Saltar al texto

2 Samuel · Septuaginta griega de Brenton

2 Samuel 2 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησε Δαυὶδ ἐν Κυρίῳ, λέγων, εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ἰούδα; καὶ εἶπε Κύριος πρὸς αὐτὸν, ἀνάβηθι· καὶ εἶπε Δαυὶδ, ποῦ ἀναβῶ; καὶ εἶπεν, εἰς Χεβρών. 2 Καὶ ἀνέβη ἐκεῖ Δαυὶδ εἰς Χεβρὼν, καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινάαμ ἡ Ἰεζραηλίτις, καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου, 3 καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ἕκαστος, καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσι Χεβρών. 4 Καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας, καὶ χρίουσι τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα· Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ, λέγοντες, ὅτι οἱ ἄνδρες Ἰαβὶς τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαούλ. 5 Καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ἰαβὶς τῆς Γαλααδίτιδος, καὶ εἶπε πρὸς αὐτοὺς Δαυὶδ, εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐποιήσατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν, ἐπὶ Σαοὺλ τὸν χριστὸν Κυρίου, καὶ ἐθάψατε αὐτὸν καὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ. 6 Καὶ νῦν ποιῆσαι Κύριος μεθʼ ὑμῶν ἔλεος καὶ ἀλήθειαν· καί γε ἐγὼ ποιήσω μεθʼ ὑμῶν τὸ ἀγαθὸν τοῦτο, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο. 7 Καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν, καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαοὺλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ἰούδα ἐφʼ ἑαυτὸν εἰς βασιλέα. 8 Καὶ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβε τὸν Ἰεβοσθὲ υἱὸν Σαοὺλ, καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναὲμ, 9 καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδίτιν, καὶ ἐπὶ τὸν Θασιρὶ, καὶ ἐπὶ τὸν Ἰεζραὴλ, καὶ ἐπὶ τὸν Ἐφραὶμ, καὶ ἐπὶ τὸν Βενιαμὶν, καὶ ἐπὶ πάντα Ἰσραήλ. 10 Τεσσαράκοντα ἐτῶν Ἰεβοσθὲ υἱὸς Σαοὺλ, ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ἰσραὴλ· καὶ δύο ἔτη ἐβασίλευσε, πλὴν τοῦ οἴκου Ἰούδα, οἳ ἦσαν ὀπίσω Δαυίδ. 11 Καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον Ἰούδα, ἑπτὰ ἔτη καὶ μῆνας ἕξ. 12 Καὶ ἐξῆλθεν Ἀβεννὴρ υἱὸς Νὴρ, καὶ οἱ παῖδες Ἰεβοσθὲ υἱοῦ Σαοὺλ ἐκ Μαναὲμ εἰς Γαβαών· 13 Καὶ Ἰωὰβ υἱὸς Σαρουία, καὶ οἱ παῖδες Δαυὶδ ἐξῆλθον ἐκ Χεβρὼν, καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτὸ, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν, καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν. 14 Καὶ εἶπεν Ἀβεννὴρ πρὸς Ἰωὰβ, ἀναστήτωσαν δὴ τὰ παιδάρια, καὶ παιξάτωσαν ἐνώπιον ὑμῶν· καὶ εἶπεν Ἰωὰβ, ἀναστήτωσαν. 15 Καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμὶν δώδεκα τῶν Ἰεβοσθὲ υἱοῦ Σαοὺλ, καὶ δώδεκα ἐκ τῶν παίδων Δαυίδ 16 Καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσι κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαών. 17 Καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἔπταισεν Ἀβεννὴρ καὶ ἄνδρες Ἰσραὴλ ἐνώπιον παίδων Δαυίδ. 18 Καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουία, Ἰωὰβ, καὶ Ἀβεσσὰ, καὶ Ἀσαήλ· καὶ Ἀσαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ· ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ. 19 Καὶ κατεδίωξεν Ἀσαὴλ ὀπίσω Ἀβεννὴρ, καὶ οὐκ ἐξέκλινε τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Ἀβεννήρ. 20 Καὶ ἐπέβλεψεν Ἀβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ εἶπεν, εἰ σὺ εἶ αὐτὸς Ἀσαήλ; καὶ εἶπεν, ἐγώ εἰμι. 21 Καὶ εἶπεν αὐτῷ Ἀβεννὴρ, ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ, καὶ κατάσχε σεαυτῷ ἓν τῶν παιδαρίων, καὶ λάβε σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν Ἀσαὴλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ. 22 Καὶ προσέθετο ἔτι Ἀβεννὴρ λέγων τῷ Ἀσαὴλ, ἀπόστηθι ἀπʼ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ἰωάβ; 23 Καὶ ποῦ ἐστι ταῦτα; ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν σου. Καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι· καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθε τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ· καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανε, καὶ ὑφίστατο. 24 Καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ ὀπίσω Ἀβεννὴρ, καὶ ὁ ἥλιος ἔδυνε· καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμὰν, ὅ ἐστιν ἐπὶ προσώπου Γαῒ, ὁδὸν ἔρημον Γαβαών. 25 Καὶ συναθροίζονται οἱ υἱοὶ Βενιαμὶν οἱ ὀπίσω Ἀβεννὴρ, καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν, καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός. 26 Καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ, καὶ εἶπε, μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία; ἢ οὐκ οἴδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθε τῶν ἀδελφῶν ἡμῶν; 27 Καὶ εἶπεν Ἰωὰβ, ζῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωϊόθεν ἀνέβη ἂν ὁ λαὸς ἕκαστος κατόπισθε τοῦ ἀδελφοῦ αὐτοῦ. 28 Καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς, καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραὴλ, καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν. 29 Καὶ Ἀβεννὴρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην, καὶ διέβαινον τὸν Ἰορδάνην, καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν, καὶ ἔρχονται εἰς τὴν παρεμβολήν. 30 Καὶ Ἰωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Ἀβεννὴρ, καὶ συνήθροισε πάντα τὸν λαὸν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυὶδ ἐννεακαίδεκα ἄνδρες, 31 καὶ Ἀσαήλ. Καὶ οἱ παῖδες Δαυὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρʼ αὐτοῦ. 32 Καὶ αἴρουσι τὸν Ἀσαὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ· καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Abishai

