1 Καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμὼν ἐπὶ τὸν Ἰσραὴλ, 1a καὶ ἐνετείλατο ὁ βασιλεὺς ἵνα ἄρωσι λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου, καὶ λίθους ἀπελεκήτους. 1b Καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμὼν, καὶ οἱ υἱοὶ Χιρὰμ, καὶ ἔβαλαν αὐτούς. 1c Ἐν τῷ ἔτει τῷ τετάρτῷ ἐθεμελίωσε τὸν οἶκον Κυρίου ἐν μηνὶ Ζιοῦ, καὶ τῷ δευτέρῳ μηνί. 1d Ἐν ἑνδεκάτῳ ἐνιαυτῷ, ἐν μηνὶ Βαὰλ, οὗτος ὁ μὴν ὁ ὄγδοος, συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ, καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ. 2 Καὶ ὁ οἶκος ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς τῷ Κυρίῳ, τεσσαράκοντα ἐν πήχει μῆκος αὐτοῦ, καὶ εἴκοσι ἐν πήχει πλάτος αὐτοῦ, καὶ πέντε καὶ εἴκοσι ἐν πήχει τὸ ὕψος αὐτοῦ· 3 Καὶ τὸ αἰλὰμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἴκοσι ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου, κατὰ πρόσωπον τοῦ οἴκου, καὶ ᾠκοδόμησε τὸν οἶκον, καὶ συνετέλεσεν αὐτόν. 4 Καὶ ἐποίησε τῷ οἴκῳ θυρίδας παρακυπτομένας κρυπτάς. 5 Καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβίρ. 6 Ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων ἐν πήχει τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἓξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὅτι διάστημα ἔδωκε τῷ οἴκῳ κυκλόθεν ἔξωθεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου. 7 Καὶ ὁ οἴκος ἐν τῷ οἰκοδομεῖσθαι αὐτὸν λίθοις ἀκροτομοις ἀργοῖς ᾠκοδομήθη· καὶ σφύρα καὶ πέλεκυς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν. 8 Καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιὰν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον, καὶ ἐκ τῆς μέσης ἐπὶ τὸ τριόροφα. 9 Καὶ ᾠκοδόμησε τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν· καὶ ἐκοιλοστάθμησε τὸν οἶκον κέδροις. 10 Καὶ ᾠκοδόμησε τοὺς ἐνδέσμους, διʼ ὅλου τοῦ οἴκου πέντε ἐν πήχει τὸ ὕψος αὐτοῦ, καὶ συνέσχε τὸν σύνδεσμον ἐν ξύλοις κεδρίνοις. 15 Καὶ ᾠκοδόμησε τοὺς τοίχους τοῦ οἴκου ἔσωθεν διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ οἴκου καὶ ἕως τῶν τοίχων καὶ ἕως τῶν δοκῶν· ἐκοιλοστάθμησε συνεχόμενα ξύλοις ἔσωθεν· καὶ περιέσχε τὸ ἔσω τοῦ οἴκου ἐν πλευραῖς πευκίναις. 16 Καὶ ᾠκοδόμησε τοὺς εἴκοσι πήχεις ἀπʼ ἄκρου τοῦ τοίχου τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἕως τῶν δοκῶν· καὶ ἐποίησεν ἐκ τοῦ δαβὶρ εἰς τὸ ἁγιον τῶν ἁγίων. 17 Καὶ τεσσαράκοντα πήχεων ἦν ὁ ναὸς κατὰ πρόσωπον τοῦ δαβὶρ ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν, 19 δοῦναι ἐκεῖ τὴν κιβωτὸν διαθήκης Κυρίου. 20 Εἴκοσι πήχεις μῆκος, καὶ εἴκοσι πήχεις πλάτος, καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ· Καὶ περιέσχεν αὐτὸ χρυσίῳ συγκεκλεισμένῳ· καὶ ἐποίησε θυσιαστήριον 21 κατὰ πρόσωπον τοῦ δαβὶρ, καὶ περιέσχεν αὐτὸ χρυσίῳ. 22 Καὶ ὅλον τὸν οἶκον περιέσχε χρυσίῳ, ἕως συντελείας παντὸς τοῦ οἴκου. 23 Καὶ ἐποίησεν ἐν τῷ δαβὶρ δύο χερουβὶμ δέκα πήχεων μέγεθος ἐσταθμωμένον· 24 Καὶ πέντε πήχεων πτερύγιον τοῦ χερουβὶμ τοῦ ἑνὸς, καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ τὸ δεύτερον, ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ εἰς μέρος πτερυγίου αὐτοῦ. 25 Οὕτως τῷ χερουβὶμ τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία ἀμφοτέροις. 26 Καὶ τὸ ὕψος τοῦ χερουβὶμ τοῦ ἑνὸς δέκα ἐν πήχει· καὶ οὕτω τῷ χερουβὶμ τῷ δευτέρῳ. 27 Καὶ ἀμφότερα χερουβὶμ ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασε τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ χερουβὶμ τοῦ δευτέρου ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου· καὶ αἱ πτέρυγες αὐτῶν ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος. 28 Καὶ περιέσχε τὰ χερουβὶμ χρυσίῳ. 29 Πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψε γραφίδι χερουβὶμ, καὶ φοίνικας τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ. 30 Καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχε χρυσίῳ τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου. 31 Καὶ τῷ θυρώματι τοῦ δαβὶρ ἐποίησε θύρας ξύλων ἀρκευθίνων, στοαὶ τετραπλῶς, 34 ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα· δύο πτυχαὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν, καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα στρεφόμενα ἐγκεκολαμμένα χερουβὶμ, 35 καὶ φοίνικες, καὶ διαπεπετασμένα πέταλα, καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν. 36 Καὶ ᾠκοδόμησε τὴν αὐλὴν τὴν ἐσωτάτην· τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν· 36a καὶ ᾠκοδόμησε τὸ καταπέτασμα τῆς αὐλῆς τοῦ αἰλὰμ τοῦ οἴκου τοῦ κατὰ πρόσωπον τοῦ ναοῦ.
