Saltar al texto

1 Crónicas · Septuaginta griega de Brenton

1 Crónicas 10 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς τὸν Ἰσραὴλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουέ. 2 Καὶ κατεδίωξαν οἱ ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω τῶν υἱῶν αὐτοῦ· καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ἰωνάθαν, καὶ τὸν Ἀμιναδὰβ, καὶ τὸν Μελχισουὲ, υἱοὺς Σαούλ. 3 Καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαούλ· καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τόξοις καὶ πόνοις, καὶ ἐπονέσαν ἀπὸ τῶν τόξων. 4 Καὶ εἶπε Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ, σπάσαι τὴν ῥομφαίαν σου, καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσί μοι· καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν, καὶ ἐπέπεσεν ἐπʼ αὐτήν. 5 Καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἀπέθανε Σαοὺλ, καὶ ἔπεσε καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ. 6 Καὶ ἀπέθανε Σαοὺλ, καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανε. 7 Καὶ εἶδε πᾶς ἀνὴρ Ἰσραὴλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν Ἰσραὴλ, καὶ ὅτι ἀπέθανε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον ἀλλόφυλοι, καὶ κατῴκησαν ἐν αὐταῖς. 8 Καὶ ἐγένετο τῇ ἐχομένῃ, καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας, καὶ εὗρον τὸν Σαοὺλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουέ. 9 Καὶ ἐξέδυσαν αὐτὸν, καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ, καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν, καὶ τῷ λαῷ· 10 Καὶ ἔθηκαν τὰ σκεύη αὐτῶν ἐν οἴκῳ θεοῦ αὐτῶν· καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγών. 11 Καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλαὰδ ἅπαντα ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τῷ Ἰσραήλ. 12 Καὶ ἠγέρθησαν ἐκ Γαλαὰδ πᾶς ἀνὴρ δυνατὸς, καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ, καὶ ἤνεγκαν αὐτὰ εἰς Ἰαβὶς, καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρὺν ἐν Ἰαβίς· καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας. 13 Καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε τῷ Θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν, ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῷ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης, 14 καὶ οὐκ ἐζήτησε Κύριον· καὶ ἀπέκτεινεν αὐτὸν, καὶ ἐπέστρεψε τὴν βασιλείαν τῷ Δαυὶδ υἱῷ Ἰεσσαί.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Malchishua

    Saul's son

    A son of Saul who fell alongside his father and brothers on Mount Gilboa.

    Citado en la guía: 1 Samuel 31:2; 1 Chronicles 10:2

Referencias cruzadas (13)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Crónicas 10:8; 1 Samuel 31:1–13; 2 Samuel 1:6; 1 Samuel 28:4; 2 Samuel 1:21
  2. 2 1 Crónicas 9:39; Isaías 57:1–2; Éxodo 20:5; 1 Crónicas 8:33; 2 Reyes 25:7
  3. 3 1 Samuel 31:3–6; 2 Samuel 1:4–10; Amós 2:14; Génesis 49:23–24
  4. 4 1 Samuel 31:4; Hechos 1:18; 1 Samuel 17:36; Jueces 16:23–25; 2 Samuel 1:20
  5. 6 Oseas 13:10–11; 1 Samuel 12:25; Eclesiastés 9:1–2; 1 Samuel 4:18; 1 Samuel 4:10–11
  6. 7 1 Samuel 13:6; 1 Samuel 31:7; Deuteronomio 28:43; Deuteronomio 28:33; Levítico 26:36
  7. 8 1 Samuel 31:8; 2 Reyes 3:23; 2 Crónicas 20:25
  8. 9 2 Samuel 1:20; 1 Samuel 31:9–10; Daniel 5:23; Daniel 5:2–4; Mateo 14:11
  9. 10 1 Samuel 5:2–7; 1 Samuel 31:10
  10. 11 2 Samuel 2:4–7; 1 Samuel 31:11–13; 1 Samuel 11:1–11
  11. 12 2 Samuel 21:12–14; 2 Samuel 3:35; Génesis 35:8; Génesis 50:10
  12. 13 Levítico 20:6; Levítico 19:31; 1 Samuel 15:23; Isaías 8:19; Deuteronomio 18:10–14
  13. 14 1 Samuel 15:28; 1 Samuel 13:14; 1 Samuel 16:1; 1 Samuel 28:17; 2 Samuel 3:9–10

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias