιησου χριστου,
9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ· τοιοῦτος ὤν, ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ,
10 παρακαλω σε περι του εμου τεκνου, ον εγεννησα εν τοις δεσμοις μου, ονησιμον,
10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον,
11 τον ποτε σοι αχρηστον, νυνι δε σοι και εμοι ευχρηστον, ον ανεπεμψα·
11 τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα·
12 συ δε αυτον, τουτ εστιν τα εμα σπλαγχνα, προσλαβου·
12 σὺ δὲ αὐτόν, τοῦτ᾽ ἔστι τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ·
13 ον εγω εβουλομην προς εμαυτον κατεχειν, ινα υπερ σου διακονη μοι εν τοις δεσμοις του ευαγγελιου·
13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου·
14 χωρις δε της σης γνωμης ουδεν ηθελησα ποιησαι, ινα μη ως κατα αναγκην το αγαθον σου η, αλλα κατα εκουσιον.
14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον.
15 ταχα γαρ δια τουτο εχωρισθη προς ωραν, ινα αιωνιον αυτον απεχης,
15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς,
16 ουκετι ως δουλον, αλλ υπερ δουλον, αδελφον αγαπητον, μαλιστα εμοι, ποσω δε μαλλον σοι και εν σαρκι και εν κυριω!
16 οὐκέτι ὡς δοῦλον, ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ!
17 ει ουν με εχεις κοινωνον, προσλαβου αυτον ως εμε.
17 εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
18 ει δε τι ηδικησεν σε η οφειλει, τουτο εμοι ελλογει·
18 εἰ δέ τι ἠδίκησέ σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει·
19 εγω παυλος εγραψα τη εμη χειρι, εγω αποτισω· ινα μη λεγω σοι οτι και σεαυτον μοι προσοφειλεις.
19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
20 ναι, αδελφε, εγω σου οναιμην εν κυριω· αναπαυσον μου τα σπλαγχνα εν κυριω.
20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ.
21 πεποιθως τη υπακοη σου εγραψα σοι, ειδως οτι και υπερ ο λεγω ποιησεις.
21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις.
22 αμα δε και ετοιμαζε μοι ξενιαν· ελπιζω γαρ οτι δια των προσευχων υμων χαρισθησομαι υμιν.
22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
23 ασπαζεται σε επαφρας ο συναιχμαλωτος μου εν χριστω ιησου,
23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
24 μαρκος, αρισταρχος, δημας, λουκας, οι συνεργοι μου.
24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
25 η χαρις του κυριου ημων ιησου χριστου μετα του πνευματος υμων· αμην.
25 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν· ἀμήν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Apphia

    Sister addressed with Philemon

    Addressed by Paul together with Philemon and Archippus in the letter to Philemon.

    Cited in the guide: Philemon 2

  • Archippus

    Fellow soldier of Paul

    Called by Paul his fellow soldier and told to complete the ministry he received in the Lord.

    Cited in the guide: Colossians 4:17; Philemon 2

  • Demas

    Coworker of Paul

    A coworker of Paul who sends greetings from Rome, but later deserted him because he loved the present world.

    Cited in the guide: Colossians 4:14; 2 Timothy 4:10; Philemon 24

  • Epaphras

    Founder of the Colossian church

    A faithful minister of Christ who taught the Colossians, wrestled for them in prayer, and was Paul's fellow prisoner.

    Cited in the guide: Colossians 1:7; Colossians 4:12; Philemon 23

  • Luke

    Beloved physician and coworker of Paul

    Paul's beloved physician and coworker who stayed with him when others had left him in his final imprisonment.

    Cited in the guide: Colossians 4:14; 2 Timothy 4:11; Philemon 24

  • Onesimus

    Runaway slave of Philemon

    A slave who became a believer through Paul in prison and whom Paul sent back to Philemon as a beloved brother.

    Cited in the guide: Colossians 4:9; Philemon 10

  • Philemon

    Beloved coworker of Paul

    The believer to whom Paul wrote on behalf of Onesimus; a church met in his house.

    Cited in the guide: Philemon 1

Cross references (25)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Philippians 2:25; Ephesians 3:1; Colossians 1:1; Philemon 9; 1 Corinthians 3:9
  2. 2 Philippians 2:25; Colossians 4:17; Romans 16:5; Colossians 4:15; 2 Timothy 2:3–4
  3. 3 Romans 1:7; Ephesians 1:2; 2 Corinthians 13:14
  4. 4 Romans 1:8; Ephesians 1:16; Colossians 1:3; Philippians 1:3; 2 Thessalonians 1:3
  5. 5 Colossians 1:4; Ephesians 1:15; Psalm 16:3; 1 John 5:1–2; 1 Corinthians 16:1
  6. 6 2 Peter 1:8; Philippians 1:9–11; Colossians 1:9; 1 Peter 1:5–8; Matthew 5:16
  7. 7 2 Corinthians 7:13; 2 Corinthians 7:4; 1 Thessalonians 3:9; 3 John 3–6; 1 Thessalonians 2:19
  8. 8 1 Thessalonians 2:6; 2 Corinthians 10:8; 2 Corinthians 3:12; 2 Corinthians 10:1–2; 1 Thessalonians 2:2
  9. 9 2 Corinthians 5:20; Romans 12:1; Ephesians 4:1; Ephesians 3:1; Philemon 1–25
  10. 10 Colossians 4:9; 1 Corinthians 4:15; Galatians 4:19; 1 Timothy 1:2; Titus 1:4
  11. 11 2 Timothy 4:11; Job 30:1–2; 1 Peter 2:10; Luke 15:32; Romans 3:12
  12. 12 Matthew 6:14–15; Ephesians 4:32; Luke 15:20; Mark 11:25; Jeremiah 31:20
  13. 13 Ephesians 3:1; Philippians 1:7; 1 Corinthians 16:17; Philippians 2:30; Philemon 1
  14. 14 2 Corinthians 9:7; 1 Peter 5:2–3; 1 Chronicles 29:17; 1 Corinthians 9:17; 2 Corinthians 8:12
  15. 15 Genesis 50:20; Genesis 45:5–8; Isaiah 20:6; Acts 4:28
  16. 16 Colossians 3:22; Matthew 23:8; 1 Timothy 6:2; 1 Corinthians 7:22; Ephesians 6:5–7
  17. 17 2 Corinthians 8:23; Matthew 10:40; Philemon 12; Matthew 18:5; Ephesians 3:6
  18. 18 Isaiah 53:4–7
  19. 19 Galatians 6:11; 1 Corinthians 16:21–22; Galatians 5:2; James 5:19–20; 1 Corinthians 4:15
  20. 20 Philemon 7; 3 John 4; Hebrews 13:17; Philemon 12; 1 Thessalonians 3:7–9
  21. 21 2 Thessalonians 3:4; 2 Corinthians 2:3; 2 Corinthians 7:16; Galatians 5:10; 2 Corinthians 8:22
  22. 22 2 Corinthians 1:11; Philippians 2:24; 2 John 12; Acts 28:23; Philippians 1:19
  23. 23 Colossians 1:7; Colossians 4:12; Romans 16:7; Colossians 4:10
  24. 24 Colossians 4:10; 2 Timothy 4:10–11; Colossians 4:14; Acts 12:12; Acts 15:37–39
  25. 25 2 Timothy 4:22; Galatians 6:18; Romans 16:20; Romans 16:23

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 1 John Chrysostom, Homilies on Philemon (Homily I)

    These things are said to a master in behalf of a servant. Immediately at the outset, he has pulled down his spirit, and not suffered him to be ashamed, he has quenched his anger; calling himself a prisoner, he strikes him with compunction, and makes him collect himself, and makes it appear that present things are nothing.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)