Skip to the text

Romans · Patriarchal Text (Antoniades 1904/1912)

Romans 12 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 παρακαλω ουν υμας, αδελφοι, δια των οικτιρμων του θεου, παραστησαι τα σωματα υμων θυσιαν ζωσαν, αγιαν, ευαρεστον τω θεω, την λογικην λατρειαν υμων,
1 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν,
2 και μη συσχηματιζεσθαι τω αιωνι τουτω, αλλα μεταμορφουσθαι τη ανακαινωσει του νοος υμων, εις το δοκιμαζειν υμας τι το θελημα του θεου, το αγαθον και ευαρεστον και τελειον.
2 καὶ μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθαι τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
3 λεγω γαρ δια της χαριτος της δοθεισης μοι παντι τω οντι εν υμιν, μη υπερφρονειν παρ ο δει φρονειν, αλλα φρονειν εις το σωφρονειν, εκαστω ως ο θεος εμερισεν μετρον πιστεως.
3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.
4 καθαπερ γαρ εν ενι σωματι μελη πολλα εχομεν, τα δε μελη παντα ου την αυτην εχει πραξιν,
4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
5 ουτως οι πολλοι εν σωμα εσμεν εν χριστω, ο δε καθ εις αλληλων μελη.
5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ᾽ εἷς ἀλλήλων μέλη.
6 εχοντες δε χαρισματα κατα την χαριν την δοθεισαν ημιν διαφορα, ειτε προφητειαν, κατα την αναλογιαν της πιστεως,
6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως,
7 ειτε διακονιαν, εν τη διακονια, ειτε ο διδασκων, εν τη διδασκαλια,
7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ,
8 ειτε ο παρακαλων, εν τη παρακλησει, ο μεταδιδους, εν απλοτητι, ο προισταμενος, εν σπουδη, ο ελεων, εν ιλαροτητι.
8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
9 η αγαπη ανυποκριτος. αποστυγουντες το πονηρον, κολλωμενοι τω αγαθω,
9 Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ,
10 τη φιλαδελφια εις αλληλους φιλοστοργοι, τη τιμη αλληλους προηγουμενοι,
10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
11 τη σπουδη μη οκνηροι, τω πνευματι ζεοντες, τω κυριω δουλευοντες,
11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες,
12 τη ελπιδι χαιροντες, τη θλιψει υπομενοντες, τη προσευχη προσκαρτερουντες,
12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
13 ταις χρειαις των αγιων κοινωνουντες, την φιλοξενιαν διωκοντες.
13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.
14 ευλογειτε τους διωκοντας υμας, ευλογειτε και μη καταρασθε.
14 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
15 χαιρειν μετα χαιροντων και κλαιειν μετα κλαιοντων.
15 χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων.
16 το αυτο εις αλληλους φρονουντες. μη τα υψηλα φρονουντες, αλλα τοις ταπεινοις συναπαγομενοι. μη γινεσθε φρονιμοι παρ εαυτοις.
16 τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς.
17 μηδενι κακον αντι κακου αποδιδοντες. προνοουμενοι καλα ενωπιον παντων ανθρωπων·
17 μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων·
18 ει δυνατον, το εξ υμων μετα παντων ανθρωπων ειρηνευοντες.
18 εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.
19 μη εαυτους εκδικουντες, αγαπητοι, αλλα δοτε τοπον τη οργη· γεγραπται γαρ· εμοι εκδικησις, εγω ανταποδωσω, λεγει κυριος.
19 μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.
20 εαν ουν πεινα ο εχθρος σου, ψωμιζε αυτον, εαν διψα, ποτιζε αυτον· τουτο γαρ ποιων ανθρακας πυρος σωρευσεις επι την κεφαλην αυτου.
20 ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
21 μη νικω υπο του κακου, αλλα νικα εν τω αγαθω το κακον.
21 μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
Cross references (21)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Peter 2:5; Romans 6:13; Romans 6:19; Hebrews 13:15–16; Ephesians 4:1
  2. 2 1 Peter 1:14; Ephesians 4:22–24; 2 Corinthians 5:17; Colossians 3:10; 1 John 2:15–17
  3. 3 Galatians 6:3; Philippians 2:3–8; Proverbs 26:12; 1 Peter 5:5; Romans 12:16
  4. 4 1 Corinthians 12:27; 1 Corinthians 12:12–14; Ephesians 4:15–16; 1 Corinthians 12:4; Ephesians 4:4
  5. 5 1 Corinthians 12:20; 1 Corinthians 12:27–28; Ephesians 4:25; 1 Corinthians 10:17; Ephesians 5:30
  6. 6 1 Peter 4:10–11; 1 Corinthians 7:7; 1 Corinthians 12:28–31; 1 Corinthians 12:4–11; Romans 12:3
  7. 7 Acts 13:1; 2 Timothy 4:2; 1 Timothy 5:17; Ephesians 4:11; Psalm 34:11
  8. 8 2 Corinthians 9:7; 1 Timothy 5:17; 1 Timothy 3:4–5; 1 Corinthians 12:28; Acts 15:32
  9. 9 Psalm 34:14; 1 Peter 4:8; 1 Timothy 1:5; 1 John 3:18–20; 1 Peter 3:10–11
  10. 10 Philippians 2:3; John 13:34–35; Hebrews 13:1; 1 John 4:11; 1 Peter 3:8–9
  11. 11 Hebrews 6:10–11; Acts 18:25; Revelation 3:15–16; Proverbs 13:4; Colossians 3:22–24
  12. 12 Romans 15:13; Hebrews 10:36; Psalm 62:8; Romans 5:2–4; Philippians 4:6–7
  13. 13 Hebrews 13:16; 2 Corinthians 9:12; 1 John 3:17; Galatians 6:10; Hebrews 6:10
  14. 14 1 Peter 3:9; Matthew 5:44; 1 Thessalonians 5:15; 1 Corinthians 4:12–13; Romans 12:21
  15. 15 1 Corinthians 12:26; Hebrews 13:3; Psalm 35:13–14; John 11:33–36; Job 30:25
  16. 16 1 Peter 3:8; Proverbs 3:7; James 3:13–17; Philippians 2:2–3; Romans 12:3
  17. 17 Proverbs 20:22; 1 Thessalonians 5:15; 1 Peter 3:9; Matthew 5:39; 2 Corinthians 8:20–21
  18. 18 Hebrews 12:14; Matthew 5:9; Romans 14:19; 2 Corinthians 13:11; James 3:16–18
  19. 19 Deuteronomy 32:35; Hebrews 10:30; Proverbs 24:29; Proverbs 20:22; Romans 12:17
  20. 20 Proverbs 25:21–22; Matthew 5:44; Luke 6:27; Exodus 23:4–5; 2 Kings 6:22
  21. 21 1 Peter 3:9; Luke 6:27–30; Proverbs 16:32

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 12:1 John Chrysostom, Homilies on Romans (Homily XX)

    After discoursing at large upon the love of God toward man, and pointing out His unspeakable concern for us, and unutterable goodness, which cannot even be searched into, he next puts it forward with a view of persuading those who have received the benefit to exhibit a conversation worthy of the gift.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 12:5 Clement of Rome, First Epistle to the Corinthians (Chapters XLVI–LII)

    Why do we divide and tear to pieces the members of Christ, and raise up strife against our own body, and have reached such a height of madness as to forget that "we are members one of another?" Remember the words of our Lord Jesus Christ, how He said, "Woe to that man [by whom offences come]!

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 12:16 Irenaeus of Lyons, Against Heresies (Book V, Chapter XIX)

    … pride, nor should we tempt God, but should feel humility in all things, and have ready to hand [this saying], "Thou shall not tempt the Lord thy God." As also the apostle taught, saying, "Minding not high things, but consenting to things of low estate;" that we should neither be ensnared with riches, nor mundane glory, nor present fancy, but …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 12:11 Augustine of Hippo, Confessions (Book VI)

    … this custom had it been forbidden by another whom she loved not as Ambrose, whom, out of regard for my salvation, she loved most dearly; and he loved her truly, on account of her most religious conversation, whereby, in good works so "fervent in spirit," she frequented the church; so that he would often, when he saw me, burst forth …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 12:19 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XVI)

    When we do so as avenging ourselves: which Paul also forbidding, said "Avenge not yourselves, dearly beloved, but rather give place unto wrath." When we are contending for riches: yea, for this hath he also taken away, where he saith, "Why do ye not rather take wrong?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)