1 Reyes · Septuaginta griega de Brenton
1 Reyes 6 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Esta traducción no tiene los versículos 11–14, 18, 32–33; los demás conservan su numeración habitual.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Solomon
David's son who built the temple and became famous for God-given wisdom.
Citado en la guía: 1 Kings 1-11; 1 Chron. 3:5; Matt. 1:6-7
Referencias cruzadas (26)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 2 Crónicas 3:1–2; Hechos 7:47; 1 Crónicas 29:19; 1 Pedro 2:5; 1 Reyes 6:37
- 2 Ezequiel 40:1–41; Ezequiel 41:1–15; Esdras 6:3–4; Apocalipsis 21:16–17
- 3 Ezequiel 41:15; Juan 10:23; Mateo 4:5; 1 Crónicas 28:11; Hechos 3:10–11
- 4 Ezequiel 40:16; Ezequiel 41:16; Ezequiel 41:26; Cantar de los Cantares 2:9
- 5 1 Reyes 6:16; Salmo 28:2; 1 Reyes 6:19–21; 1 Reyes 6:31; 2 Crónicas 5:9
- 7 Deuteronomio 27:5–6; 1 Pedro 2:5; 1 Reyes 5:17–18; Éxodo 20:25; Proverbios 24:27
- 8 Ezequiel 41:6–7
- 9 1 Reyes 6:14; 1 Reyes 6:38
- 15 1 Reyes 7:7
- 16 1 Reyes 8:6; 2 Crónicas 3:8; Hebreos 9:3; Levítico 16:2; Ezequiel 45:3
- 19 2 Crónicas 5:7; Éxodo 40:20–21; 1 Reyes 6:16; Salmo 28:2; 1 Reyes 6:5
- 20 1 Reyes 6:22; Éxodo 30:1–3; 1 Reyes 7:48; 1 Reyes 6:2–3
- 21 2 Crónicas 3:7–9; 1 Reyes 6:5; Éxodo 26:29; 2 Crónicas 3:14–16; Éxodo 36:34
- 22 Éxodo 30:1; Éxodo 30:3; 1 Reyes 6:20; 2 Crónicas 3:7–14; Éxodo 30:5–6
- 23 Éxodo 37:7–9; Ezequiel 10:2–22; Hebreos 1:14; 1 Pedro 1:12; Isaías 37:16
- 27 Éxodo 37:9; Éxodo 25:20; 2 Crónicas 5:8; 1 Reyes 8:7; 2 Crónicas 3:11
- 29 1 Reyes 6:32; Lucas 2:13–14; Salmo 103:20; 2 Crónicas 3:14; 2 Crónicas 4:2–5
- 30 Isaías 60:17; Apocalipsis 21:18–21; Isaías 54:11–12
- 31 Hebreos 10:19–20; Juan 10:9; Juan 14:6; Efesios 3:18
- 34 Ezequiel 41:23–25; 1 Reyes 5:8
- 36 1 Reyes 7:12; Éxodo 27:9–19; Éxodo 38:9–20; 2 Crónicas 4:9; Apocalipsis 11:2
- 1a 2 Crónicas 3:1–2; Hechos 7:47; 1 Crónicas 29:19; 1 Pedro 2:5; 1 Reyes 6:37
- 1b 2 Crónicas 3:1–2; Hechos 7:47; 1 Crónicas 29:19; 1 Pedro 2:5; 1 Reyes 6:37
- 1c 2 Crónicas 3:1–2; Hechos 7:47; 1 Crónicas 29:19; 1 Pedro 2:5; 1 Reyes 6:37
- 1d 2 Crónicas 3:1–2; Hechos 7:47; 1 Crónicas 29:19; 1 Pedro 2:5; 1 Reyes 6:37
- 36a 1 Reyes 7:12; Éxodo 27:9–19; Éxodo 38:9–20; 2 Crónicas 4:9; Apocalipsis 11:2
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias