Skip to the text

John · Byzantine Textform (Robinson-Pierpont 2018)

John 16 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ταυτα λελαληκα υμιν ινα μη σκανδαλισθητε
1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.
2 αποσυναγωγουσ ποιησουσιν υμασ αλλ ερχεται ωρα ινα πασ ο αποκτεινασ υμασ δοξη λατρειαν προσφερειν τω θεω
2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
3 και ταυτα ποιησουσιν οτι ουκ εγνωσαν τον πατερα ουδε εμε
3 καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.
4 αλλα ταυτα λελαληκα υμιν ινα οταν ελθη η ωρα μνημονευητε αυτων οτι εγω ειπον υμιν ταυτα δε υμιν εξ αρχησ ουκ ειπον οτι μεθ υμων ημην
4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα, μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ᾽ ὑμῶν ἤμην.
5 νυν δε υπαγω προσ τον πεμψαντα με και ουδεισ εξ υμων ερωτα με που υπαγεισ
5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με ποῦ ὑπάγεις!
6 αλλ οτι ταυτα λελαληκα υμιν η λυπη πεπληρωκεν υμων την καρδιαν
6 ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
7 αλλ εγω την αληθειαν λεγω υμιν συμφερει υμιν ινα εγω απελθω εαν γαρ εγω μη απελθω ο παρακλητοσ ουκ ελευσεται προσ υμασ εαν δε πορευθω πεμψω αυτον προσ υμασ
7 ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς·
8 και ελθων εκεινοσ ελεγξει τον κοσμον περι αμαρτιασ και περι δικαιοσυνησ και περι κρισεωσ
8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως.
9 περι αμαρτιασ μεν οτι ου πιστευουσιν εισ εμε
9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·
10 περι δικαιοσυνησ δε οτι προσ τον πατερα μου υπαγω και ουκετι θεωρειτε με
10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα μου ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με·
11 περι δε κρισεωσ οτι ο αρχων του κοσμου τουτου κεκριται
11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
12 ετι πολλα εχω λεγειν υμιν αλλ ου δυνασθε βασταζειν αρτι
12 Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι.
13 οταν δε ελθη εκεινοσ το πνευμα τησ αληθειασ οδηγησει υμασ εισ πασαν την αληθειαν ου γαρ λαλησει αφ εαυτου αλλ οσα αν ακουση λαλησει και τα ερχομενα αναγγελει υμιν
13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
14 εκεινοσ εμε δοξασει οτι εκ του εμου ληψεται και αναγγελει υμιν
14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.
15 παντα οσα εχει ο πατηρ εμα εστιν δια τουτο ειπον οτι εκ του εμου λαμβανει και αναγγελει υμιν
15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.
16 μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με οτι υπαγω προσ τον πατερα
16 μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα.
17 ειπον ουν εκ των μαθητων αυτου προσ αλληλουσ τι εστιν τουτο ο λεγει ημιν μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με και οτι εγω υπαγω προσ τον πατερα
17 Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· τί ἐστι τοῦτο ὃ λέγει ἡμῖν, μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, καὶ ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα;
18 ελεγον ουν τουτο τι εστιν ο λεγει το μικρον ουκ οιδαμεν τι λαλει
18 ἔλεγον οὖν· τοῦτο τί ἐστιν ὃ λέγει τὸ μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ.
19 εγνω ουν ο ιησουσ οτι ηθελον αυτον ερωταν και ειπεν αυτοισ περι τουτου ζητειτε μετ αλληλων οτι ειπον μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με
19 ἔγνω οὖν ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· περὶ τούτου ζητεῖτε μετ᾽ ἀλλήλων ὅτι εἶπον, μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;
20 αμην αμην λεγω υμιν οτι κλαυσετε και θρηνησετε υμεισ ο δε κοσμοσ χαρησεται υμεισ δε λυπηθησεσθε αλλ η λυπη υμων εισ χαραν γενησεται
20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται·
21 η γυνη οταν τικτη λυπην εχει οτι ηλθεν η ωρα αυτησ οταν δε γεννηση το παιδιον ουκετι μνημονευει τησ θλιψεωσ δια την χαραν οτι εγεννηθη ανθρωποσ εισ τον κοσμον
21 ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.
22 και υμεισ ουν λυπην μεν νυν εχετε παλιν δε οψομαι υμασ και χαρησεται υμων η καρδια και την χαραν υμων ουδεισ αιρει αφ υμων
22 καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν.
23 και εν εκεινη τη ημερα εμε ουκ ερωτησετε ουδεν αμην αμην λεγω υμιν οτι οσα αν αιτησητε τον πατερα εν τω ονοματι μου δωσει υμιν
23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.
24 εωσ αρτι ουκ ητησατε ουδεν εν τω ονοματι μου αιτειτε και ληψεσθε ινα η χαρα υμων η πεπληρωμενη
24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
25 ταυτα εν παροιμιαισ λελαληκα υμιν αλλ ερχεται ωρα οτε ουκετι εν παροιμιαισ λαλησω υμιν αλλα παρρησια περι του πατροσ αναγγελω υμιν
25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἀλλ᾽ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀναγγελῶ ὑμῖν.
26 εν εκεινη τη ημερα εν τω ονοματι μου αιτησεσθε και ου λεγω υμιν οτι εγω ερωτησω τον πατερα περι υμων
26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν·
27 αυτοσ γαρ ο πατηρ φιλει υμασ οτι υμεισ εμε πεφιληκατε και πεπιστευκατε οτι εγω παρα του θεου εξηλθον
27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον.
28 εξηλθον παρα του πατροσ και εληλυθα εισ τον κοσμον παλιν αφιημι τον κοσμον και πορευομαι προσ τον πατερα
28 ἐξῆλθον παρὰ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
29 λεγουσιν αυτω οι μαθηται αυτου ιδε νυν παρρησια λαλεισ και παροιμιαν ουδεμιαν λεγεισ
29 Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ἴδε νῦν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις.
30 νυν οιδαμεν οτι οιδασ παντα και ου χρειαν εχεισ ινα τισ σε ερωτα εν τουτω πιστευομεν οτι απο θεου εξηλθεσ
30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.
31 απεκριθη αυτοισ ο ιησουσ αρτι πιστευετε
31 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· ἄρτι πιστεύετε·
32 ιδου ερχεται ωρα και νυν εληλυθεν ινα σκορπισθητε εκαστοσ εισ τα ιδια και εμε μονον αφητε και ουκ ειμι μονοσ οτι ο πατηρ μετ εμου εστιν
32 ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ᾽ ἐμοῦ ἐστι.
33 ταυτα λελαληκα υμιν ινα εν εμοι ειρηνην εχητε εν τω κοσμω θλιψιν εχετε αλλα θαρσειτε εγω νενικηκα τον κοσμον
33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
Cross references (33)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Peter 2:8; Matthew 13:21; Matthew 26:31–33; John 15:18–27; Matthew 24:10
  2. 2 John 9:22; Acts 26:9–11; Romans 10:2–3; Acts 22:3–4; Matthew 10:28
  3. 3 John 15:21; John 17:25; John 8:19; 2 Thessalonians 1:8; 2 Thessalonians 2:10–12
  4. 4 John 14:29; Mark 13:23; John 13:19; John 17:12–13; Matthew 9:15
  5. 5 John 13:36; John 7:33; John 16:28; Ephesians 4:7–11; John 14:4–6
  6. 6 Luke 24:17; John 20:11–15; Luke 22:45; John 16:20–22; John 14:1
  7. 7 John 14:26; John 14:16–17; John 15:26; Acts 2:33; John 7:39
  8. 8 Jude 15; Acts 2:37; Zechariah 12:10; Acts 16:29–30; John 8:9
  9. 9 John 15:22–25; John 12:47–48; John 8:23–24; Mark 16:16; Hebrews 3:12
  10. 10 2 Corinthians 5:21; 1 Peter 3:18; Romans 10:3–4; 1 Corinthians 1:30; 1 Timothy 3:16
  11. 11 John 12:31; 1 John 3:8; Colossians 2:15; Hebrews 2:14; John 14:30
  12. 12 Mark 4:33; John 15:15; 1 Corinthians 3:1–2; Acts 1:3; Hebrews 5:11–14
  13. 13 John 14:26; 1 Corinthians 2:10–13; John 14:17; John 15:26; 1 John 2:27
  14. 14 1 John 4:13–14; 2 Corinthians 3:14–18; John 15:26; Revelation 19:10; 1 Corinthians 12:3
  15. 15 John 17:10; Matthew 11:27; John 3:35; Luke 10:22; Colossians 1:19
  16. 16 John 7:33; Acts 10:40–41; John 16:22; John 14:18–24; John 16:28
  17. 17 John 16:16; Mark 9:32; John 16:5; John 14:5; John 16:19
  18. 18 Luke 24:25; Hebrews 5:12; Matthew 16:9–11
  19. 19 John 14:19; John 16:16; John 16:30; John 13:33; Hebrews 4:13
  20. 20 James 1:2; Matthew 5:4; Revelation 7:14–17; Psalm 126:5–6; Mark 16:10
  21. 21 Isaiah 13:8; Psalm 113:9; 1 Thessalonians 5:3; Jeremiah 30:6–7; Isaiah 26:16–18
  22. 22 1 Peter 1:8; Acts 13:52; John 16:6; 2 Thessalonians 2:16; 1 Peter 4:13–14
  23. 23 John 15:7; John 14:13–14; Matthew 21:22; Isaiah 65:24; 1 John 5:14–16
  24. 24 Matthew 7:7–8; James 4:2–3; John 15:11; John 16:23; 2 Thessalonians 2:16–17
  25. 25 John 16:12; Mark 4:13; John 10:6; John 16:28–29; Matthew 13:34–35
  26. 26 Romans 8:34; John 17:9; John 17:24; John 17:19; John 16:23
  27. 27 John 14:23; John 14:21; John 17:23; John 8:42; 1 John 4:19
  28. 28 John 13:1; John 13:3; John 8:14; John 14:28; John 17:5
  29. 29 John 16:25
  30. 30 John 21:17; John 17:8; Hebrews 4:13; John 16:17; John 16:27–28
  31. 31 Luke 9:44–45; John 13:38
  32. 32 Zechariah 13:7; Matthew 26:31; John 8:29; Mark 14:27; John 8:16
  33. 33 John 14:27; 1 John 5:4; 2 Thessalonians 3:16; 1 John 4:4; Philippians 4:7

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 16:7 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XCIII)

    The medicine for all the wounds of the soul, and the one propitiation for the offences of men, is to believe on Christ; nor can any one be cleansed at all, whether from original sin which he derived from Adam, in whom all men have sinned, and become by nature children of wrath; or from the sins which they have …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 16:4 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XVI — 4-7)

    When the Lord Jesus had foretold His disciples the persecutions they would have to suffer after His departure, He went on to say: "And these things I said not unto you at the beginning, because I was with you; but now I go my way to Him that sent me." And here the first thing we have to look at …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Commentary 16:4 John Chrysostom, Homilies on the Gospel of John (Homily LXXVIII)

    Great is the tyranny of despondency, and much courage do we need so as to stand manfully against the feeling, and after gathering from it what is useful, to let the superfluous go.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Quotes verse 16:12 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book II, Chapters XIX–XX)

    … under their feet, and turn again and rend you." For the Lord Himself, although He never told a lie, yet showed that He was concealing certain truths, when He said, "I have yet many things to say unto you, but ye cannot bear them now." And the Apostle Paul, too, says: "And I, brethren, could not speak unto you as …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  5. Quotes verse 16:33 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXI)

    For, saith He, "In sorrow thou shalt bring forth children;" and, "In the sweat of thy face shalt thou eat thy bread;" and, "In the world ye shall have tribulation." But of our state there, no such word at all is spoken, but all the contrary; that "grief and sorrow and sighing have fled away." And that "men shall come …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)