Skip to the text

Romans · Patriarchal Text (Antoniades 1904/1912)

Romans 10 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 αδελφοι, η μεν ευδοκια της εμης καρδιας και η δεησις η προς τον θεον υπερ του ισραηλ εστιν εις σωτηριαν·
1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν·
2 μαρτυρω γαρ αυτοις οτι ζηλον θεου εχουσιν, αλλ ου κατ επιγνωσιν.
2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν.
3 αγνοουντες γαρ την του θεου δικαιοσυνην, και την ιδιαν δικαιοσυνην ζητουντες στησαι, τη δικαιοσυνη του θεου ουχ υπεταγησαν.
3 ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
4 τελος γαρ νομου χριστος εις δικαιοσυνην παντι τω πιστευοντι.
4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
5 μωυσης γαρ γραφει την δικαιοσυνην την εκ του νομου, οτι ο ποιησας αυτα ανθρωπος ζησεται εν αυτοις·
5 Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς·
6 η δε εκ πιστεως δικαιοσυνη ουτως λεγει· μη ειπης εν τη καρδια σου, τις αναβησεται εις τον ουρανον; τουτ εστιν χριστον καταγαγειν·
6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾽ ἔστι Χριστὸν καταγαγεῖν·
7 η τις καταβησεται εις την αβυσσον; τουτ εστιν χριστον εκ νεκρων αναγαγειν.
7 ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ᾽ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
8 αλλα τι λεγει; εγγυς σου το ρημα εστιν, εν τω στοματι σου και εν τη καρδια σου· τουτ εστιν το ρημα της πιστεως ο κηρυσσομεν.
8 ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
9 οτι εαν ομολογησης εν τω στοματι σου κυριον ιησουν, και πιστευσης εν τη καρδια σου οτι ο θεος αυτον ηγειρεν εκ νεκρων, σωθηση·
9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
10 καρδια γαρ πιστευεται εις δικαιοσυνην, στοματι δε ομολογειται εις σωτηριαν.
10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
11 λεγει γαρ η γραφη· πας ο πιστευων επ αυτω ου καταισχυνθησεται.
11 λέγει γὰρ ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.
12 ου γαρ εστιν διαστολη ιουδαιου τε και ελληνος· ο γαρ αυτος κυριος παντων, πλουτων εις παντας τους επικαλουμενους αυτον·
12 οὐ γὰρ ἔστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·
13 πας γαρ ος αν επικαλεσηται το ονομα κυριου σωθησεται.
13 πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
14 πως ουν επικαλεσονται εις ον ουκ επιστευσαν; πως δε πιστευσουσιν ου ουκ ηκουσαν; πως δε ακουσουσιν χωρις κηρυσσοντος;
14 πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος;
15 πως δε κηρυξουσιν εαν μη αποσταλωσιν; καθως γεγραπται· ως ωραιοι οι ποδες των ευαγγελιζομενων ειρηνην, των ευαγγελιζομενων τα αγαθα!
15 πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!
16 αλλ ου παντες υπηκουσαν τω ευαγγελιω· ησαιας γαρ λεγει· κυριε, τις επιστευσεν τη ακοη ημων;
16 Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;
17 αρα η πιστις εξ ακοης, η δε ακοη δια ρηματος θεου.
17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ.
18 αλλα λεγω, μη ουκ ηκουσαν; μενουνγε εις πασαν την γην εξηλθεν ο φθογγος αυτων, και εις τα περατα της οικουμενης τα ρηματα αυτων.
18 ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
19 αλλα λεγω, μη ουκ εγνω ισραηλ; πρωτος μωυσης λεγει· εγω παραζηλωσω υμας επ ουκ εθνει, επι εθνει ασυνετω παροργιω υμας.
19 ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ; πρῶτος Μωϋσῆς λέγει· ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
20 ησαιας δε αποτολμα και λεγει· ευρεθην τοις εμε μη ζητουσιν, εμφανης εγενομην τοις εμε μη επερωτωσιν.
20 Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.
21 προς δε τον ισραηλ λεγει· ολην την ημεραν εξεπετασα τας χειρας μου προς λαον απειθουντα και αντιλεγοντα.
21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
Cross references (21)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Corinthians 9:20–22; John 5:34; Romans 9:1–3; Exodus 32:13; Jeremiah 18:20
  2. 2 Acts 21:20; Romans 9:31–32; Proverbs 19:2; Philippians 1:9; Philippians 3:6
  3. 3 Luke 16:15; Philippians 3:9; 2 Corinthians 5:21; Revelation 3:17–18; Romans 5:19
  4. 4 Galatians 3:24; Romans 8:3–4; Matthew 5:17–18; Acts 13:38–39; John 1:17
  5. 5 Leviticus 18:5; Nehemiah 9:29; Ezekiel 20:11; Ezekiel 20:13; Ezekiel 20:21
  6. 6 Deuteronomy 30:11–14; Proverbs 30:4; Ephesians 4:8–10; John 3:12–13; John 6:58
  7. 7 Hebrews 13:20; Revelation 1:18; Romans 4:25
  8. 8 Deuteronomy 30:14; Romans 1:16–17; 1 Timothy 4:6; 1 Peter 1:25; Galatians 3:2
  9. 9 Luke 12:8; Acts 16:31; Philippians 2:11; Matthew 10:32–33; 1 John 4:2–3
  10. 10 1 John 4:15; Romans 10:9; Galatians 2:16; John 1:12–13; John 3:19–21
  11. 11 Isaiah 28:16; Romans 9:33; 1 Peter 2:6; Isaiah 49:23; Jeremiah 17:7
  12. 12 Philippians 4:19; Revelation 17:14; Galatians 3:28; Romans 3:22; Colossians 3:11
  13. 13 Acts 2:21; Joel 2:32
  14. 14 Mark 16:15–16; Acts 26:17–18; Titus 1:3; Acts 8:31; Hebrews 11:6
  15. 15 Isaiah 52:7; Nahum 1:15; Ephesians 2:17; Matthew 28:18–20; Isaiah 61:1
  16. 16 Isaiah 53:1; Romans 3:3; John 12:38–40; Hebrews 4:2; Galatians 5:7
  17. 17 Galatians 3:2; Galatians 3:5; Colossians 3:16; Luke 11:28; 1 Thessalonians 2:13
  18. 18 Psalm 19:4; Matthew 24:14; Romans 1:8; 1 Thessalonians 1:8; Colossians 1:23
  19. 19 Deuteronomy 32:21; Romans 11:11; Romans 11:14; 1 Peter 2:10; Titus 3:3
  20. 20 Isaiah 65:1–2; Romans 9:30; Isaiah 55:4–5; Matthew 22:9–10; Isaiah 49:6
  21. 21 Isaiah 65:2–5; Proverbs 1:24; Jeremiah 35:15; Matthew 21:33–43; Nehemiah 9:26

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 10:1 John Chrysostom, Homilies on Romans (Homily XVII)

    He is now going again to rebuke them more vehemently than before. Wherefore he again does away with every suspicion of hatred, and makes a great effort beforehand to correct misapprehension. Do not then, he says, mind words or accusations, but observe that it is not in any hostile spirit that I say this.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 10:15 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XIII)

    And again, when Paul says, "How beautiful are the feet of those bringing glad tidings of good things, and preaching the Gospel of peace," he shows clearly that it was not merely one, but there were many who used to preach the truth.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 10:14 Augustine of Hippo, Confessions (Book I)

    "But how shall they call on Him in whom they have not believed? or how shall they believe without a preacher?" And those who seek the Lord shall praise Him.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 10:2 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily VI)

    … I know nothing by myself," saith one, "yet am I not hereby justified:" --both for what we have done in ignorance, and what in knowledge; "For I bear them record," it is said, "that they have a zeal of God, but not according to knowledge;" but yet this doth not suffice for an excuse for them.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 10:6 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIV)

    And again he aims at them, and speaks thus, Say not in thine heart, who shall ascend into heaven; or who shall descend into the deep? that is, to bring up Christ from the dead; and in like manner warning as he has elsewhere written again, Remember Jesus Christ raised from the dead; and again, And if Christ be …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)