    Joab's brother, chief of the Three

    Son of Zeruiah and brother of Joab, who went down with David to Saul's sleeping camp, commanded a third of David's army, rescued David from Ishbi-benob, and won a name as chief of…

    Citado en la guía: 1 Samuel 26:6; 2 Samuel 2:18; 2 Samuel 10:10

  • Abner

    Commander of Saul's army

    The son of Saul's uncle Ner and commander of Saul's army, who made Ish-bosheth king, later promised to bring Israel over to David, and was killed by Joab at Hebron in revenge for…

    Citado en la guía: 1 Samuel 14:50; 1 Samuel 17:55; 2 Samuel 2:8

  • Asahel

    Swift brother of Joab

    Son of Zeruiah, fleet of foot like a wild gazelle, who chased Abner and was killed by him; he is listed among the Thirty.

    Citado en la guía: 2 Samuel 2:18; 2 Samuel 2:23; 2 Samuel 2:32

  • David

    King of Israel

    The shepherd who became Israel's greatest king and a man after God's own heart.

    Citado en la guía: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6

  • Ish-bosheth

    Rival northern king

    Saul's son who briefly reigned over the northern tribes in rivalry with David.

    Citado en la guía: 2 Samuel 2:8-10; 2 Samuel 4

  • Joab

    David's army commander

    Son of Zeruiah and commander of David's army, who killed Abner and Amasa, besieged Rabbah, killed Absalom in the oak, and carried out David's census.

    Citado en la guía: 2 Samuel 2:13; 2 Samuel 3:27; 2 Samuel 12:26

  • Zeruiah

    David's sister

    David's sister, mother of the mighty warriors Joab, Abishai, and Asahel.

    Citado en la guía: 1 Chronicles 2:16; 2 Samuel 2:18

Referencias cruzadas (24)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Salmo 143:8; Proverbios 3:5–6; 1 Samuel 30:31; 1 Samuel 23:2; 1 Samuel 23:4
  2. 2 1 Samuel 25:42–43; 1 Samuel 30:5; Lucas 22:28–29
  3. 3 1 Crónicas 12:1–7; 1 Samuel 27:2–3; 1 Samuel 30:1; 1 Samuel 30:9–10; 1 Samuel 22:2
  4. 4 2 Samuel 5:5; 1 Samuel 31:11–13; 2 Samuel 5:3; 1 Samuel 16:13; 1 Crónicas 11:3
  5. 5 1 Samuel 23:21; Salmo 115:15; Rut 2:20; 1 Samuel 24:19; Rut 3:10
  6. 6 Proverbios 14:22; Éxodo 34:6; Mateo 5:44; Mateo 5:7; 2 Timoteo 1:16–18
  7. 7 Efesios 6:10; 2 Samuel 10:12; 1 Samuel 4:9; Génesis 15:1; 1 Samuel 31:12
  8. 8 1 Samuel 14:50; Génesis 32:2; 1 Samuel 17:55; 1 Crónicas 8:33; 2 Samuel 4:5–6
  9. 9 Números 32:1–42; Salmo 108:8; Números 1:40; Josué 19:18; Jueces 1:32
  10. 11 1 Reyes 2:11; 2 Samuel 5:4–5; 1 Crónicas 3:4; 1 Crónicas 29:27
  11. 12 Josué 10:4; Josué 18:25; Josué 10:2; Josué 9:3; Josué 10:12
  12. 13 1 Crónicas 2:16; 2 Samuel 8:16; 1 Crónicas 11:6; 2 Samuel 2:18; Jeremías 41:12
  13. 14 2 Samuel 2:17; Proverbios 25:8; Proverbios 17:14; Proverbios 10:23; Proverbios 26:18–19
  14. 17 2 Samuel 3:1
  15. 18 1 Crónicas 12:8; Habacuc 3:19; Cantar de los Cantares 2:17; Salmo 18:33; Cantar de los Cantares 8:14
  16. 19 Proverbios 4:27; Josué 23:6; 2 Samuel 2:21; Josué 1:7; 2 Reyes 22:2
  17. 21 Jueces 14:19
  18. 22 2 Samuel 3:27; 2 Reyes 14:10–12; Proverbios 29:1; Eclesiastés 6:10
  19. 23 2 Samuel 3:27; 2 Samuel 4:6; 2 Samuel 20:10; 2 Samuel 5:6; 2 Samuel 20:12–13
  20. 26 Jeremías 46:14; Hechos 7:26; Jeremías 46:10; Proverbios 17:14; Oseas 11:6
  21. 27 Proverbios 17:14; 1 Samuel 25:26; 2 Samuel 2:14; Proverbios 25:8; Proverbios 15:1
  22. 29 2 Samuel 2:8; Cantar de los Cantares 2:17
  23. 31 1 Reyes 20:11; 2 Samuel 3:1
  24. 32 1 Crónicas 2:13–16; 1 Samuel 17:58; 2 Samuel 5:1; 2 Crónicas 21:1; 2 Crónicas 16:14

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias