Skip to the text

John · Byzantine Textform (Robinson-Pierpont 2018)

John 2 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και τη ημερα τη τριτη γαμοσ εγενετο εν κανα τησ γαλιλαιασ και ην η μητηρ του ιησου εκει
1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾶ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·
2 εκληθη δε και ο ιησουσ και οι μαθηται αυτου εισ τον γαμον
2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.
3 και υστερησαντοσ οινου λεγει η μητηρ του ιησου προσ αυτον οινον ουκ εχουσιν
3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· οἶνον οὐκ ἔχουσι.
4 λεγει αυτη ο ιησουσ τι εμοι και σοι γυναι ουπω ηκει η ωρα μου
4 λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.
5 λεγει η μητηρ αυτου τοισ διακονοισ ο τι αν λεγη υμιν ποιησατε
5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε.
6 ησαν δε εκει υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων χωρουσαι ανα μετρητασ δυο η τρεισ
6 ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
7 λεγει αυτοισ ο ιησουσ γεμισατε τασ υδριασ υδατοσ και εγεμισαν αυτασ εωσ ανω
7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
8 και λεγει αυτοισ αντλησατε νυν και φερετε τω αρχιτρικλινω και ηνεγκαν
8 καὶ λέγει αὐτοῖς· ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. καὶ ἤνεγκαν.
9 ωσ δε εγευσατο ο αρχιτρικλινοσ το υδωρ οινον γεγενημενον και ουκ ηδει ποθεν εστιν οι δε διακονοι ηδεισαν οι ηντληκοτεσ το υδωρ φωνει τον νυμφιον ο αρχιτρικλινοσ
9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον — καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ — φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
10 και λεγει αυτω πασ ανθρωποσ πρωτον τον καλον οινον τιθησιν και οταν μεθυσθωσιν τοτε τον ελασσω συ τετηρηκασ τον καλον οινον εωσ αρτι
10 καὶ λέγει αὐτῷ· πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
11 ταυτην εποιησεν την αρχην των σημειων ο ιησουσ εν κανα τησ γαλιλαιασ και εφανερωσεν την δοξαν αυτου και επιστευσαν εισ αυτον οι μαθηται αυτου
11 Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾶ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12 μετα τουτο κατεβη εισ καπερναουμ αυτοσ και η μητηρ αυτου και οι αδελφοι αυτου και οι μαθηται αυτου και εκει εμειναν ου πολλασ ημερασ
12 Μετὰ τοῦτο κατέβη εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
13 και εγγυσ ην το πασχα των ιουδαιων και ανεβη εισ ιεροσολυμα ο ιησουσ
13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
14 και ευρεν εν τω ιερω τουσ πωλουντασ βοασ και προβατα και περιστερασ και τουσ κερματιστασ καθημενουσ
14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους.
15 και ποιησασ φραγελλιον εκ σχοινιων παντασ εξεβαλεν εκ του ιερου τα τε προβατα και τουσ βοασ και των κολλυβιστων εξεχεεν το κερμα και τασ τραπεζασ ανεστρεψεν
15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέστρεψε,
16 και τοισ τασ περιστερασ πωλουσιν ειπεν αρατε ταυτα εντευθεν μη ποιειτε τον οικον του πατροσ μου οικον εμποριου
16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
17 εμνησθησαν δε οι μαθηται αυτου οτι γεγραμμενον εστιν ο ζηλοσ του οικου σου καταφαγεται με
17 ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
18 απεκριθησαν ουν οι ιουδαιοι και ειπον αυτω τι σημειον δεικνυεισ ημιν οτι ταυτα ποιεισ
18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;
19 απεκριθη ιησουσ και ειπεν αυτοισ λυσατε τον ναον τουτον και εν τρισιν ημεραισ εγερω αυτον
19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
20 ειπον ουν οι ιουδαιοι τεσσαρακοντα και εξ ετεσιν ωκοδομηθη ο ναοσ ουτοσ και συ εν τρισιν ημεραισ εγερεισ αυτον
20 εἶπον οὖν οἱ Ἰουδαῖοι· τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
21 εκεινοσ δε ελεγεν περι του ναου του σωματοσ αυτου
21 ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
22 οτε ουν ηγερθη εκ νεκρων εμνησθησαν οι μαθηται αυτου οτι τουτο ελεγεν και επιστευσαν τη γραφη και τω λογω ω ειπεν ο ιησουσ
22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.
23 ωσ δε ην εν τοισ ιεροσολυμοισ εν τω πασχα εν τη εορτη πολλοι επιστευσαν εισ το ονομα αυτου θεωρουντεσ αυτου τα σημεια α εποιει
23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει.
24 αυτοσ δε ο ιησουσ ουκ επιστευεν εαυτον αυτοισ δια το αυτον γινωσκειν παντασ
24 αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας,
25 και οτι ου χρειαν ειχεν ινα τισ μαρτυρηση περι του ανθρωπου αυτοσ γαρ εγινωσκεν τι ην εν τω ανθρωπω
25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

Places

  • Cana

    Today: Northern Israel (Galilee)

    Cana's exact site is debated — Kafr Kanna and Khirbet Qana near Nazareth are the leading candidates (approximate location). It is remembered as the place of Jesus' first miracle.

    Cited in the guide: John 2:1-11; John 4:46

Cross references (23)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 4:46; Proverbs 31:10–12; John 1:43; John 21:2; Matthew 12:46
  2. 2 Matthew 10:40–42; Colossians 3:17; 1 Corinthians 7:39; Hebrews 13:4; John 1:40–49
  3. 3 Psalm 104:15; Philippians 4:6; Isaiah 24:11; Matthew 26:28; Ecclesiastes 10:19
  4. 4 John 7:6; John 13:1; John 7:30; John 8:20; John 12:23
  5. 5 Genesis 6:22; John 15:14; Hebrews 11:8; Luke 5:5–6; Hebrews 5:9
  6. 6 John 3:25; Ephesians 5:26; Hebrews 9:10; Mark 7:2–5; Hebrews 10:22
  7. 7 2 Kings 4:2–6; John 2:5; 1 Kings 17:13; John 2:3; Mark 11:2–6
  8. 8 Proverbs 3:5–6; John 2:9; Romans 13:7
  9. 9 John 4:46; John 7:17; Psalm 119:100
  10. 10 Revelation 7:16–17; Proverbs 9:1–6; Luke 16:25; Psalm 104:15
  11. 11 John 20:30–31; John 1:14; John 3:2; John 6:2; John 6:14
  12. 12 Matthew 12:46; Mark 6:3; 1 Corinthians 9:5; Matthew 4:13; Matthew 13:55–56
  13. 13 Luke 2:41; John 11:55; John 2:23; Exodus 12:6–14; Deuteronomy 16:1–8
  14. 14 Luke 19:45–46; Mark 11:15; Mark 11:17; Matthew 21:12–13; Deuteronomy 14:23–26
  15. 16 Matthew 21:13; Jeremiah 7:11; Mark 11:17; Isaiah 56:5–11; Luke 2:49
  16. 17 Psalm 69:9; Psalm 119:139
  17. 18 Luke 11:29; Matthew 21:23; John 6:30; Mark 8:11; Mark 11:27–28
  18. 19 Mark 14:58; Mark 15:29; Matthew 27:40; Matthew 26:60–61; Matthew 12:40
  19. 21 1 Corinthians 6:19; 1 Corinthians 3:16; Colossians 1:19; Ephesians 2:20–22; Colossians 2:9
  20. 22 John 12:16; John 14:26; Luke 24:7–8; John 16:4; Psalm 16:10
  21. 23 John 7:31; John 6:14; Luke 8:13; Ephesians 3:16–17; Galatians 5:6
  22. 24 John 6:64; Matthew 9:4; Acts 1:24; Hebrews 4:13; 1 Chronicles 28:9
  23. 25 Matthew 9:4; John 13:11; John 6:64; John 6:61

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 2:2 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXIII)

    Ye know, Brethren, for ye have learnt it as believing in Christ, and continually too do we by our ministry impress it upon you, that the humility of Christ is the medicine of man's swollen pride. For man would not have perished, had he not been swollen up through pride.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 2:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter II — 1-4)

    The miracle indeed of our Lord Jesus Christ, whereby He made the water into wine, is not marvellous to those who know that it was God's doing. For He who made wine on that day at the marriage feast, in those six water-pots, which He commanded to be filled with water, the self-same does this every year in vines.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Commentary 2:4 John Chrysostom, Homilies on the Gospel of John (Homily XXII)

    In preaching the word there is some toil, and this Paul declares when he says, "Let the elders that rule well be counted worthy of double honor, especially they who labor in the word and doctrine." ( 1 Tim. v.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Quotes verse 2:23 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XXI)

    First of all, after He had made the water wine at Cana of Galilee, He went up to the festival day of the passover, on which occasion it is written, "For many believed in Him, when they saw the signs which He did," as John the disciple of the Lord records.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 2:19 Augustine of Hippo, The City of God (Book XVI, Chapters 39–41)

    For to this power what is added about the resurrection refers, "Who shall awake him?" This means that no man but Himself has raised Him, who also said of His own body, "Destroy this temple, and in three days I will raise it up." And the very nature of His death, that is, the height of the cross, is understood …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)