1 Καὶ ἐγένετο ὡς κατῴκησε Δαυὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν τὸν προφήτην, ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέῤῥεων. 2 Καὶ εἶπε Νάθαν πρὸς Δαυὶδ, πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει, ὅτι Θεὸς μετὰ σοῦ. 3 Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Νάθαν· 4 Πορεύου καὶ εἶπον πρὸς Δαυὶδ τὸν δοῦλόν μου, οὕτως εἶπε Κύριος, οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ. 5 Ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης, 6 καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καλὺμματι ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ οἷς ἐνετειλάμην τοῦ ποιμαίνειν τὸν λαόν μου, λέγων, ὅτι οὐκ ᾠκοδομήσατέ μοι οἶκον κέδρινον; 7 Καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυὶδ, τάδε λέγει Κύριος παντοκράτωρ, ἐγὼ ἔλαβον σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ· 8 Καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. 9 Καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ κατασκηνώσει καθʼ ἑαυτὸν, καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀρχῆς, καὶ ἀφʼ ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ· 10 καὶ ἐταπείνωσα πάντας τοὺς ἐχθρούς σου, καὶ αὐξήσω σε, καὶ οἶκον οἰκοδομήσει σοι Κύριος. 11 Καὶ ἔσται ὅταν πληρωθῶσιν ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ ὅς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. 12 Αὐτὸς οἰκοδομήσει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος. 13 Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπʼ αὐτοῦ, ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου. 14 Καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος. 15 Κατὰ πάντας τοὺς λόγους τούτους, καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ. 16 Καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ καὶ ἐκὰθισεν ἀπέναντι Κυρίου, καὶ εἶπε, τίς εἰμι ἐγὼ Κύριε ὁ Θεός; καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος; 17 Καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου ὁ Θεὸς, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν, καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου, καὶ ὕψωσάς με Κύριε ὁ Θεός. 18 Τί προσθήσει ἔτι Δαυὶδ πρὸς σέ τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας, 19 καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην. 20 Κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ, κατὰ πάντα ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν. 21 Καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἔτι ἐτὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι λαὸν ἑαυτῷ, τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανὲς, τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου οὕς ἐλυτρώσω ἐξ Αἰγύπτου ἔθνη. 22 Καὶ ἔδωκας τὸν λαόν σου Ἰσραὴλ, σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σὺ Κύριος ἐγενήθης αὐτοῖς εἰς Θεόν. 23 Καὶ νῦν, Κύριε, ὁ λόγος σου ὅν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωθήτω ἕως αἰῶνος· καὶ ποιήσον καθὼς ἐλάλησας, 24 καὶ πιστωθήτω καὶ μεγαλυνθήτω τὸ ὄνομά σου ἕως αἰῶνος, λεγόντων, Κύριε Κύριε παντοκράτωρ Θεὸς Ἰσραὴλ, καὶ ὁ οἶκος Δαυὶδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου. 25 Ὅτι σὺ Κύριος ὁ Θεός μου ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον, διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου. 26 Καὶ νῦν, Κύριε, σὺ εἶ αὐτὸς Θεὸς, καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα. 27 Καὶ νῦν, ἦρξαι τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου, τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σὺ Κύριε εὑλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.
1 Crónicas · Septuaginta griega de Brenton
1 Crónicas 17 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (27)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 2 Crónicas 6:7–9; 1 Crónicas 15:1; 1 Crónicas 17:5; Daniel 4:4; Hageo 1:4
- 2 1 Crónicas 28:2; 1 Corintios 13:9; Zacarías 8:23; Salmo 20:4; 1 Crónicas 22:7
- 3 Amós 3:7; Isaías 30:21; 2 Reyes 20:1–5; Números 12:6
- 4 1 Crónicas 28:2–3; Isaías 55:8–9; 2 Samuel 7:4–5; 1 Reyes 8:19; 2 Crónicas 6:8–9
- 5 2 Samuel 7:6; Isaías 66:1–2; 1 Reyes 8:16; Éxodo 40:2–3; 2 Crónicas 2:6
- 6 2 Samuel 7:7; 1 Crónicas 11:2; Números 10:33–36; Jueces 2:16–18; Ezequiel 34:2
- 7 2 Samuel 6:21; Salmo 78:70–71; Éxodo 3:1–10; Amós 7:14–15; 1 Samuel 16:11–12
- 8 1 Samuel 18:14; Salmo 113:7–8; 1 Crónicas 17:2; Salmo 46:7; Génesis 28:15
- 9 Ezequiel 36:14–15; Apocalipsis 21:4; Amós 9:15; Efesios 5:6; Ezequiel 28:4
- 10 2 Samuel 7:11; Salmo 18:40–50; Salmo 89:23; Salmo 21:8–9; Jueces 4:3
- 11 Salmo 132:11; 2 Samuel 7:12–13; Romanos 1:3–4; Jeremías 23:5–6; 1 Crónicas 29:15
- 12 Isaías 9:7; Daniel 2:44; 1 Reyes 5:5; Apocalipsis 11:15; Hechos 7:47–48
- 13 Hebreos 1:5; Salmo 2:7; 1 Crónicas 10:14; 1 Samuel 15:28; 2 Corintios 6:18
- 14 Salmo 89:36; Lucas 1:32–33; Salmo 72:17; Hebreos 3:6; Salmo 2:6
- 15 Hechos 20:27; Jeremías 23:28; 2 Samuel 7:17
- 16 2 Samuel 7:18; Génesis 32:10; Efesios 3:8; Salmo 144:3; 1 Samuel 9:21
- 17 Isaías 49:6; Filipenses 2:8–11; Salmo 78:70–72; 1 Crónicas 17:11–15; Efesios 3:20
- 18 1 Samuel 16:7; Salmo 139:1; Apocalipsis 2:23; Juan 21:17; 1 Samuel 2:30
- 19 Isaías 37:35; Isaías 49:5–6; Efesios 1:9–11; 2 Samuel 7:21; Salmo 111:6
- 20 Isaías 44:6; Efesios 3:20; Éxodo 15:11; Jeremías 10:6–7; Salmo 78:3–4
- 21 Ezequiel 20:9–10; Éxodo 3:7–8; Isaías 63:9; Salmo 44:2–3; Salmo 65:5
- 22 Éxodo 19:5–6; 1 Pedro 2:9; Zacarías 13:9; 1 Samuel 12:22; Génesis 17:7
- 23 Jeremías 11:5; Salmo 119:49; Lucas 1:38; 2 Samuel 7:25–29; Génesis 32:12
- 24 Salmo 90:17; Jeremías 31:1; Mateo 6:9; Apocalipsis 21:3; 2 Crónicas 6:33
- 25 1 Samuel 9:15; Salmo 10:17; 1 Juan 5:14–15; Ezequiel 36:37
- 26 Tito 1:2; Hebreos 6:18; Éxodo 34:6–7
- 27 Efesios 1:3; Romanos 11:29; Salmo 72:17
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias